← 尼西亚的欧斯特拉提乌斯

亚里士多德《后分析篇》第二卷注释

§26.6-27.5

协和音之例与单纯探求中的中项探讨

针对亚里士多德以协和音为例提出四个问题之处(90a21),注释者在补足句末省略的同时提出疑问:在“是否存在”与“是什么”这类单纯问题中,被探求者是否也能说是中项;并通过原因与中项的区别以及定义与本质的同一性对此进行了深入探讨。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.29#1

" Ἆρ’ ἔστι συμφωνεῖν τὸ ὀξὺ καὶ τὸ βαρύ; ἆρ’ ἔστιν ἐν ἀριθμοῖς ὁ λόγος αὐτῶν; λαβόντες δ’ ὅτι ἔστι, τίς οὖν ἐστιν ὁ λόγος;" Ἐπειδὴ τὴν μὲν ἔκλειψιν πολλάκις εἰς παράδειγμα εἴληφε, τὴν δὲ συμφωνίαν ὥσπερ καινόν τι νῦν παρεισήνεγκε, τούτου χάριν τὰ τέσσαρα καὶ ἐπ’ αὐτῆς γυμνάζει προβλήματα. τὸ δὲ τίς οὖν ὁ λόγος ἐλλιπῶς τελευταῖον εἰσήνεγκεν ἀκουομένου τοῦ ζητοῦμεν.1 ἀπορήσειε δ’ ἄν τις, εἰ ἁπλᾶ τὰ προβλήματα τὸ εἰ ἔστι καὶ τί ἐστι, πῶς καὶ ἐπ’ αὐτῶν τὸν μέσον εἶναί φησι τὸν ζητούμενον· ὁ γὰρ μέσος ἄκρων ἐστὶ μέσος, τὰ δὲ ἄκρα ἀλλήλων ἕτερα· ὅπου δὲ ἕν τι καὶ ταὐτόν, πῶς τούτου ἔσται τι μέσον; ἐπὶ μὲν γὰρ τοῦ ὅτι καὶ διὰ τί, συνθέτων ὄντων ζητημάτων καὶ ἕτερα ἀλλήλων ἐχόντων τὸ ἐν ᾧ τε καὶ ὅ, καὶ μέσος παραλαμβάνεται εἰς ἓν δι’ ἑαυτοῦ συνάγων τὰ ἕτερα· ἐπὶ δὲ τῶν ἁπλῶν οὐδαμῇ τις χώρα τῷ μέσῳ λείπεται. πῶς οὖν ἐπὶ τῶν ἁπλῶν τὸν μέσον εἶναι τὸ ζητούμενον εἴρηται; ἢ οὐχ ὡς ἐπὶ πάντων μέσου ὄντος τοῦ ζητουμένου εἴρηται τοῦτο, ἀλλ’ ὡς αἰτίου μὲν ἐπὶ πάντων, δυνατοῦ δὲ ὄντος τοῦ αἰτίου μέσου γίνεσθαι οὐχὶ καὶ ἐπὶ τῶν ἁπλῶν, ἀλλ’ ἐπὶ τῶν συνθέτων μόνων. ὡς γὰρ αἰτίου ζητουμένου τοῦ ὅρου ἐπὶ τοῦ εἰ ἔστι καὶ τί ἐστιν, ἐπὶ τούτων εὑρεθέντος, λαβεῖν αὐτὸν ὡς μέσον2 ἐπὶ τοῦ διὰ τί ἐστι δυνατόν. ὡς ἐκεῖ μὲν εἶναι αὐτὸν ἐνεργείᾳ μὲν αἴτιον, δυνάμει δὲ μέσον, ἐπὶ δὲ τοῦ διὰ τί ἐνεργείᾳ ἄμφω καὶ μέσον καὶ αἴτιον. μεταξὺ γὰρ οὑτινοσοῦν πράγματος καὶ τοῦ ἰδίου αὐτοῦ τί ἐστιν εἶναί τι οὐκ ἐνδέχεται· εἰ δὲ καὶ ἦν, καὶ ἐκεῖνο ἂν ἦν τὸ ζητούμενον, εἴ γε τοῦ μέσου ἡ ζήτησις, ἀλλ’ οὐχὶ τὸ τοῦ πράγματος τί ἐστι· νῦν δὲ τοῦτο ζητεῖσθαι λέγεται. ἀλλ’ οὐδ’ ἂν ὑπῆρχεν ἁπλοῦν τὸ πρόβλημα, εἰ οὕτως ἀπ’ ἀλλήλων διίστατο τὸ πρᾶγμά τε καὶ τὸ αὐτοῦ ἴδιον τί ἐστιν, ὡς καί τι μέσον αὐτῶν εὑρίσκεσθαι· ἐπεὶ δὲ καὶ ἐφ’ ὧν ζητημάτων ἀπόδειξις, ἐπὶ τούτων καὶ μέσον, ἐφ’ ὧν δ’ οὐχί, οὐδὲ μέσον, εἴη ἂν ἐπὶ μὲν τοῦ ὅτι καὶ διὰ τί μέσον, ἐπεὶ καὶ ἀπόδειξις, ὡς ἐν τῷ πρὸ τούτου βιβλίῳ ἐμάθομεν, ἐπὶ δὲ τῶν ἄλλων οὐχί, καθὼς προϊοῦσι δῆλον γενήσεται, ὅταν ὅτι οὐκ ἔστι τοῦ τί ἐστιν ἀπόδειξις δείκνυται. πῶς δὲ καὶ ὅλως αἴτιον φήσομεν ἐπὶ τῶν ἁπλῶν ζητημάτων οὕτως ὡς ὅρον, εἴ γε οὐκ ἄλλο παρ’ ἐκεῖνο ἑκάστῳ τὸ τί ἐστιν, ὡς μηδὲ κατηγορίαν λέγεσθαι τοῦ ὅρου, καθ’ οὗ ὅρος ἐστί. τὸ γὰρ αἴτιόν τινός ἐστιν αἴτιον· ὅταν δὲ ὁ ὅρος οὐκ ἔστι τοῦ ὁριστοῦ ἕτερον ἢ μόνον ὅσον ἐπεξηγεῖσθαι ὡς λόγον τὸ οὗ λόγος ἐστί,3 πῶς αἴτιον καὶ αἰτιατὸν ἐν τοῖς τοιούτοις ἐροῦμεν;

“高音与低音是否可能协和?它们的比例是否在数之中?在把握了它存在之后,那么,这比例是什么?” 由于他曾屡次将亏蚀作为例证,而如今将协和音作为某种新事物引入,因此他也在协和音上演练这四个问题。而他最后以省略的形式引入“那么,这比例是什么”,是因为其中意会着“我们探求”。然而人们或许会产生疑问:如果“是否存在”与“是什么”是单纯的问题,他怎么说在它们之中所探求的也是中项呢?因为中项是两极项的中项,而两极项是彼此不同的;但凡是单一且同一之处,怎么会有属于此物的中项呢?因为在“存在[事实]”与“为何存在”的情况中,由于探求是复合的,且承载者与被承载者彼此不同,中项也被采用来通过自身将不同者归结为一;而在单纯事物的情况中,则完全没有给中项留下任何余地。那么,怎么能说在单纯事物中被探求的也是中项呢?抑或这番话并不是指在所有情况中所探求的都是中项,而是指在所有情况中都是原因,而原因能够成为中项并非在单纯事物中亦然,而是在复合事物中才是?因为在“是否存在”与“是什么”中作为原因被探求的定义,一旦在这些之中被发现,就有可能在“为何存在”中将其作为中项来选取;以致于在前者之中它在现实上是原因,在潜能上是中项,而在“为何存在”中它在现实上兼为两者,既是中项又是原因。因为在任何事物与它自身特有的“是什么”之间,不可能存在某种中间事物;即便真有,若探求确实是对中项的探求,那介于中间之物也就会是被探求的对象,而不是该事物的“是什么”了;但事实上现在所说被探求的正是后者。而且,如果事物与其自身特有的“是什么”彼此隔开到竟能发现它们之间的某种中项,那么这问题就不会是单纯的了。再者,既然凡是有证明的探求之处,在这些之中就有中项,而没有证明之处,也就没有中项,那么在“存在”与“为何存在”中就会有中项,因为正如我们在前一卷中所学到的,在此亦有证明;但在其他探求中则不然,正如随着我们继续研读,在并不存在对“是什么”的证明这一点被表明时所将显明的那样。况且,如果在各事物中“是什么”并不是除了该事物自身之外的另一物,以至于定义甚至不能被称为它作为其定义之物的谓词,那么我们在单纯的探求中究竟如何能一般性地把定义说成是原因呢?因为原因乃是某物的原因;而当定义与被定义者除了仅仅在于作为言辞来阐明那它是其言辞的事物之外毫无不同时,在这样的事物中我们又如何能谈论原因与被引起者呢?

语法注3 条
  1. 1.29ἀκουομένου τοῦ ζητοῦμεν

    属格独立结构,指出所应意会补足的词即动词形式 ζητοῦμεν(“我们探求”),用以说明前面的副词 ἐλλιπῶς(“省略地”)。

  2. 1.29ὡς ἐκεῖ μὲν εἶναι αὐτὸν ἐνεργείᾳ μὲν αἴτιον, δυνάμει δὲ μέσον

    连词 ὡς 搭配不定式(εἶναι)构成引申的结果/说明从句(相当于 ὥστε)。不定式的宾格主语 αὐτόν 指前文的 ὁ ὅρος(“定义”),ἐκεῖ 则指代单纯问题(“是否存在”与“是什么”)。

  3. 1.29ὅταν δὲ ὁ ὅρος οὐκ ἔστι τοῦ ὁριστοῦ ἕτερον ἢ μόνον ὅσον ἐπεξηγεῖσθαι ὡς λόγον τὸ οὗ λόγος ἐστί

    ὅσον 搭配不定式(ὅσον ἐπεξηγεῖσθαι)与 ἕτερον ... ἢ μόνον 连用,表示程度或限制(“除了仅在阐明……的范围内之外不具有区别”)。名词化的关系分句 τὸ οὗ λόγος ἐστί(“它是其言辞的那个对象”,即被定义物)作不定式 ἐπεξηγεῖσθαι 的直接宾语,ὡς λόγον 则作表语性同位语(“作为言辞”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4031.tlg001.humanitext-grc1:26.6-27.5