- 底本
- Eustratius, In Analyticorum Posteriorum Librum Secundum Commentarium. Commentaria in Aristotelem Graeca XXI.1, ed. M. Hayduck, Berlin: Reimer 1907, pp. 1-270. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4031.tlg001.humanitext-grc1:263.22-264.28
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
厄斯特拉齐奥斯注解亚里士多德《后分析篇》100a3,阐明认识从感觉到记忆、从记忆的积累到经验、再从经验进至在灵魂中确立的普遍(技术与科学的本原)的进阶过程,并解释了普遍的不同含义以及技术与科学的两种区分方式。
" Ἐκ μὲν οὖν αἰσθήσεως γίνεται μνήμη." Τὰς διαφορὰς τῶν γνώσεων ἐκθέμενος καὶ ταύτας ἀπὸ τῶν μετεχόντων αὐτῶν παρατηρήσας, λέγω δὴ τῶν ζῴων (εἰ γὰρ κατὰ ταύτας διαφέρει τὰ ζῷα, δῆλον ὅτι καὶ αὗται διάφοροι ἀλλήλων εἰσί) νῦν ἐπὶ μόνου τοῦ ἀνθρώπου λαμβάνει καὶ παρίστησι, πῶς ἀπὸ τῆς κατ’ αἴσθησιν γνώσεως ἀγομένοις ἡμῖν μέχρι τοῦ καθόλου ἡ προκοπὴ γίνεται.1 τὸ δὲ καθόλου ἐστὶν ἀρχὴ τῆς τέχνης καὶ τῆς ἐπιστήμης, ὡς εἶναι δῆλον ὅτι οὔτε ἔνεισιν ἡμῖν ἐξ ἀρχῆς αἱ τῶν ἀρχῶν γνώσεις (τέλειοι γὰρ ἂν ἦμεν γεννώμενοι) οὔτε ἀπὸ γνωστικωτέρας τινὸς ἕξεως ἐγγίνονται, ὡς εἶναι ἀνάγκην προειδέναι τὸ πρὸ αὐτῶν, ἀλλ’ ἐγγίνονται ἡμῖν κατὰ μικρὸν ἀθροιζόμεναι ἀπὸ μνήμης τε καὶ αἰσθήσεως. ἀναλαμβάνει τοίνυν τὰ εἰρημένα καὶ φησὶν ἐκ μὲν τῆς αἰσθήσεως γίνεσθαι τὴν μνήμην, καθὼς εἴρηται πρότερον· μνήμης δὲ πολλάκις γινομένης τοῦ αὐτοῦ αἰσθήματος γίνεται ἐμπειρία· αἱ γὰρ πολλαὶ τῷ ἀριθμῷ μνῆμαι μία ἐστὶν ἐμπειρία. οἷον εἰς αἴσθησίν τις ἐλθὼν ὅτι τόδε ἐλλέβορος ὃν ἐκάθηρε, καὶ μνημονεύσας καὶ πάλιν καὶ πάλιν τὸ αὐτὸ λαβὼν εἰς αἴσθησιν, καὶ τὴν μνήμην τηρήσας ἑκάστου τῶν ᾐσθημένων, μίαν ἐν ἑαυτῷ συνεστήσατο ἐμπειρίαν ἐκ τῶν πολλῶν συνηθροισμένην μνημῶν. ὥσπερ δὲ ἐκ πολλῶν μνημῶν τηρουμένων ἐν τῇ ψυχῇ ἡ ἐμπειρία συνέστηκεν, οὕτω τῆς ἐμπειρίας συναυξομένης καὶ προβαινούσης κατὰ τὴν τοῦ ὁμοίου αἴσθησίν τε καὶ μνήμην, τὸ καθόλου ἤδη πήγνυται καὶ ἑδραιοῦται ἐν τῇ ψυχῇ. τοῦτο γάρ ἐστιν ὅ φησιν ἐκ δ’ ἐμπειρίας ἢ ἐκ παντὸς ἠρεμήσαντος τοῦ καθόλου ἐν τῇ ψυχῇ, τοῦ ἑνὸς παρὰ τὰ πολλά. ἠβούλετο γὰρ εἰπεῖν ὅτι ἐκ δ’ ἐμπειρίας τέχνης ἀρχὴ καὶ ἐπιστήμης·2 ἐπεὶ δὲ ἀτελέστερον ἔτι ἡ ἐμπειρία καὶ οὐχ ἱκανὸν πρὸς τέχνης καὶ ἐπιστήμης ἀρχήν, διὰ τοῦτο προσέθηκεν ἢ ἐκ παντὸς τοῦ καθόλου ἠρεμήσαντος,3 τουτέστι στάντος καὶ παγέντος καὶ βεβαιωθέντος ἐν τῇ ψυχῇ. ἐπεὶ δὲ πολλαχῶς τὸ καθόλου (τό τε γὰρ πρὸ τῶν πολλῶν καὶ τὸ ἐν τοῖς πολλοῖς καὶ τὸ ἐπὶ τοῖς πολλοῖς), διὰ τοῦτο ἡρμήνευσε, περὶ ποίου λέγει ὡδὶ καθόλου· τοῦ ἑνὸς γάρ φησι παρὰ τὰ πολλά, καὶ αὖθις ἔτι πρὸς σαφήνειαν πλείω ὃ ἂν ἐν ἅπασιν ἓν ἐνῇ ἐκείνοις τὸ αὐτό. ἐκ γὰρ τῆς τῶν πολλῶν αἰσθήσεως καὶ μνήμης ἡ ἐμπειρία συνάγεται, ἐκ δὲ ταύτης τὸ ἐν τοῖς πολλοῖς καθόλου, ὅπερ τὸ ἐν τούτοις ἅπασιν ὅμοιόν ἐστι καὶ ταὐτόν, τέχνης ἀρχὴ καὶ ἐπιστήμης· τὸ γὰρ καθόλου ἐγγεγονὸς τῇ ψυχῇ ἀρχή ἐστι τέχνης καὶ ἐπιστήμης. τέχνην δέ φησιν ἢ τὴν περὶ τὰ γινόμενα ὑφ’ ἡμῶν, καὶ ἐπιστήμην τὴν περὶ τὰ ὑπὸ τῆς φύσεως, οἷον ὅτι ὁ πέλεκυς τμητικός, τὸ δὲ ξύλον τμητόν, καὶ ὁ ἐλλέβορος καθαρτικός, τὸ δὲ ἀνθρώπινον σῶμα καθαρτόν, καὶ ὅσα ἐν τοῖς ὑφ’ ἡμῶν θεωρεῖται γινομένοις· τὰ δ’ ὑπὸ φύσεως γινόμενα δῆλα ἐν οἷς ἀρχαὶ πλείους, ὅτι τὸ ὅλον πλεῖον τοῦ ἡμίσεος, καὶ ὅτι τὰ διὰ τοῦ ἴσου χρόνου τὸ ἴσον διάστημα διερχόμενα ἰσοταχῆ, καὶ ὅσα τοιαῦτα· ἢ τέχνην μέν φησι τὴν περὶ τὰ ἔνυλα καὶ πταιστά, ἃ καὶ γένεσιν εἴρηκεν, ἐπιστήμην δὲ τὴν περὶ τὰ ἀεὶ ὡσαύτως ἔχοντα, ἃ καὶ ὂν ὠνόμασεν.
“于是由感觉产生记忆。” 在阐明了诸认识的差异,并依据分有它们的事物即动物考察了这些差异之后(因为如果动物因这些认识而有差别,显然这些认识彼此之间也是有差别的),他现在仅以人为例并阐述,对于从基于感觉的认识被引导的我们而言,通向普遍的进阶是如何产生的。而普遍是技术与科学的本原,由此显然可知,本原的诸认识既非从一开始就内在属于我们(因为若是如此,我们一生下来就该是完满的),也不是从某种更具认识能力的状态中产生的——以至于有必要预先知道先于它们的事物——而是从记忆与感觉中逐渐聚集而在我们之中产生的。因此他重新接续所说的话,并说正如先前所述,由感觉产生记忆;而当对同一感觉对象的记忆多次产生时,经验便产生了;因为数量上众多的记忆构成单一的经验。正如某人感知到这是曾导泻的嚏根草,并记住了,且一次又一次把同一事物接收进感觉中,并保存了对每一个已被感知事物的记忆,于是在自身中由聚集起来的众多记忆构成了一个经验。正如由灵魂中保存的众多记忆构成经验一样,随着经验依照对相似者的感觉与记忆共同增长和推进,普遍便已在灵魂中凝固并奠定。因为这就是他所说的“由经验,或者由灵魂中彻底静止下来的普遍,即多数之外的一”。因为他本想说“由经验[产生]技术与科学的本原”;但由于经验仍较不完满,不足以作为技术与科学的本原,因此他补充道“或者由彻底静止下来的普遍”,即在灵魂中停立、凝固并确立下来的普遍。而既然普遍有多重含义(因为有先于多数者、在多数之中者、以及在多数之上者),因此他解释了在此处他指的是哪一种普遍;因为他说“多数之外的一”,并且为了更加明晰,进一步补充道“凡在所有那些事物中作为同一者而在的单一事物”。因为由对多数事物的感觉与记忆,经验得以汇集;而由经验,在多数事物之中的普遍——即在所有这些事物中相似且同一者——得以汇集为技术与科学的本原;因为在灵魂中产生的普遍乃是技术与科学的本原。而他所说的“技术”,要么是指关于由我们所产生的事物的知识,而“科学”是指关于由自然所产生的事物的知识——例如斧头具有切削性,而木材是可切削的;嚏根草具有导泻性,而人体是可导泻的;以及凡在我们所产生的事物中被观照的事物;而在自然产生的事物中,在那些本原较多的事物中是显而易见的,即整体大于一半,以及在相等时间内穿过相等距离者速度相等,以及诸如此类的事物;要么他是把关于质料性的、易犯错的事物(他也称之为生成)的知识称为“技术”,而把关于始终处于同一状态的事物(他也称之为存在)的知识称为“科学”。
- 1.362ἀγομένοις ἡμῖν μέχρι τοῦ καθόλου ἡ προκοπὴ γίνεται
与格分词短语 ἀγομένοις ἡμῖν 针对主语短语 ἡ προκοπὴ γίνεται 起到关涉与格(关系与格)的作用,表示“对于从基于感觉的认识被引导的我们而言,通向普遍的进阶是如何产生的”。
- 1.362τέχνης ἀρχὴ καὶ ἐπιστήμης
在句法上,前置词短语之后省略了谓语动词(如 γίνεται)。厄斯特拉齐奥斯在阐释中明确补充了这一结构:ἠβούλετο γὰρ εἰπεῖν ὅτι ἐκ δ’ ἐμπειρίας τέχνης ἀρχὴ καὶ ἐπιστήμης(他本想表达“由经验[产生]技术与科学的本原”)。
- 1.362ἢ ἐκ παντὸς τοῦ καθόλου ἠρεμήσαντος
厄斯特拉齐奥斯将亚里士多德原文(100a6–7)中的连词 ἤ 解释为对前句 ἐκ δ’ ἐμπειρίας(由经验)的修正与更为严格的限定(“或者更确切地说 / 即”),而非单纯的排他选择。其后紧接着的说明 ἐπεὶ δὲ ἀτελέστερον ἔτι ἡ ἐμπειρία ... διὰ τοῦτο προσέθηκεν(由于经验仍较不完满……因此他补充道)正是基于这一构文判断。
