- 底本
- Eustratius, In Analyticorum Posteriorum Librum Secundum Commentarium. Commentaria in Aristotelem Graeca XXI.1, ed. M. Hayduck, Berlin: Reimer 1907, pp. 1-270. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4031.tlg001.humanitext-grc1:264.29-265.24
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
欧斯特拉提乌斯注解了亚里士多德《后分析篇》卷二第十九章(100a10–13),阐明本原之知既非天生内在亦非由更高状态证明而来,借助败兵停步的比喻解释普遍的确立过程,并剖析灵魂经受这一过程的独特性质。
" Οὔτε δὴ ἐνυπάρχουσιν ἀφωρισμέναι αἱ ἕξεις." Ἐκ τῶν εἰρημένων, φησί, δῆλον γέγονεν, ὅτι οὐδετέραν τῶν ὑποθέσεων ἀναγκαῖον ὁμολογεῖν, αἷς τὰ ἄτοπα εἵπετο. οὔτε γάρ εἰσιν ἐν ἡμῖν ἕξεις ἀρχῆθεν τῶν καθόλου καὶ τῶν ἀρχῶν ἀφωρισμέναι, ἤγουν συνεστηκυῖαι καὶ ἐνεργείᾳ ὑπάρχουσαι, οὔτε μὴ οὖσαι γίνονται ἀπό τινων ἑτέρων ἕξεων κρειττόνων τε καὶ γνωστικωτέρων, ὥσπερ αἱ ἀποδείξεις, ἀλλ’ ἀπὸ τῆς χείρονος καὶ συμφύτου τοῖς ζῴοις αἰσθήσεως ταῖς κατὰ μικρὸν προσθήκαις καὶ ταῖς κατὰ μέρος γνώσεσιν εἰς τὴν τοῦ ὁμοίου καὶ πᾶσιν τοῖς καθ’ ἕκαστα ἐνόντος ταὐτοῦ γνῶσιν γινομένης τῆς προκοπῆς.1 τίθησι δὲ καὶ παράδειγμα· οἷον γάρ, φησίν, ἐν μάχῃ συμβαίνει, ὁπόταν τροπὴ γένηται, εἶτα εἷς τῶν φευγόντων στῇ καὶ ἐπ’ αὐτῷ δεύτερος καὶ τρίτος ἄλλος, ἕως πολλῶν στάντων πάλιν ἐπ’ ἀρχὴν ἦλθεν ἡ μάχη. τοιοῦτον γὰρ καὶ ἐπὶ τοῦ καθόλου γίνεται· κατακρατεῖται γὰρ ὑπὸ τῆς ὁρμῆς ἡ ψυχὴ τῶν ἀλόγων δυνάμεων καὶ τοὺς ἐν αὐτῇ λόγους ἀνενεργήτους φέρει· εἶθ’ ἑνὸς ληφθέντος αὐτῇ ἐκ τῆς αἰσθήσεως τῶν καθ’ ἕκαστα, καὶ ἐπ’ αὐτῷ ἄλλου καὶ τρίτου ἑτέρου καὶ τετάρτου αὖθις, οὕτω κατὰ μικρὸν ἡ τοῦ καθόλου στάσις καὶ στερέωσις ἐν αὐτῇ γίνεται.
“诸状态确实也不是作为被确定的状态而内在的。” 他说,从所说的话中已经清楚地表明,无需同意任何一个伴随有荒谬推论的假说。因为关于普遍和本原的诸状态,既不是从一开始就作为被确定的状态——即作为已经成立并在现实中存在的状态——而在我们之中,它们也不是从无到有地从某种更优越、更具认识能力的其它状态中产生(如证明那样),而是从属于动物天赋的较劣等的感觉中,随着通过微小的增加和个别的认识向着相似者及在所有个别事物中作为同一者而在的认识取得进阶而产生的。他还举了一个例子:因为他说,正如在战斗中发生溃退时,溃逃者中的一人停步站稳,接着在他之后有第二人以及另一位第三人,直到众多人停步站稳后战斗再次回到起点。关于普遍也正是发生这样的事:因为灵魂被非理性能力的冲动所压制,使内在属于它的规定原理处于无活动状态;然后,当从感觉中为灵魂获取了个别事物中的一个,接着是另一个,以及不同的第三个,再次是第四个时,普遍在它之中的停立与巩固便如此逐步产生。
"Ἡ δὲ ψυχὴ ὑπάρχει τοιαύτη οὖσα οἵα δύνασθαι πάσχειν τοῦτο." Τοῦτο διττῶς ἐστιν ἐκλαβεῖν, ἢ κατὰ τὸ κρεῖττον τῆς ψυχῆς ἢ κατὰ τὸ καταδεέστερον. εἰ μὲν γὰρ ὡς πρὸς τὰς μετ’ αὐτὴν ληφθείη δυνάμεις, οὕτως2 ἄν τις εἴποι ὅτι ἡ ψυχὴ ἐστι τοιαύτη ὡς δύνασθαι τοῦτο πάσχειν, ὃ οὐδεμία τῶν μετ’ αὐτὴν δυνάμεων δύναται πάσχειν· αὐτῆς γὰρ ἴδιον τὸ παραρρεόντων τῶν αἰσθητῶν τῶν τύπων ἐπιλαμβάνεσθαι καὶ ταῖς κατὰ μικρὸν μνήμαις συλλέγειν ἑαυτῇ καὶ συνιστᾶν τὸ καθόλου. εἰ δὲ ὡς πρὸς τὰ ὑπὲρ αὑτήν, οὕτως ἐν γὰρ ταῖς λογικαῖς οὐσίαις ἡ ψυχῆς φύσις τοῦτο πάσχειν δύναται μόνη’, ἐξ ἀνενεργησίας προκόπτουσα εἰς ἐνέργειαν καὶ ἐκ τῶν καταδεεστέρων καὶ ἀτελεστέρων αὐτῆς προφάσεις λαμβάνουσα πρὸς τὴν προκοπήν, καὶ ἐκ τῶν ἐκεῖθεν ποριζομένων αὐτῇ ἑαυτὴν ἀνεγείρουσα καὶ τοὺς ἐν ἑαυτῇ λόγους παρακινοῦσα. ὥσπερ οὖν αἰτίαν ταύτην ἀποδέδωκε τοῦ γινομένου τὴν τῆς ψυχῆς ἰδιότητα.
“而灵魂本身是能够经受这过程的。” 这可以从两方面来理解:要么依照灵魂更优越的方面,要么依照其较劣等的方面。因为若是相对于低于灵魂的诸能力而言,人们可以这样说:灵魂具有经受此种过程的性质,而低于它的诸能力无一能够经受此过程;因为在感觉对象流逝时抓取印记,并通过点滴的记忆为自身汇集并确立普遍,乃是灵魂特有的属性。但若是相对于高于自身的事物而言,[人们可以]这样[说]:因为在理性实体中,唯有灵魂的本性能够经受这一过程,从无活动状态进阶到现实活动,并从比自身更劣等、更不完满的事物中获取进阶的契机,且根据从那里为它所筹集到的事物唤醒自身,使内在属于自身的规定原理运动起来。因此,他把灵魂的这一固有性质作为所发生之事的某种原因给出。
- 1.363ἀλλ’ ἀπὸ τῆς χείρονος καὶ συμφύτου τοῖς ζῴοις αἰσθήσεως ταῖς κατὰ μικρὸν προσθήκαις καὶ ταῖς κατὰ μέρος γνώσεσιν εἰς τὴν τοῦ ὁμοίου καὶ πᾶσιν τοῖς καθ’ ἕκαστα ἐνόντος ταὐτοῦ γνῶσιν γινομένης τῆς προκοπῆς
该句承接上文的否定并列项 οὔτε μὴ οὖσαι γίνονται...,省略了主动词构成正向表述(ἀλλ’ [γίνονται] ἀπὸ... αἰσθήσεως)。在此结构内,表示方式的与格短语(ταῖς κατὰ μικρὸν προσθήκαις...)与独立属格结构(γινομένης τῆς προκοπῆς)层叠出现。挂在 εἰς τὴν... γνῶσιν 之下的属格(τοῦ ὁμοίου καὶ πᾶσιν τοῖς καθ’ ἕκαστα ἐνόντος ταὐτοῦ)作为宾格性属格,指代内在潜存于个别事物之中的同质普遍者。
- 1.364εἰ δὲ ὡς πρὸς τὰ ὑπὲρ αὑτήν, οὕτως
此为与前一条件从句(εἰ μὲν γὰρ ὡς πρὸς τὰς μετ’ αὐτὴν ληφθείη δυνάμεις, οὕτως ἄν τις εἴποι...)相对应的承前省略结构。在 εἰ δὲ 之后省略了动词 ληφθείη,而在 οὕτως 之后则需补出主节动词 ἄν τις εἴποι,由此引出随后的原因从句(ἐν γὰρ ταῖς λογικαῖς οὐσίαις...)。
