- 底本
- Eustratius, In Analyticorum Posteriorum Librum Secundum Commentarium. Commentaria in Aristotelem Graeca XXI.1, ed. M. Hayduck, Berlin: Reimer 1907, pp. 1-270. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4031.tlg001.humanitext-grc1:28.8-29.16
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
厄斯特拉齐奥探讨了亚里士多德关于“中项为可感觉者”的论述,解释了若假定人在月亮上时感觉如何进而生成普遍知识,并类比《前分析篇》中对模态三段论的处理,说明了为何将定义作为中项运用于自体确立之实体仅停留在言辞层面而未落实于实态之中。
" Ὅτι δ’ ἔστι τοῦ μέσου ἡ ζήτησις, δηλοῖ ὅσων τὸ μέσον αἰσθητόν." Προτίθεται τὸ αὐτὸ καὶ ἐκ τῆς ἐναργείας δεῖξαι, λέγω δὴ τὸ τοῦ μέσου εἶναι τὴν ζήτησιν ἐν τοῖς ζητήμασιν ἅπασιν. ἐπεὶ δὲ μὴ ταὐτὸ ἐπιστήμη καὶ αἴσθησις, μηδ’ ἐπιστητόν τε καὶ αἰσθητὸν ταὐτὰ τῷ λόγῳ εἰσί, καὶ οὐκ ἦν ἁπλῶς αἰσθητόν τι λαβεῖν πρὸς τὴν προκειμένην ἐνάργειαν, πῇ αἰσθητόν τι παραλαμβάνει. τὸ γὰρ τὴν σελήνην ὑπὸ τῆς γῆς ἀντιφράττεσθαι, αἰσθητὸν μὲν τῇ ἑαυτοῦ φύσει ὡς πεφυκὸς ὁρᾶσθαι καὶ καταλαμβάνεσθαι, ἡμῖν δὲ οὐκ αἰσθητὸν διὰ τὸ μὴ εἶναι ἐπὶ τῆς σελήνης, ὥσπερ καὶ τὸ ἐν τῷ βυθῷ ὄστρακον. νῦν γὰρ ἐπεὶ μή ἐσμεν ἐπὶ τῆς σελήνης, διὰ τοῦτο οὐκ αἰσθανόμεθα ἀντιφραττούσης τῆς γῆς, καὶ διὰ τοῦτο ζητοῦμεν εἰ ἐκλείπει ἡ σελήνη· εἰ δ’ ἦμεν ἐπ’ αὐτῆς, οὐκ ἂν εἰ ἔστι, τὴν ἔκλειψιν ἐζητήσαμεν ὁρῶντες τὴν ἀντίφραξιν. ὥσπερ οὖν ὁρῶντες τὴν ἀντίφραξιν οὐ ζητοῦμεν τὴν ἔκλειψιν ὡς τὴν αἰτίαν αὐτῆς γινώσκοντες, οὕτω τὴν ἔκλειψιν εἰ ἔστι ζητοῦντες τὴν αἰτίαν ζητοῦμεν αὐτῆς, ἥτις ἐστὶν ἡ ἀντίφραξις. οὐ τοῦτο δέ, φησί, λέγομεν ὅτι εἰ ἐπὶ τῆς σελήνης ἦμεν, ταὐτὸν ἂν ὑπῆρχεν ἡμῖν ἐπιστήμη καὶ αἴσθησις ὡς τὸ μέσον ἔχουσιν αἰσθητὸν καὶ δι’ αὐτοῦ συνάγουσι τὸ συμπέρασμα αἰσθητὸν ὂν καὶ αὐτό1 (τοῦτο γὰρ ἐναντίον τοῖς προτέροις, ἐν οἷς ἕτερα ἀλλήλων ἐπιστήμη καὶ αἴσθησις ἐδείκνυτο) ἀλλ’ ὅτι ταῦτα μὲν καὶ ἄμφω ἂν ἦν αἰσθητά, ἀπὸ δὲ τῶν καθ’ ἕκαστα ἐκλείψεων, ὅπως γίνονται, τὸ καθόλου εἴχομεν ἂν ἐν ἡμῖν ἐκ τούτων ἀποτικτόμενον· τὸ μὲν γὰρ εἰδέναι τὸ νῦν οὕτως ἔχειν αἰσθήσεως, τὸ δ’ ἁπλῶς οὕτως ἔχειν εἰδέναι ἐπιστήμης. Τοῦτο εἰπὼν ἐπαναλαμβάνει πάλιν τὸν περὶ τοῦ τί ἐστι καὶ διὰ τί ἐστι λόγον, καὶ φησὶν ὃ καὶ πρότερον, ὅτι τῇ τοῦ τί ἐστι γνώσει καὶ ἡ τοῦ διὰ τί ἐστιν ἐπιστήμη συνείσεισιν. ὁ γὰρ εἰδὼς τί ἐστιν ἔκλειψις οἶδε καὶ διὰ τί ἐστιν ἔκλειψις, αὐτὸ λαμβάνων τὸ τί ἐστι μέσον ἐν τῷ ἀποδιδόναι τὸ διὰ τί ἐστιν, ὡς πρότερον εἴρηται· τοῦτο δὲ ἢ ἐπὶ τῶν καθ’ αὑτὸ ὑπαρχόντων, οἷον ἡλίου σελήνης γῆς τριγώνου, ἢ ἐπὶ τῶν ἐν ἑτέροις θεωρουμένων, οἷον ἐκλείψεως κινήσεως δύο ὀρθῶν. τοῦτο δ’ οἶμαι λέγειν αὐτόν, οὐχ ὅτι καὶ ἐπ’ ἀμφοῖν εἶναι τοῦτο δύναται, ἵνα καὶ ἐπὶ τῶν ὑφεστώτων καθ’ αὑτὸ μέσος ὁ ὁρισμὸς λαμβάνηται τοῦ ἁπλῶς ὑπάρχειν αὐτά, ἀλλ’ ὅπερ ἐν τοῖς Ἀναλυτικοῖς ἐπὶ τῆς μίξεως τοῦ ἀναγκαίου καὶ ὑπάρχοντος ἔλεγε, τοῦτο κἀνταῦθα ποιεῖ· κἀκεῖ γὰρ εἴρηκε μὲν ὅτι οἵα ἂν ᾖ τῷ τρόπῳ ἡ μείζων πρότασις ἐν πρώτῳ σχήματι, τοιοῦτον ἔσται καὶ τὸ συμπέρασμα, εἰ μὲν ἀναγκαία ἀναγκαῖον, εἰ δὲ ὑπάρχουσα ὑπάρχον· παραδείγματα δὲ τοῦ μὲν ὑπάρχειν ἐτίθει πανταχοῦ ἔνθα τοῦτο συνάγεσθαι ἔλεγε, τοῦ δὲ ἀναγκαίου οὐχί, ἐπεὶ οὐδαμοῦ ἦν εὑρεῖν τὸ ἁπλῶς ἀναγκαῖον ἐκ τῆς τοῦ ὑπάρχοντος καὶ τοῦ ἀναγκαίου μίξεως συναγόμενον. τοιοῦτόν τι κἀνταῦθα ποιεῖ. βουληθεὶς γὰρ καὶ τὸ εἰ ἔστι καὶ τί ἐστιν ὑποθέσθαι τῇ ἀποδεικτικῇ, ἐπεὶ τοῦτο ἐπὶ μὲν τῶν καθ’ αὑτὸ συμβεβηκότων ἑτέροις εὐοδούμενον εὕρισκεν, ἐπὶ δέ γε τῶν ὑφεστώτων καθ’ αὑτὰ οὐχί, ἐπὶ μὲν ἐκείνων ἔδειξε τοῦτο ἀποβαῖνον καὶ ἐν τοῖς πράγμασι, ταῦτα δὲ παρῆκε μέχρι τοῦ λόγου.2
“而探求是针对中项的,这在其中项为可感觉的事物上表现得很清楚。” 他打算也从明晰性出发来证明同样的事情,我是说在一切探求中探求都是针对中项的。但由于知识与感觉并非同一,在定义上可知之物与可感觉之物也非同一,并且为了眼前的明晰性又不可能直接选取某种全然可感觉之物,因此他引入了某种在特定意义上可感觉之物。因为月亮被地球所遮蔽,就其自身本性而言由于天生适合被看见和把握因而是可感觉的,但对我们而言却并非可感觉的,因为我们不在月亮之上,就像海底的贝壳一样。实际上,既然我们不在月亮之上,正是为此缘故我们感觉不到地球的遮蔽,并且正是为此缘故我们探求月亮是否亏食;但如果我们曾在月亮之上,看到这种遮蔽,我们就不会探求月食是否存在了。因此,正如看到遮蔽时我们因为知晓其原因而不探求月食一样,当我们探求月食是否存在时,我们也是在探求其原因,而这原因就是遮蔽。但他说,我们这样说并不是指,如果我们曾在月亮之上,知识与感觉对于我们而言就会是同一的,仿佛我们拥有可感觉的中项并通过它推导本身也是可感觉的结论一样(因为这与先前的论述相反,在先前的论述中知识与感觉被证明是彼此不同的);而是指,这两者固然都会是可感觉的,但根据个别的月食是如何发生的,我们心中就会从这些个别现象中产生出普遍者。因为知晓“现在如此”属于感觉,而知晓“全然如此”则属于知识。说了这话之后,他又重新拾起关于“是什么”与“为何存在”的讨论,并重申了他先前说过的话:随着对“是什么”的认识,对“为何存在”的科学知识也一同进入。因为知道月食是什么的人,也就知道了为何有月食,正如先前所说,在说明“为何存在”时把“是什么”本身作为中项来选取;而这或者发生在自体存在的事物上,例如太阳、月亮、地球、三角形,或者发生在在其他事物中被考察的事物上,例如月食、运动、二直角。但我认为他说这话,并不是因为在两类事物上这都能成立,以便在自体确立的事物上定义也被作为它们全然存在的中项来选取;而是他在《分析论》中关于必然与实然的混合所说的事情,在这里他也同样做了。因为在那里他也曾说,在第一格中大前提具有怎样的模态,结论也将具有怎样的模态:如果是必然的则结论是必然的,如果是实然的则结论是实然的;然而在他宣称得出实然结论的一切地方,他都给出了实然的例子,却没有给出必然的例子,因为绝不可能发现全然必然的结论能够从实然与必然的混合中被推导出来。他在这里所做的正是类似的事情。因为他虽然想要把“是否存在”与“是什么”也归置于证明科学之下,但他发现这唯独在自体附属于他物之属性上能够顺利展开,而在自体确立的事物上则不能,因此在前者中他表明这在实际事态中也确实如此发生,而把后者仅仅停留在了言辞的层面。
- 1.30ὡς τὸ μέσον ἔχουσιν αἰσθητὸν καὶ δι’ αὐτοῦ συνάγουσι τὸ συμπέρασμα αἰσθητὸν ὂν καὶ αὐτό
与格分词 ἔχουσιν 和 συνάγουσι 与前文的 ἡμῖν(见于 ταὐτὸν ἂν ὑπῆρχεν ἡμῖν)一致,充当补充说明其实际主体的成分。αἰσθητὸν ὂν καὶ αὐτό 中的分词 ὄν 则与 τὸ συμπέρασμα 一致,表伴随状态,意为“结论本身也是可感觉的”。
- 1.30ταῦτα δὲ παρῆκε μέχρι τοῦ λόγου
在对照结构 ἐπὶ μὲν ἐκείνων ἔδειξε τοῦτο ἀποβαῖνον καὶ ἐν τοῖς πράγμασι, ταῦτα δὲ παρῆκε μέχρι τοῦ λόγου 中,动词 παρῆκε(παρίημι 的不定过去时,意为“搁置、放过”)与 μέχρι τοῦ λόγου(“仅至言辞之层面”)连用,表示亚里士多德在自体确立的实体上并没有推进至实际事态中的实证,而只是将其保留在言语陈述的层面。
