← 尼西亚的欧斯特拉提乌斯

亚里士多德《后分析篇》第二卷注释

§268.32-270.14

把握原理的状态即理智与灵魂的划分

厄斯特拉齐奥斯注疏亚里士多德在100b5处的论证,通过对灵魂诸状态的划分说明:把握原理的状态既非意见亦非推算,也不是依赖证明的科学知识本身,而唯有理智(奴斯),理智因而是科学知识的原理。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.367

" Ἐπεὶ δὲ τῶν περὶ τὴν διάνοιαν ἕξεων." Περὶ τοῦ δευτέρου ἐντεῦθεν ζητήματος ἀποδίδωσι, τίς ἡ γνωρίζουσα τὰς ἀρχὰς ἕξις, καὶ δείκνυσιν ὅτι νοῦς. πρόεισι δ’ αὐτῷ ὁ λόγος κατὰ διαίρεσιν· φησὶ γὰρ ὅτι τῶν περὶ τὴν διάνοιαν γνωστικῶν ἕξεων αἷς ἀληθεύομεν, ταὐτὸν δὲ εἰπεῖν ἀληθευτικῶν. εἰπὼν γὰρ αἷς ἀεὶ ἀληθεύομεν τὰς γνωστικὰς ἐδήλωσε διαστέλλων αὐτὰς ἀπὸ τῶν ὀρεκτικῶν, εἰπὼν δὲ τῶν περὶ τὴν διάνοιαν διέστειλεν αὐτὰς ἀπὸ τῶν γνωστικῶν μὲν ἀλόγων δέ, λέγω δὴ αἰσθήσεως καὶ φαντασίας, καὶ εἴ τις εἴη ἑτέρα· αὗται γὰρ οὐ περὶ τὴν διάνοιαν ὡς καὶ τοῖς ἀλόγοις ἐνοῦσαι, ἐκεῖναι δὲ μόναι περὶ αὐτὴν ὅσαι λογικαί, καὶ ἐκεῖναι μόναι ἀληθευτικαὶ ὅσαι γνωστικαί. αἱ γὰρ ὀρεκτικαὶ ὀρέγεσθαι μόνον, οὐχὶ καὶ ἀληθεύειν πεφύκασιν. αὗται δέ εἰσιν ἄλογοι μὲν θυμὸς καὶ ἐπιθυμία, λογικαὶ δὲ βούλησις καὶ προαίρεσις. τῶν δὴ περὶ τὴν διάνοιαν, τουτέστι τῶν λογικῶν ἕξεων, αἷς ἀληθεύειν πεφύκαμεν, ἤγουν καὶ γνωστικῶν αἱ μὲν ἀεὶ ἀληθεῖς εἰσιν, αἱ δ’ οὐκ ἀεὶ ἀληθεῖς, ἀλλὰ παραδέχονταί ποτε καὶ τὸ ψεῦδος· αὗται δέ εἰσι δόξα καὶ λογισμός, ἡ μὲν περὶ τὰ θεωρητὰ ἔχουσα, ὁ δὲ περὶ τὰ πρακτά, ὅστις καὶ πρακτικὸς νοῦς λέγεται. ὁ γὰρ ἐν ἡμῖν λόγος περὶ τῶν πρακτέων ἐξετάζων καὶ λογιζόμενος καὶ τόδε μὲν ἀποδοκιμάζων, τόδε δὲ προαιρούμενος λογισμὸς λέγεται καὶ πρακτικὸς νοῦς, τὸ μὲν ὡς λογίσει ὑποβάλλων καὶ ἐξετάσει καὶ κρίσει τὰ πράγματα, τὸ δ’ ὡς εἰς πρᾶξιν ἀποτελευτῶσαν ἔχων τὴν θεωρίαν.1 εἰσὶν οὖν αἱ δυνάμεις ἄμφω αὗται περὶ τὰ ἐνδεχόμενα καὶ ἄλλως ἔχειν, καὶ διὰ τοῦτο καὶ πῇ μὲν ἀληθεύουσι, πῇ δὲ ψεύδονται· ἡ δὲ ἐπιστήμη καὶ ὁ νοῦς πρὸς τὰ ἀναγκαῖα καὶ ἀεὶ ὡσαύτως ἔχοντα καταγινόμεναι2 ἀεὶ ἀληθεῖς εἰσι. τῶν μὲν οὖν πῇ ἀληθευουσῶν οὐδεμία ἂν εἴη γνωστικὴ τῶν ἀρχῶν· εἰ γὰρ ἡ ἐπιστήμη ἀεὶ ἀληθής, πῶς ἂν τῶν αὐτῆς ἀρχῶν εἴη χορηγὸς ἡ πῇ ἀληθής; ἀλλ’ οὐδὲ ἐπιστήμη τῶν ἀρχῶν γνωστική· αἱ μὲν γὰρ ἀρχαὶ τῶν ἀποδείξεων γνωριμώτεραι, ὥστ’ οὐκ ἔσται τούτων ἀπόδειξις· ἔσται γὰρ ἂν καὶ γνωριμωτέρα τῶν ἀρχῶν.3 ἀλλὰ καὶ ἐπιστήμη δι’ ἀποδείξεως πᾶσα μετὰ λόγου· συλλογισμὸς γάρ τις ἡ ἀπόδειξις. ἀνάγκη ἄρα τι γένος γνώσεως ἕτερον ἐπέκεινα τῆς δι’ ἀποδείξεως ἐπιστήμης εἶναι, ᾧ γνωρισθήσονται αἱ ἀρχαί. ἐπεὶ δὲ οὐδὲν ἐπιστήμης ἐπέκεινα παρὰ τὸν νοῦν ἐστι γένος γνώσεως οὐδ’ ἐνδέχεται ἀληθέστερον ἐπιστήμης εἶναί τι ἄλλο ἢ τὸν νοῦν, νοῦς ἂν εἴη ὁ γνωστικὸς τῶν ἀρχῶν. οὕτω μὲν οὖν ἐκ διαιρέσεως ἔδειξε πρὸς ἁπάσας τὰς γνωστικὰς ἕξεις, ὡς μηδὲν ἄλλο εὑρίσκεσθαι τοῦτον τὸν τρόπον γνωστικὸν τῶν ἀρχῶν ἢ τὸν νοῦν. ἰδίᾳ δὲ πρὸς αὐτὴν τὴν ἀπόδειξιν οὕτως· ἀποδείξεως γάρ, φησίν, ἀρχὴ οὐκ ἀπόδειξις, ἀλλ’ ἄλλο τι ὑπὲρ ἀπόδειξιν, ὅπερ ἔσται γνωριμώτερον μέν, οὐ δι’ ἀποδείξεως δέ. ὥστ’ οὐδὲ ἐπιστήμη ἔσται ἀρχὴ ἐπιστήμης, ἀλλ’ ἄλλο τι ὑπὲρ ἐπιστήμην. ἔστι δὲ ἀπόδειξις μὲν ὁ ἀποδεικτικὸς συλλογισμός, ἐπιστήμη δὲ ἡ τῆς ψυχῆς ἕξις, καθ’ ἣν τὸ ἐπιστητὸν γνωρίζουσα ὅτε τὸν λόγον ἀπαιτεῖται, προβάλλεται τὴν ἀπόδειξιν. ὥσπερ οὖν τῆς κυρίως καὶ πρώτης ἀποδείξεως (αὕτη δέ ἐστιν ἡ ἀμέσως χρωμένη ταῖς ἀρχαῖς) οὐκ ἔστιν ἀπόδειξις, οὕτως οὐδὲ τῆς ἐπιστήμης ἐπιστήμη· ἐπ’ ἄπειρον γὰρ ἂν προβαίη ἡ ἀπόδειξίς τε καὶ ἡ ἐπιστήμη, εἰ τοῦτο δοίη τις, καὶ οὔτε ἀπόδειξις ἐντεῦθεν ἔσται οὔτ’ ἐπιστήμη. εἰ τοίνυν οὔτε τῶν μετὰ τὴν ἐπιστήμην ἕξεων αἱ ἀρχαὶ οὔτε τῆς ἐπιστήμης αὐτῆς, λείπεται ἐπέκεινά τινος εἶναι ἕξεως. οὐδεμίαν δὲ ἔχομεν ἄλλην τινὰ δύναμιν ἀληθευτικὴν ἤτοι γνωστικὴν παρὰ τὰς ἀπηριθμημένας ἢ νοῦν· ὥστε νοῦς ἂν εἴη ἐπιστήμης ἀρχή. καὶ ἡ μὲν ἀρχὴ τῆς ἐπιστήμης, ἥτις ὁ νοῦς ἐστι, τῆς ἀρχῆς ἐστι γνωστική, ἡ δὲ πᾶσα ἐπιστήμη ὁμοίως ἔχει πρὸς ἅπαν τὸ ἐπιστητὸν πρᾶγμα, ἤγουν ἔσται καὶ αὐτὴ γνωστικὴ τοῦ παντὸς ἐπιστητοῦ πράγματος. ὡς γὰρ ἡ ἀρχὴ τῆς ἐπιστήμης ὁ νοῦς πρὸς τὴν ἀρχὴν ἔχει τοῦ ἐπιστητοῦ γνωστικὴ οὖσα αὐτοῦ, οὕτως ἡ πᾶσα ἐπιστήμη πρὸς πᾶν ἕξει τὸ ἐπιστητὸν γινώσκουσα αὐτό.

“既然在关于思辨的状态中……” 从此他便针对第二个问题给出解答,即认识诸原理的状态是什么,并证明它是理智。他的论证依照划分法推进;因为他说,在关于思辨的、我们借以把握真理的认识性状态——换言之即把握真理的状态——之中[……]。因为通过说“我们借以始终把握真理”,他表明了这些认识性状态,将它们与欲求性状态区分开来;而通过说“在关于思辨的状态中”,他又将它们与虽具认识性却是无理性的状态区分开来,我指的是感觉与想象,以及若还有任何其他的状态;因为这些并不属于思辨,正如它们也存在于无理性的动物之中,而唯有理性的状态才属于思辨,且唯有认识性的状态才把握真理。因为欲求性状态按其本性仅在于欲求,而不在于同时也把握真理。在这些状态中,无理性的是愤怒和欲望,而理性的是意愿和抉择。在关于思辨的状态,即我们按本性借以把握真理的理性状态,也就是认识性状态之中,有些始终为真,而另一些则并不始终为真,而是有时也接纳虚妄;这些就是意见和推算,前者涉及理论事物,而后者涉及实践事物,后者也被称为实践理智。因为我们内部对当行之事进行审视、推算,否定这个而抉择那个的理性,被称为推算和实践理智;前一名称是因为它将事物置于推算、审视和判断之下,而后一名称是因为它的沉思归宿于行动。因此,这两种能力都涉及可以处于其他状态的事物,并正因如此,它们在某一方面把握真理,在另一方面陷入虚假;但科学知识和理智由于致力于必然且始终如一的事物,因而始终为真。在仅于某一方面把握真理的状态中,没有一个能够认识诸原理;因为如果科学知识始终为真,那么仅于某一方面把握真理的状态怎能成为〔科学知识〕原理的提供者呢?但科学知识也不能认识诸原理;因为原理比证明更为可知,因此对原理将不会有证明;因为若有证明,它就会比原理更为可知。然而,一切科学知识都是通过证明且伴随逻辑论述的;因为证明是某种三段论。因此必然存在某种超越通过证明的科学知识的另一种认知属类,原理将借由它而被认识。既然除了理智之外,没有任何认知属类超越科学知识,除了理智之外也不可能有任何其他事物比科学知识更真,那么认识诸原理的就必定是理智。因此,他以这种方式,根据对一切认识性状态的划分证明了:按这种方式,除了理智之外找不到任何认识原理的东西。而专门针对证明本身,则是如此证明的:因为他说,证明的原理不是证明,而是超越证明的某种别的事物,它更为可知,却不是通过证明而得的。因此,科学知识的原理也不会是科学知识,而是超越科学知识的某种别的事物。证明是论证性三段论,而科学知识则是灵魂的状态,依据它,灵魂认识可知之物,当被要求给出说明时,便提出证明。因此,正如对于严格意义上的第一证明(即直接使用原理的证明)而言没有证明,同样对于科学知识而言也没有科学知识;因为如果有人承认这一点,证明和科学知识就会陷入无穷倒退,并且由此既不会有证明,也不会有科学知识。那么,如果原理既不属于科学知识之后的状态,也不属于科学知识本身,所剩下的就是:它们属于超越它的某种状态。而除了已列举的状态之外,除了理智,我们没有任何其他把握真理的即认识性的能力;因此,理智将是科学知识的原理。科学知识的原理即理智认识原理,而整体科学知识则同样对应于整个可知事物,也就是说,它自身也将认识整个可知事物。因为正如科学知识的原理即理智对应于可知对象的原理并能认识它,同样,整体科学知识也将对应于整个可知对象并认识它。

语法注3 条
  1. 1.367τὸ μὲν ὡς λογίσει ὑποβάλλων καὶ ἐξετάσει καὶ κρίσει τὰ πράγματα, τὸ δ’ ὡς εἰς πρᾶξιν ἀποτελευτῶσαν ἔχων τὴν θεωρίαν

    中性宾格短语 τὸ μέν ... τὸ δέ 作状语(或分别对应前文的两个名称 λογισμός 与 πρακτικὸς νοῦς),表示命名各自的缘由:“前一名称是因为……,后一名称是因为……”。

  2. 1.367καταγινόμεναι

    虽然主语是由阴性名词 ἡ ἐπιστήμη 与阳性名词 ὁ νοῦς 构成的复合主语,但分词 καταγινόμεναι 采用了阴性复数形式。这既可能是受阴性名词 ἐπιστήμη 的同化(吸引),也可能是按照其所指代的能力(δυνάμεις)或状态(ἕξεις)这一上位概念而达成的意念一致。

  3. 1.367ἔσται γὰρ ἂν καὶ γνωριμωτέρα τῶν ἀρχῶν

    带有 ἔσται ἄν 的归谬式结构。省略的主语需承接前句补入 ἀπόδειξις(证明):“因为[若有对原理的证明,该证明]就会变得比原理更为可知”,而原理依定义应是最可知的,因而导出荒谬。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4031.tlg001.humanitext-grc1:268.32-270.14