- 底本
- Eustratius, In Analyticorum Posteriorum Librum Secundum Commentarium. Commentaria in Aristotelem Graeca XXI.1, ed. M. Hayduck, Berlin: Reimer 1907, pp. 1-270. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4031.tlg001.humanitext-grc1:268.12-268.31
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
欧斯特拉提乌斯阐明亚里士多德在《后分析篇》卷二第19章(100b3)中如何就关于原理的两个探究(原理如何为人所知,以及何种状态认识它们)之中的第一个得出结论,论证第一原理必然是通过源自感觉的归纳而被认识的。
" Δῆλον δὴ ὅτι ἡμῖν τὰ πρῶτα." Δύο ἦν ἐξ ἀρχῆς τὰ ζητούμενα περὶ τῶν ἀρχῶν, πῶς τε γίνονται γνώριμοι, καὶ τίς ἡ γνωρίζουσα ἕξις. τὰ μὲν δὴ μέχρι τοῦ νῦν εἰρημένα περὶ τοῦ πῶς γίνονται γνώριμοι παραδέδοται, ἐφ’ οἷς καὶ συμπεραίνει λέγων ὅτι δῆλόν ἐστιν ὅτι ὁ τρόπος, καθ’ ὃν αἱ ἀρχαὶ μὴ ἐξ ἀρχῆς ἐνοῦσαι γίνονται γνώριμοι, ἐπαγωγή ἐστιν. ἐπεὶ γὰρ ἐξ αἰσθήσεως τὸ καθόλου ἀρχὴν λαμβάνει, ἡ δὲ αἴσθησις τῶν καθ’ ἕκαστα, ὁ τρόπος τῆς τοῦ καθόλου γνωρίσεως ἐκ τῶν καθ’ ἕκαστά ἐστι τοῦ καθόλου συναγομένου·1 τοῦτο δέ ἐστιν ἐπαγωγή. καὶ γὰρ ὃ ἐπὶ τῶν καθόλου ἁπλῶς εἴρηται, τοῦτο καὶ ἐπὶ τῶν ἀρχῶν ἔστιν εἰπεῖν. ὡς γὰρ τὸ καθόλου ἐκ τῶν καθ’ ἕκαστα καὶ αἰσθητῶν λαβὸν τὴν ἀρχὴν ἐν τῇ ψυχῇ συναγείρεται, οὕτω καὶ αἱ ἀρχαί. ἐκ γὰρ τοῦ ἰδεῖν ὅτι τόδε τῷδε ἴσον καὶ τόδε τῷ αὐτῷ καὶ τόδε μανθάνομεν ὅτι τὰ τῷ αὐτῷ ἴσα καὶ ἀλλήλοις ἐστὶν ἴσα· καὶ ἐκ τοῦ γνῶναι καθ’ ἕκαστον ὅτι2 ἐπὶ τοῦδε ἢ κατάφασις ἢ ἀπόφασις ἀληθής, καὶ ἐπὶ τοῦδε ὡσαύτως καὶ ἐπὶ τοῦδε, γνωρίζομεν ὅτι καὶ ἐπὶ παντὸς ἢ κατάφασις ἢ ἀπόφασις, καὶ ἐπὶ πάσης ἀρχῆς τὸ αὐτό· ὥστε τὰ πρῶτα ἐπαγωγῇ ἐξ ἀνάγκης γνωρίζεται. καὶ τοῦτο κατασκευάζων ἐπάγει καὶ γὰρ ἡ αἴσθησις οὕτω τὸ καθόλου ἐμποιεῖ· ἐπαγωγικῶς γάρ, φησί, καὶ ἡ αἴσθησις ἐμποιεῖ τὸ καθόλου, ἐκ τῶν καθ’ ἕκαστα τὸ καθόλου συνίστασθαι ποιοῦσα.
“因此显而易见,对我们而言,最初的事物……” 从一开始,关于诸原理所探求的问题就有两个:它们是如何为人所知的,以及认识它们的状态是什么。现在,直到目前为止所说的内容,都是关于它们如何为人所知而被传授的;在此基础上,他也得出结论说,并非从一开始就内在存在的原理为人所知的方式显然是归纳。因为既然普遍从感觉获得开端,而感觉是关于个别事物的,那么认识普遍的方式就是从个别事物出发,普遍借此被汇集起来;而这就是归纳。因为事实上,就无条件意义上的普遍所说的话,就原理而言也同样可以这样说。因为正如普遍从个别事物和感觉对象获得开端并在灵魂中汇聚起来那样,诸原理也是如此。因为正是通过看到这个等于这个,而这个等于同一个,并且这个也是如此,我们才得知:凡与同一事物相等者,彼此也相等;并且通过逐一认识到对于这个而言或肯定或否定为真,对于这个同样如此,对于这个也是如此,我们才认识到:对于一切事物而言也是或肯定或否定为真,而在每一个原理上也是同样的情形;因此,最初的事物必然是通过归纳被认识的。为了确立这一点,他接着说:“因为感觉也正是这样产生普遍的”;他说,因为感觉也以归纳的方式产生普遍,使得普遍从个别事物中建立起来。
- 1.366ἐκ τῶν καθ’ ἕκαστά ἐστι τοῦ καθόλου συναγομένου
句子的核心谓语结构是“认识普遍的方式是从个别事物出发”(ὁ τρόπος [...] ἐκ τῶν καθ’ ἕκαστά ἐστι),介词短语作为连系动词 ἐστι 的表语。随后的 τοῦ καθόλου συναγομένου 是独立属格结构,补充说明普遍从个别事物中产生时的方式或伴随情状(“伴随着普遍被汇集”)。
- 1.366ἐκ τοῦ γνῶναι καθ’ ἕκαστον ὅτι
καθ’ ἕκαστον 在此并非支配省略属格的介词短语,而是中性单数宾格形式用作副词性短语,意为“逐一地”或“在每个个别情形下”,修饰冠词不定词 τοῦ γνῶναι。认识的具体内容则由随后的 ὅτι 从句(ὅτι ἐπὶ τοῦδε...)引导。
