- 底本
- Eustratius, In Analyticorum Posteriorum Librum Secundum Commentarium. Commentaria in Aristotelem Graeca XXI.1, ed. M. Hayduck, Berlin: Reimer 1907, pp. 1-270. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4031.tlg001.humanitext-grc1:27.5-28.7
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
厄斯特拉提奥斯区分了单纯实体与结合质料考察的复合相,论述了唯在后者中定义才可被称为原因,并阐明了亚里士多德何以选取存在于他物之中的属性(如亏蚀与协和音)而非自立实体来演练四个探求,以将一切问题归入证明科学之下。
ἢ ἐπὶ μὲν τῶν ἁπλῶν οὐσιῶν τοῦτο, ὡς μὴ εἶναι ἄλλο καὶ ἄλλο ἐν τοῖς τοιούτοις τὸ τῷδε εἶναι καὶ τόδε εἶναι·1 ἐπὶ δὲ τῶν συνθέτων καὶ μετὰ ὕλης θεωρουμένων εἰδῶν ἕτερος ὁ λόγος ἀποδιδόμενος, καὶ ἄλλος τῇ ὕλῃ συνθεωρούμενος. ψυχῇ μὲν γὰρ καὶ ψυχὴν εἶναι τὸ αὐτό, καὶ νῷ τε καὶ νοῦν· ἄνθρωπον δὲ καὶ ἀνθρώπῳ ἴσως οὐχί. διὸ καὶ αἴτιον ἐπὶ τούτων ὁ ὅρος λέγοιτ’ ἄν, ὡς εἶδος ὢν εἰς τὴν δι’ ἑαυτοῦ ἄγων τὸ ὑποκείμενον τελειότητα, εἰ καὶ μὴ ἐξῃρῆσθαι ἴσως δόξει ἀλλὰ συντετάχθαι τῷ οὗ ἐστιν αἴτιον. δόξειε δ’ ἂν εἰκότως Ἀριστοτέλης πρὸς τὸν προκείμενον σκοπὸν ταῦτα μεταχειρίζεσθαι· ἐπεὶ γὰρ περὶ ἀποδείξεως λέγων μόνα τὰ δύο ταύτῃ ζητήματα ὑπάγεσθαι εἴρηκεν ὡς τοῦ ὅτι εἶναι εἰπὼν καὶ τοῦ διότι ἀπόδειξιν, ὑπελείπετο δὲ καὶ τὸ εἰ ἔστι καὶ τί ἐστιν, ἵνα μὴ δόξῃ ἢ ἐλλιπῆ καὶ ὥσπερ ἐξ ἡμισείας τὴν διδασκαλίαν ποιήσασθαι ἢ χώραν ἑτέραις ἐπιστήμαις παρέχειν εἰς τὴν τῶν ζητουμένων τοῖς ἄλλοις ζητήμασιν εὕρεσιν, οἷον τυχὸν διαιρετικῇ ἢ ἀναλυτικῇ τὸ εἶναι εὑρισκούσαις καὶ τί εἶναι, ἐπειράθη καὶ ταῦτα ὑποθέσθαι τῇ ἀποδεικτικῇ ὡς μέσον ζητοῦντα καὶ αὐτὰ καὶ τοῖς κατ’ ἐκείνην καθυπουργοῦντα ζητήμασι,2 καὶ γυμνάζει τὸν λόγον ἐπὶ τῶν μὴ καθ’ αὑτὰ ἀλλ’ ἐν ἑτέροις ὑφεστηκότων· ἐφ’ ὧν καὶ ὁ λόγος σῴζεσθαι δύναται, ὡς ἐγχωροῦν ἐπὶ τούτων ἑκάστου τὰ τέσσαρα ζητήματα παρεισάγεσθαι, καθὼς καὶ τὰ παρ’ αὐτοῦ παρίστησι παραδείγματα, εἰ ἔστιν ἔκλειψις, τί ἐστιν, ὅτι ἐστὶ καὶ διὰ τί ἐστι· καὶ ἐπὶ τῆς συμφωνίας ὡσαύτως. εἰπὼν γὰρ ὑπὸ τὴν ἀποδεικτικὴν ἐπιστήμην πάντα τὰ ζητήματα ἀναφέρεσθαι, ἐπειδήπερ ἐπὶ τῶν ἐν ἑτέροις ἐχόντων τὸ εἶναι τὸν λόγον εὐοδούμενον εὕρισκε, τούτου ἕνεκεν ἐν τοῖς τοιούτοις μόνοις αὐτὸν ἐξήτασεν· εἰ γὰρ καὶ γῆν καὶ σελήνην καὶ τρίγωνον εἴληφεν, ἀλλ’ οὐχὶ καὶ ἐν τούτοις τὴν γυμνασίαν τῶν προβλημάτων πεποίηκεν, ὡς μήτε τοῦ εἶναι μήτε τοῦ τί εἶναι τούτων ἀναφέρεσθαι δυναμένων τῇ ἀποδεικτικῇ, εἰ μήτις ἁπλῶς βούλοιτο λέγειν ὡς ἅπας ὁρισμὸς δύναται μέσος λαμβάνεσθαι ἐν συλλογισμῷ καὶ τὸ εἶναι δι’ ἑαυτοῦ ἀποδεικνύειν τὸ ὁριστόν.3 οἷον ὅτι τί ἐστιν ἄνθρωπος; ζῷον πεζὸν δίπουν· καὶ διὰ τί ἐστιν ἄνθρωπος; διότι ἔστι ζῷον πεζὸν δίπουν. ἀλλὰ τοῦτό ἐστιν αὐτὸ δι’ ἑαυτοῦ δεικνύναι· οὐδὲν γὰρ ἕτερον ὁ ἄνθρωπος ἢ ζῷον πεζὸν δίπουν οὐδ’ αὖ τὸ ζῷον πεζὸν δίπουν ἄλλο ἢ ἄνθρωπος. καὶ οὕτω λέγοντες οὐδὲν ἕτερον φαμεν ἢ ὅτι ἄνθρωπός ἐστι, διότι ἄνθρωπός ἐστιν. ἔπειτα τῶν καθ’ αὑτὸ συμβεβηκότων ἑτέροις τὰς ἀποδείξεις εἶναι ἐμάθομεν, οὐ τῶν καθ’ αὑτὰ τὸ εἶναι ἐχόντων· πρὸς δὲ τούτοις εἰ καὶ ἕτερα ἀλλήλων εἶναι δώσομεν τὸν ὁρισμὸν καὶ τὸ ὁριστόν, εἰ ἀντιστρέφουσι, πῶς οὐχὶ δι’ ἀλλήλων ἀποδειχθήσεται, καὶ ἔσται ἀλλήλων αἴτια καὶ πρῶτα καὶ ὕστερα, ὅπερ ἄτοπον.
抑或在单纯实体的情况中确是如此,以至于在这类事物中,是这个与作为这个的存在并非不同的两样东西;但在复合的、与质料一同被考察的相中,被给出的言辞是不同的,而与质料一同被考察的是另一回事?因为对于灵魂而言,[作为灵魂的存在]与灵魂是同一的,对于理智而言,[作为理智的存在]与理智也是同一的;但人与对于人而言[作为人的存在]或许并非如此。因此在这些事物中,定义也可以被称为原因,作为相而通过自身将承载者引向圆满性,即使它或许被认为并非超离,而是与其作为其原因的事物相协同。并且亚里士多德看来合情合理地是针对眼前所设定的目标来处理这些问题的。因为他在谈论证明时曾说只有这两个探求从属于证明,指出存在对“存在[事实]”与对“为何存在”的证明,而“是否存在”与“是什么”则遗留了下来;为了不让人觉得他作出的教学是不完备的且宛如只做了一半,或者给其他科学留出余地以在其他探求中去发现被探求之物——例如假定由划分术或分析术去发现存在与作为某物的存在——他试图把这些探求也归置于证明科学之下,将它们本身也视为探求中项并辅助从属于该科学之探求的事物,并且他就那些并非自体存在而是在他物之中得以确立的事物来演练这篇言论。在这些事物中,言论确实能够得以保全,因为容许在这每一项上引入四个探求,正如由他给出的例证所表明的那样:交食是否存在、是什么、存在、以及为何存在;在协和音上同样如此。因为既然他曾说所有的探求都被归结到证明科学之下,而他又发现在那些在他物中具有存在的事物上言论顺利展开,正是为此缘故他仅仅在这些事物上对该言论作了考察。因为即便他曾取了地、月亮与三角形,但他并没有在这些事物上进行诸问题的演练,因为这些事物的存在和作为其存在的本质都不能被归结到证明科学之下——除非有人愿意简单地说,每一个定义都可以在三段论中被作为中项选取,并通过自身来证明被定义者的存在。比如:“人是什么?两足的陆生动物。那么人为何存在?因为他是两足的陆生动物。”但这乃是通过自身来证明自身;因为人不是两足陆生动物之外的任何他物,反之两足陆生动物也不是人之外的任何他物。并且我们如此说,无非是在说“人存在,因为人存在”。其次,我们曾学过,证明是关于自体附属于他物之属性的,而不是关于自体具有存在之事物的。此外,即便我们承认定义与被定义者彼此互为不同之物,如果它们可以换位,它们又怎能不通过彼此而被证明,并且互为原因、既先于又后于对方呢?而这是荒谬的。
- 1.29τὸ τῷδε εἶναι καὶ τόδε εἶναι
τῷδε εἶναι 是亚里士多德式的“对于此物而言的存在”(本质)的与格加不定词结构,在此与 τόδε εἶναι(“是此物 / 此个别物”)相对比,表明在单纯实体中个体与其本质并无分别。
- 1.29ἐπειράθη καὶ ταῦτα ὑποθέσθαι τῇ ἀποδεικτικῇ ὡς μέσον ζητοῦντα καὶ αὐτὰ καὶ τοῖς κατ’ ἐκείνην καθυπουργοῦντα ζητήμασι
该从句的主要动词是 ἐπειράθη,主语是亚里士多德。分词 ζητοῦντα 与 καθυπουργοῦντα 为中性复数宾格,修饰 ταῦτα(即“是否存在”与“是什么”这两个探求)。καθυπουργοῦντα 支配与格短语 τοῖς κατ’ ἐκείνην ... ζητήμασι(即从属于证明科学的探求,即“存在”与“为何存在”)。
- 1.29εἰ μήτις ἁπλῶς βούλοιτο λέγειν ὡς ἅπας ὁρισμὸς δύναται μέσος λαμβάνεσθαι ἐν συλλογισμῷ καὶ τὸ εἶναι δι’ ἑαυτοῦ ἀποδεικνύειν τὸ ὁριστόν
条件从句 εἰ μήτις ... βούλοιτο 采用祈愿语气表示潜在的假设(“除非有人愿意说……”)。在不定词短语中,ἅπας ὁρισμός 是 ἀποδεικνύειν 的主语,带冠词的不定词短语 τὸ εἶναι ... τὸ ὁριστόν(其中 τὸ ὁριστόν 是 εἶναι 的宾格主语)是直接宾语(“通过自身证明被定义者的存在”)。
