- 底本
- Eustratius, In Analyticorum Posteriorum Librum Secundum Commentarium. Commentaria in Aristotelem Graeca XXI.1, ed. M. Hayduck, Berlin: Reimer 1907, pp. 1-270. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4031.tlg001.humanitext-grc1:262.25-263.21
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
关于亚里士多德论述从感觉经由记忆进而达到普遍与理性的阶梯这一段落(99b36–100a1),注解者分类考察了动物在留存感觉印记能力上的差异,并解释了从感觉的留存中如何产生普遍(即理性)。
" Ἐνούσης δ’ αἰσθήσεως." Ἐκ τῆς χείρονος τῶν γνώσεων ἀπαρξάμενος κοινῶς τοῖς ζῴοις ἐνυπαρχούσης, ὁδῷ πρόεισιν ἐπί τε τὰ τελεώτερα τῶν ζῴων καὶ τὰς τελεωτέρας τῶν γνώσεων, δεικνύων τὸν ἄνθρωπον τελειότατον μὲν τὴν φύσιν ὡς ἐν τοῖς ζῴοις ὑπάρχοντα, ἐκ τῆς χείρονος δὲ καὶ ἀτελεστάτης τῶν γνώσεων ἐπὶ τὴν κρείττω καὶ τελείαν ὡς ἐν τούτοις προκόπτοντα, καὶ τὴν γνῶσιν τῶν ἀρχῶν τὸν τρόπον τοῦτον προσλαμβανόμενον. ἐνούσης γάρ, φησί, τοῖς ζῴοις πᾶσιν αἰσθήσεως τὰ μὲν ἐξ αὐτῶν τοιαύτην ἔχει φύσιν, ὡς ἐγγίνεσθαι αὐτοῖς μονὴν τοῦ αἰσθήματος, τὰ δὲ πρὸς τοῦτο οὐ πέφυκεν, ἀλλ’ ἅμα τῷ αἰσθάνεσθαι παρατρέχει ἡ γνῶσις ἐξ αὐτῶν μὴ ὑπομένουσα. καὶ ὅσοις μὲν μὴ ἐγγίνεται ἡ μονὴ τοῦ αἰσθήματος, ἢ καθόλου, ὥσπερ ἐπὶ τῶν σκωλήκων ἔστιν ἰδεῖν καὶ εὐλῶν καὶ μυιῶν, μηδεμίαν ἐχόντων μετὰ τὴν αἴσθησιν παραμονὴν τοῦ αἰσθήματος,1 ἢ ἀμυδρῶς, ὥσπερ τινὰ τῶν ὀρνέων φωνῶν μνημονεύει, ἃς καὶ μιμεῖται, καὶ τὰ ὑποζύγια ὁδῶν, ὡς ἢ προθυμεῖσθαι πρὸς αὐτάς, εἰ εὖ αὐτοῖς ἔχειν ἐν αἰσθήσει ἐφάνησαν, ἢ ἐκκλίνειν ἐξ αὐτῶν, εἰ μὴ εὖ, τούτοις οὐκ ἔστι γνῶσις ἔξω τοῦ αἰσθήματος, ἢ εἰ ἔστιν, ἀμυδρά ἐστιν, ὡς ἐπὶ τῶν ὀρνέων καὶ τῶν ὑποζυγίων εἴπομεν. ἔστι δ’ ἃ τῶν ζῴων αἰσθανόμενα ἔχουσιν2 ἔτι μετὰ τὴν αἴσθησιν γνῶσίν τινα, καὶ ἀπόντος τοῦ αἰσθητοῦ τὸν τύπον ἐκείνου ἐν ἑαυτοῖς περισῴζοντα.
“感觉虽存在。” 从共同内在属于动物的诸认识中较劣者出发,他依循道路既进至较完满的动物,也进至较完满的认识,表明人在动物中在本性上是最完满的,并从诸认识中较劣且最不完满者出发,进至在这些〔动物〕中较优且完满的认识,以此种方式获得诸本原的认识。因为他说,尽管感觉内在属于一切动物,但它们之中的一部分具有如此的本性,以至于感觉对象的留存会在它们之中产生;而另一部分在此方面并非天生如此,相反,在感觉的同时认识便从它们那里溜走而不持久留存。至于那些感觉对象的留存未能产生者——要么全然不产生,正如在蠕虫、蛆和苍蝇的情形中所见,它们在感觉之后完全没有感觉对象的持续存留;要么隐约微弱地产生,正如某些鸟类能记住它们所模仿的鸣声,驮畜能记住道路,以至于如果道路在感觉中显得合意便趋向它们,如果不合意便避开它们——在这些动物中,在感觉之外便没有认识;或者即便有,也是隐约微弱的,正如我们在鸟类和驮畜的情形中所说的那样。但动物中也有些在有所感觉时,在感觉之后仍然保有某种认识,即便感觉对象不在场,也能在自身中保存下该对象的印记。
"Πολλῶν δὲ τοιούτων γενομένων." Ὥσπερ ἐπὶ τῶν αἰσθανομένων διαφορὰ ὑπῆρχεν, ὡς τὰ μὲν αὐτῶν ἔχειν μονὴν τοῦ αἰσθήματος, τὰ δὲ μή, οὕτω καὶ ἐπὶ τῶν φυλαττόντων τὸν τύπον τοῦ ᾐσθημένου· καὶ τούτων γὰρ τοῖς μὲν ἐγγίνεται λόγος ἐκ τῆς τῶν πολλῶν αἰσθημάτων παραμονῆς, τοῖς δ’ οὔ. ὅσα γὰρ τὰ τοῖς ᾐσθημένοις ὅμοια δύναται συνάγειν τοῖς ᾐσθημένοις καὶ τὸ καθόλου ἐν ἑαυτοῖς ἀπογεννᾶν, ταῦτα ἤδη τέλειά τε καὶ λογικά, τὴν τοῦ ὁμοίου θεωρίαν τε καὶ διάκρισιν ἐν ἑαυτοῖς λαβεῖν δυνάμενα. ὃν δέ φησιν ἐγγίνεσθαι λόγον,3 τὸ καθόλου, οἶμαι, ἐστί. τοῖς γὰρ τελειοτέροις καὶ λογικοῖς ἐκ τῶν πολλῶν αἰσθημάτων μνημονευομένων τὸ καθόλου ἐγγίνεται, ὅπερ λόγος ἐστὶν ἐν τοῖς πολλοῖς καὶ καθ’ ἕκαστα θεωρούμενος, ὁ αὐτὸς ὢν ἐν πᾶσι καὶ κοινῶς αὐτοῖς μετεχόμενος, ὅλος ὢν ἐν ἑκάστῳ καὶ ὅμοιος καὶ ἀδιάφορος. ὅσα δὲ τῶν φυλαττόντων τοὺς τύπους τῶν αἰσθημάτων μὴ δύνανται τοῦτο ποιεῖν, ταῦτ’ ἀτελῆ τέ ἐστι καὶ ἄλογα.
“而当许多诸如此类的事物产生时。” 正如在感觉者之中存在差异,即它们之中的一部分拥有感觉对象的留存,而另一部分则没有;在那些保存下已被感觉者之印记的动物之中同样也是如此。因为在它们之中,对于一部分而言,理性从许多感觉对象的持久存留中产生,而对于另一部分则不然。因为凡能够把与已被感觉者相似的诸对象汇集到已被感觉者那里、并在自身中产生普遍者,这些便已经是完满且具理性的,能够把对相似者的观照与辨识接收于自身中。而他所说的产生出来的理性,依我看,就是普遍。因为在较完满且具理性者中,普遍从许多被记忆的感觉对象中产生,它正是在许多个别事物中被观照的理性,在一切事物中是同一的且被它们共同分有,完整存在于每一个之中,相似且无差别。而那些保存了感觉对象印记却不能做到这一点的动物,则是残缺且无理性的。
- 1.360μηδεμίαν ἐχόντων μετὰ τὴν αἴσθησιν παραμονὴν τοῦ αἰσθήματος
属格分词短语 ἐχόντων 在性、数、格上与前文的一连串属格名词 τῶν σκωλήκων ... καὶ εὐλῶν καὶ μυιῶν 相一致,作伴随或原因性的修饰。
- 1.360ἔστι δ’ ἃ τῶν ζῴων αἰσθανόμενα ἔχουσιν
成语性结构 ἔστιν ἃ 充当不定代词性质的主语短语(“某些[动物]”)。限定动词 ἔχουσιν 采用复数形式,而分词 αἰσθανόμενα 与 περισῴζοντα 则作为中性复数主格与关系代词 ἃ 一致。
- 1.361ὃν δέ φησιν ἐγγίνεσθαι λόγον
这是逆向吸引(attractio inversa)的例子,先行词 λόγος 被吸收到关系从句内部的宾格不定式结构中作宾格。按正常句序相当于 ὁ δὲ λόγος, ὃν φησιν ἐγγίνεσθαι, τὸ καθόλου ... ἐστί(“而他所说的产生出来的理性,乃是普遍”)。
