- 底本
- Eustratius, In Analyticorum Posteriorum Librum Secundum Commentarium. Commentaria in Aristotelem Graeca XXI.1, ed. M. Hayduck, Berlin: Reimer 1907, pp. 1-270. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4031.tlg001.humanitext-grc1:267.1-268.11
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
厄斯特拉提俄斯论述了从感觉经由个别事物的记忆上升至种与属等更高阶普遍的过程,并对亚里士多德“无差别者之一”的表述在指称个体之外,提出了将其解释为种本身的替代性构文理解。
τοῦτο δὲ ποιεῖ πανταχοῦ καὶ ἐν πᾶσι τοῖς ὁμοειδέσι, τῶν καθ’ ἕκαστα αἰσθημάτων τοὺς τύπους ἐν τῇ μνήμῃ φέρουσα ἑστηκότας, ἕως εἰς τὰ ἀμερῆ στῇ καὶ τὰ καθόλου, τουτέστι τὰ καθόλου καὶ κοινὰ καὶ ἐν πᾶσιν ὅμοια καὶ ἀδιάφορα στῇ ἐν αὐτῇ. ἑκάστου γὰρ εἴδους τὰ ἄτομα καὶ ἓν ἀριθμῷ ἐν τῇ μνήμῃ συνάγουσα καὶ τὸ ὅμοιον καὶ ταὐτὸν ἐν πᾶσι κατανοοῦσα τὸ καθόλου ἵστησιν ἐν ἑαυτῇ. εἶτα καὶ παράδειγμα οἷον τοιονδὶ ζῷον, ἕως ζῷον, καὶ ἐν τούτῳ ὡσαύτως. τοιονδὶ ζῷον εἴποις ἂν τὸ καθ’ ἕκαστον, ἐν ᾧ καὶ συμβεβηκότα ἐστί. ἵστησιν οὖν τόδε τὸ ζῷον καὶ τόδε καὶ τόδε τῇ μνήμῃ, ἕως ἂν τὸ ἁπλῶς ζῷον ἀποτελέσῃ καὶ τὸ καθόλου στῇ. καὶ ἐν τούτῳ ὡσαύτως, τουτέστι τὸ αὐτὸ ποιεῖ καὶ ἐν τῷ ἁπλῶς ζῴῳ· ὅπερ ἐν τοῖς κατ’ εἶδος ἀδιαφόροις πεποίηκε, τὸ αὐτὸ καὶ ἐν τοῖς κατὰ γένος ἀδιαφόροις ποιεῖ. αὐτὸ γὰρ ὡς ἓν τὸ ζῷον ἐν ἑαυτῇ στήσασα λαμβάνει καὶ τὰ ἀντιδιῃρημένα αὐτῷ, καὶ τὸ ἐν αὐτοῖς θεωρήσασα ὅμοιον καὶ ταὐτὸν τὸ αὐτῶν περιεκτικὸν γένος ἵστησιν ἐν ἑαυτῇ· καὶ οὕτως ἐπὶ πάντων, ἕως ἂν ἐπὶ τὴν πρώτην ἀρχὴν ἀναχθῇ. εἰ δὲ βούλει, καὶ ἑτέρως ἐκληψόμεθα τὸ θεώρημα, τὸ ἑνὸς τῶν ἀδιαφόρων μὴ περὶ τῶν ἐν ἀριθμῷ λεγόμενον νοοῦντες,1 ἀλλὰ περὶ τῶν εἰδῶν, ἵν’ εἴη οὕτως· στάντος γὰρ πρῶτον καὶ ἐξ ἀρχῆς ἑνὸς τῶν εἰδῶν ἐν τῇ ψυχῇ, ἅπερ ἀδιάφορα καὶ ταὐτὰ ἐν τοῖς καθ’ ἕκαστα ἐνόντα θεωρεῖται, στάντος δὲ οὐ καθ’ ἓν τῶν καθ’ ἕκαστα, ἀλλὰ καθόλου ὡς ἤδη τοῦ καθόλου ἐγγεγονότος’, εἶτα διὰ μέσου ἑρμηνεύσας, πῶς τὸ καθόλου ἐγγίνεται (διὰ γὰρ τῆς αἰσθήσεως ὡς καὶ αὐτῆς τρόπον τινὰ γνωριζούσης τὸ καθόλου, εἰ καὶ συγκεχυμένως καὶ ἀδιακρίτως, ὡς εἴρηται) πάλιν ἐν τούτοις ἵσταται. ἐν τούτοις τίσι; τοῖς ἀδιαφόροις. ἑνὸς γὰρ εἴδους τῶν ἀδιαφόρων στάντος συμβαίνει πολλὰ τοιαῦτα εὑρίσκειν ἐν τοῖς καθ’ ἕκαστα. ὡς γὰρ Σωκράτους στάντος καὶ Καλλίου καὶ Πλάτωνος καὶ ἑτέρων τὸ ἐν αὐτοῖς ἔστη ἀδιάφορον καὶ κοινόν, οὕτως Ξάνθου καὶ Βαλίου καὶ πολλῶν ὁμοειδῶν αὐτοῖς στάντων τὸ ἐν τούτοις ἔστη κοινὸν καὶ ἀδιάφορον, καὶ ἐφ’ ἑκάστου τῶν εἰδῶν τὸ αὐτό. ἅπαξ γὰρ εἰς γνῶσιν ἐλθοῦσα καὶ καθόλου ἑνός τινος τῶν κοινῶν ἡ ψυχὴ ὀξυτέρα πρὸς τὴν τοῦ ὁμοίου καὶ κοινοῦ κατανόησιν γίνεται, καὶ ῥᾴων εἰσέτι συνιστᾶν ἑαυτῇ τὰ τοιαῦτα γίνεται. ὥσπερ οὖν στάσης ἐν τοῖς καθ’ ἕκαστα ἐν αὐτῇ στῆναι πρῶτον τῶν ἀδιαφόρων ἓν γέγονεν, οὕτω πλείοσιν ἀδιαφόροις, τουτέστιν εἴδεσιν, ἃ ἐν τοῖς καθ’ ἕκαστα κοινά ἐστι καὶ ἀδιάφορα, στάσης αὐτῆς2 πάλιν ἵσταται τὸ ὑπὲρ αὐτὰ καθόλου ἐν αὐτῇ, καὶ τοῦτο γίνεται ἐν ἅπασιν, ἕως ἂν ταῖς κατὰ μικρὸν ἀνόδοις στῇ τὰ πάντῃ ἀμερέστατα καὶ καθολικώτατα, ἅπερ ἐστὶ τὰ γενικώτατα· καὶ ἔσται οὕτως τὸ παράδειγμα τοῖς προσεχῶς εἰρημένοις ἐφαρμοζόμενον. τοιονδὶ γὰρ ζῷον καὶ τοιονδὶ καὶ τοιονδὶ ἵστησιν ἐν ἑαυτῇ, οἷον ἄνθρωπον καὶ ἵππον καὶ βοῦν καὶ κύνα, ἕως ζῷον. ὡς γὰρ Σωκράτους καὶ Καλλίου καὶ Πλάτωνος στάντων ὁ καθόλου ἔστη ἄνθρωπος, καὶ Βαλίου καὶ Ξάνθου καὶ Λάμπου ὁ ἵππος καὶ τοῦδε καὶ τοῦδε κυνὸς ὁ κύων, οὕτως ἀνθρώπου καὶ ἵππου καὶ βοὸς καὶ κυνὸς στάντων ἔστη τὸ ζῷον, καὶ αὖθις ζῴου καὶ φυτοῦ στάντων ἡ οὐσία, ὅπερ ἀμερές ἐστι καὶ κοινὸν καὶ ταὐτὸν ἐν πᾶσιν τοῖς ὑπ’ αὐτὸ θεωρούμενον, μηδὲν ἔχον ἀντιδιῃρημένον αὐτῷ, καὶ καθ’ ἑκάστην τῶν κατηγοριῶν τὸ αὐτὸ ἔσται.
灵魂在一切情形下以及在所有同种事物中都这样做,在记忆中将个别感觉对象的印迹保持为停立的状态,“直到停立于不可分者即普遍者之中”,也就是说,直到普遍的、共同的、在一切事物中相似且无差别的诸事物停立于它之中。因为通过在记忆中汇集每个种的个体即数目上为一的事物,并领会到在所有事物中相似且同一者,它使普遍停立于自身之中。随后他也给出了例子:“例如某种动物,直到动物,在此之中同样如此。”人们可以称“某种动物”为具有偶性的个别事物。因此,灵魂通过记忆使这个动物、这个动物和这个动物停立,直到完成无条件意义上的动物并且普遍停立。而“在此之中同样如此”,也就是说,在无条件意义上的动物上它也做同样的事:它在种上无差别的事物中所做的,在属上无差别的事物中也做同样的事。因为灵魂在自身中将动物自身确立为一之后,又摄取了与其相对划分的事物,并在考察了它们之中的相似和同一者之后,将包容它们的属停立于自身之中;如此贯穿一切事物,直到被上溯至第一原理。但是如果你愿意,我们也可以换一种方式来理解这一命题,将“无差别者之一”理解为不是指数目上的事物,而是指种,以便它是这样:“因为当各种之一——它们被考察为在个别事物之中是无差别且同一的——最初且从一开始停立在灵魂中,但不是按照个别事物之中的某一个,而是普遍地停立,如同普遍已经产生那样”,随后在中间解释了普遍是如何产生的(因为它是通过感觉产生的,正如所说,感觉自身也以某种方式认识普遍,即便混同且无分别),“它再次停立于这些之中”。在哪些这些之中?在无差别者之中。因为当无差别者中的一个种停立时,在个别事物中便会发现许多这样的事物。因为正如苏格拉底、卡利亚斯、柏拉图及其他人停立时,它们之中的无差别且共同者停立了,同样,当克珊托斯、巴利俄斯及许多与它们同种者停立时,这些事物之中的共同且无差别者也停立了,并且在每一个种上都是同样的情形。因为灵魂一旦达到了对共同者中的任何一个的认识和普遍,对于相似且共同者的领会就会变得更为敏锐,并且为自身建立起这类事物就会变得更加容易。因此,正如[灵魂]停立于个别事物之中时,无差别者之一首先在它之中停立,同样,当它停立于多个无差别者之中时,即停立于在个别事物中共同且无差别的种之中时,高于它们的普遍再次在它之中停立,而这在一切事物中都会发生,直到通过循序渐进的上升,完全最不可分且最普遍的事物即最属统的事物停立;这样,这个例子就与紧接先前所说的话相吻合。因为灵魂使“某种动物”和“某种”以及“某种”停立于自身之中,例如人、马、牛和狗,“直到动物”。因为正如苏格拉底、卡利亚斯和柏拉图停立时,普遍的人停立,巴利俄斯、克珊托斯和兰波斯停立时,马停立,这只狗和那只狗停立时,狗停立,同样,当人、马、牛和狗停立时,动物停立,进而当动物和植物停立时,实体停立,它在被考察为其下的一切事物中是不可分、共同且同一的,没有任何与其相对划分之物;在各个范畴中情形都将是如此。
- 1.365τὸ ἑνὸς τῶν ἀδιαφόρων μὴ περὶ τῶν ἐν ἀριθμῷ λεγόμενον νοοῦντες
中性定冠词 τὸ 将亚里士多德原文中的短语 ἑνὸς τῶν ἀδιαφόρων(“无差别者之一”)作为引用加以名词化,充当分词 νοοῦντες 的直接宾语。随后的 λεγόμενον 作表语性修饰该短语,形成“将‘无差别者之一’理解为并非针对数目上的事物(即个别事物)而是针对各种而言”的句法结构。
- 1.365ὥσπερ οὖν στάσης ἐν τοῖς καθ’ ἕκαστα ... στάσης αὐτῆς
第一个 στάσης 是省略了逻辑主语 τῆς ψυχῆς 的属格独立结构,在后半句中通过 στάσης αὐτῆς 明确补出了代词主语以形成呼应。而后半句中的 πλείοσιν ἀδιαφόροις 则作为处所与格(或省略了 ἐν)修饰 στάσης,与前半句中的介词短语 ἐν τοῖς καθ’ ἕκαστα 形成严格平行。
