- 底本
- Eustratius, In Analyticorum Posteriorum Librum Secundum Commentarium. Commentaria in Aristotelem Graeca XXI.1, ed. M. Hayduck, Berlin: Reimer 1907, pp. 1-270. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4031.tlg001.humanitext-grc1:265.25-267.1
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
关于亚里士多德重述第一个普遍如何从感觉中产生的内容(100a14),欧斯特拉提乌斯阐明感觉并不是辨别个别事物自身的特异性,而是以混同的方式把握了种的共同项(“无差别者”),并通过这单个要素的停立在灵魂中确立了第一个普遍。
" Ὃ δὲ ἐλέχθη μὲν πάλαι." Ὅπερ ἔλεγε πρότερον ὅτι ἐκ τῶν καθ’ ἕκαστα τὸ καθόλου ἀγείρεται, τῆς αἰσθήσεως τῇ ψυχῇ ἐνδιδούσης τὰς ἀφορμάς, τοῦτο καὶ νῦν εἰπεῖν ὑπισχνεῖται, ἴσως μὲν ἀσαφέστερον τὸν λόγον ποιούμενος, εἰς τὸ σαφέστερον δὲ ἄγων τὴν θεωρίαν διὰ τῶν νῦν προστιθεμένων· τούτων γὰρ ἐλλειπόντων ἀσαφέστερον πρότερον τὸ θεώρημα γέγονε. στάντος τοίνυν, φησίν, ἑνὸς τῶν ὁμοειδῶν ἐν τῇ διανοίᾳ (ταῦτα γάρ φησιν ἀδιάφορα), τουτέστιν ὁπόταν στῇ ἐν τῇ ψυχῇ τι τῶν κατ’ εἶδος ἀδιαφόρων ἐκ τῆς αἰσθητικῆς ἐνεργείας αὐτῇ πεπορισμένον, πρῶτον ἐν αὐτῇ τὸ καθόλου προσγίνεται· τότε γὰρ πρῶτον ἐκ τοῦ ἑνὸς εἰς ἔννοιαν ἄρχεται τοῦ κοινοῦ ἔρχεσθαι. εἰ γὰρ μὴ εὐθὺς ἐκ τοῦ ἑνὸς ὁπωσοῦν ἔννοιαν τοῦ κοινοῦ ἐλάμβανεν, ἔμενεν ἂν οὕτως ἔχουσα, ὡς εἰ μηδ’ ὅλως ἔσχε τι ἀπὸ τῆς αἰσθήσεως εἰς πρόφασιν τῆς πρὸς τὸ καθόλου προκοπῆς, καὶ ἦν ἂν αὐτῇ ἐπὶ τοῦ δευτέρου αἰσθήματος ἀρχή, καὶ ἐπ’ αὐτοῦ ἂν ἐγεγόνει τὸ αὐτό, καὶ ἐπὶ τοῦ τρίτου καὶ ἐπὶ τοῦ τετάρτου ὡσαύτως καὶ ἐφεξῆς· οὐδέποτ’ οὖν οὕτως εἰς τὸ καθόλου ἐλήλυθεν. ὥστε στάντος ἑνὸς τῶν κατ’ εἶδος ἀδιαφόρων εἰ καὶ μήπω τὸ καθόλου συνέστη τέλεον, ἀλλ’ οὖν ἔστη πως ἐν μέρει, πρώτην ἀρχὴν λαβούσης τῆς ψυχῆς τῆς περὶ αὐτοῦ γνώσεως ἐκ τοῦ ἑνός. τοῦτο δὲ κατασκευάζων ἐπάγει καὶ γὰρ αἰσθάνεται μὲν τοῦ καθ’ ἕκαστον, τουτέστι καὶ γὰρ εἰς αἴσθησιν μὲν καὶ εἰς γνῶσιν αἰσθητικὴν τοῦ καθ’ ἕκαστον ἔρχεται, ἥ γε μὴν αἴσθησις τοῦ καθόλου ἐστί, τουτέστιν ἡ κατὰ τὴν αἴσθησιν γνῶσις τοῦ καθόλου ἐν τῷ καθ’ ἕκαστα ἀντιλαμβάνεται. Σωκράτους γὰρ αἰσθητῶς γινωσκομένου καὶ τοῦ ἀνθρώπου ἡ αἴσθησις συναντιλαμβάνεται οὐκ ἀφαιροῦσα αὐτὸν τοῦ καθ’ ἕκαστα, ἀλλὰ συγκεχυμένως ἐν τῷ καθ’ ἕκαστα καὶ τοῦτον γνωρίζουσα. καὶ δῆλον ὅτι παραπέμπει τοῦτον τῷ ἐν τῇ ψυχῇ λόγῳ· οὐ γὰρ ἂν εἰ μὴ ἡ αἴσθησις ἐγνώριζεν ὅλως τὸν ἄνθρωπον, ἠδύνατο ἂν ἡ ψυχὴ διὰ τῆς κατ’ αὐτὴν γνώσεως εἰς τὴν ἀνθρώπου ἰέναι κατάληψιν καὶ γνῶσιν, καὶ τὸ καθόλου ἀθροίζειν ἐν ἑαυτῇ. νῦν δὲ τοῦτο γίνεται αὐτῇ· αἰσθάνεται ἄρα. καὶ ἡ αἴσθησις τρόπον τινὰ τοῦ κοινοῦ, εἰ καὶ μὴ ὡς κοινοῦ, ἀλλ’ ὡς καθ’ ἕκαστα. ἢ μᾶλλον ἂν εἴποις ὡς κοινοῦ ἢ ὡς καθ’ ἕκαστα αἰσθάνεσθαι τοῦ καθ’ ἕκαστα.1 εἰ γὰρ διακρίναι ἡ αἴσθησις ἀπ’ ἀλλήλων ἠδύνατο καθ’ ἑαυτὴν τὰ καθ’ ἕκαστα, ὡς καθ’ ἕκαστα ἂν αὐτῶν αἰσθάνεσθαι ἔδοξε· νῦν δ’ ἀδιακρίτως ἐπιβάλλει αὐτοῖς καὶ συγκεχυμένως γινώσκει αὐτά. σημεῖον δ’ ὅτι καὶ τὰ παιδία πάντας προσαγορεύει πατέρας τοὺς ἄνδρας καὶ μητέρας τὰς γυναῖκας, ὡς κατ’ αἴσθησιν ἐνεργοῦντα μόνον καὶ μήπω διακριτικὴν ἕξιν τῶν ἑκάστου ἰδιωμάτων ἔχοντα. ὥστε ἡ αἴσθησις Καλλίου αἰσθανομένη οὐχ ὡς Καλλίαν τοῦτον γνωρίζει κατὰ τὴν ἑαυτῆς δύναμιν, ἀλλ’ ὡς ἄνθρωπον. εἰ δὲ καὶ μὴ τῆς οὐσίας ἀλλὰ τῶν συμβεβηκότων ἐφαπτομένη γνωρίζειν πέφυκεν, ἀλλ’ οὖν γε οὐδὲ διὰ τοῦτο τοῦ καθ’ ἕκαστον ᾗ καθ’ ἕκαστον αἰσθήσεται, συγκεχυμένως αὐτὸ καὶ ἀδιακρίτως γνωρίζουσα καὶ τοῦ ἐν τῷ καθ’ ἕκαστα κοινοῦ ἐν τῷ ἑνὶ τῶν κατ’ εἶδος ἀδιαφόρων ἐφαπτομένη, οὗπερ στάντος ἐν τῇ ψυχῇ πρῶτον καθόλου.2 πάλιν ἐν τούτοις, φησίν, ἵσταται ἕως εἰς τὰ ἀμερῆ στῇ καὶ τὰ καθόλου· ἐν τούτοις τίσι; τοῖς κατ’ εἶδος δῆλον ὅτι ἀδιαφόροις. στᾶσα γὰρ ἐξ ἀρχῆς ἐν τῷ ἑνί, εἶτα πολλὰ συνάγουσα ἵσταται ἐν αὐτοῖς διὰ τῆς μνήμης πάντα ἐν ἑαυτῇ περιφέρουσα.
“而在不久前所说的事……” 正如他先前所说的,普遍是从个别事物中汇集起来的,感觉向灵魂提供了端绪;他承诺现在也要陈述这一点,尽管或许在措辞本身上做得更不清晰,但通过现在所补充的内容将考察引向了更为清晰的境地;因为此前由于缺少这些,考察变得更不清晰。因此他说,当思考中停立起在种上相同的事物中的一个时(因为他称这些为“无差别者”),也就是说,当从感觉活动中为灵魂所筹集到的在种上无差别的事物之一停立在灵魂中时,普遍首先在它之中产生;因为那时灵魂最初从这一个事物开始走向关于共同者的概念。因为如果它不是立即从这一个事物以某种方式接受共同者的概念,它就会停留于这样一种状态,如同完全未曾从感觉中获得任何作为向普遍进阶的契机一样,并且在第二个感觉对象上对它而言就会有起点,在它上面也会发生同样的事,在第三个和第四个以及随后的事物上同样如此;因此它便决不可能达到普遍。所以,当在种上无差别的事物之一停立时,即便普遍尚未完全成立,但它还是以某种方式在局部上停立了,因为灵魂从这一个事物中获得了关于它的认识的最初起点。在确立这一点的同时,他接着指出:“因为虽然人感觉到个别事物”,也就是说,即便人达到了对个别事物的感觉和感觉认识,“感觉终究是关乎普遍的”,也就是说,依循感觉的认识把握了个别事物中的普遍。因为当苏格拉底被感觉地认识时,感觉也同时把握到了人,并不是将它〔人〕从个别事物中抽离出来,而是在个别事物中也混同地认识到了它。显然,感觉将此递送给灵魂中的规定原理;因为如果感觉完全不认识人,灵魂就不可能通过依循感觉的认识而走向对人的领会和认识,并在自身之中聚集普遍。而现在这正发生在灵魂中;因此,感觉在某种意义上也感觉到了共同者,即便不是作为共同者而是作为个别事物。或者人们宁可说,感觉到个别事物毋宁是作为共同者而非作为个别事物去感觉。因为如果感觉自身能够区分各个个别事物,它看起来就会作为个别事物去感觉它们;但现在它是无分别地施加于它们,并混同地认识它们。其证据在于,年幼的孩子们也把所有的男人叫作父亲,把所有的女人叫作母亲,因为他们仅按照感觉活动,尚未具有辨别每个人固有特性的状态。因此感觉在感知卡利亚斯时,依照其自身的能力并不是将他作为卡利亚斯来认识,而是作为人来认识。即使感觉的本性不是把握实体而是接触偶性来认识,但即使因此它也不会把个别事物作为个别事物来感觉,因为它混同且无分别地认识它,并在在种上无差别的事物之一中接触到了在个别事物中的共同者;正是当这停立在灵魂中时,最初的普遍[便产生]。“它再次停立于这些之中,”他说,“直到停立于不可分者即普遍者之中。”在哪些事物之中?显然是在种上无差别的事物之中。因为灵魂从一开始在单一者中停立,随后聚集多数,通过记忆在自身中维持着一切,停立于它们之中。
- 1.365ἢ μᾶλλον ἂν εἴποις ὡς κοινοῦ ἢ ὡς καθ’ ἕκαστα αἰσθάνεσθαι τοῦ καθ’ ἕκαστα
不定式 αἰσθάνεσθαι 受 εἴποις ἄν 支配并构成间接引语,其逻辑主语为泛指的人或感觉本身。在句法上,它表达“感觉到个别事物(αἰσθάνεσθαι τοῦ καθ’ ἕκαστα)毋宁是作为共同者而非作为个别事物去感觉”,其中比较结构 μᾶλλον … ἤ 对比了 ὡς κοινοῦ 与 ὡς καθ’ ἕκαστα 这两个修饰方式的短语。
- 1.365οὗπερ στάντος ἐν τῇ ψυχῇ πρῶτον καθόλου
短语 οὗπερ στάντος 构成属格绝对独立结构,关系代词 οὗπερ 的先行词为前文的“在种上无差别的事物之一(ἑνὶ τῶν κατ’ εἶδος ἀδιαφόρων)”或“共同者(κοινοῦ)”。句末的 πρῶτον καθόλου 作主格表语,省略了系动词(ἐστίν 或 γίνεται),呼应了亚里士多德在 100a15–16 的原文表述(πρῶτον μὲν ἐν τῇ ψυχῇ καθόλου)。
