← 尼西亚的欧斯特拉提乌斯

亚里士多德《后分析篇》第二卷注释

§261.11-262.24

本原获得的疑难与动物的感觉能力

注释者解释了亚里士多德在《后分析篇》99b26–34中的论证:他指出了本原的认识既非先天固有、亦非凭空后天获得的疑难,并通过引入一切动物生来具有的感觉能力作为把握本原的起点来化解这一疑难。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.356

" Εἰ μὲν δὴ ἔχομεν αὐτάς, ἄτοπον." Πρὸς τὸ προσεχὲς μόριον τῆς διαιρέσεως ἀπαντᾷ τὴν δευτέραν ἀπορίαν συνδέων. τὸ γὰρ εἰ μὲν δὴ ἔχομεν ταύτας ταὐτόν ἐστι τῷ εἰ ἐνοῦσαι λελήθασιν. ἄτοπον δή, φησίν, ἐστίν, εἰ ἔχομεν τὰς ἀρχὰς ἐν ἑαυτοῖς, καὶ λανθάνουσιν ἡμᾶς ἐν ἡμῖν οὖσαι. τί δὲ τὸ ἄτοπόν ἐστιν, ἐπιφέρει· συμβαίνει γὰρ ἔχοντας ἡμᾶς γνώσεις ἀγνοεῖν αὐτὰς ἐπιλανθανομένους, καὶ ταῦτα κρειττόνων οὐσῶν αὐτῶν ἢ κατὰ ἀπόδειξιν.1 ἐκ γὰρ τούτων αἱ ἀποδείξεις ὡς δηλοτέρων τε καὶ γνωριμωτέρων. εἰ οὖν ἄτοπον ἀπόδειξιν ἔχοντας ἀγνοεῖν ὅτι ἔχομεν, πολλῷ ἂν εἴη ἀτοπώτερον, εἰ ἀγνοοῦμεν γνῶσιν ἔχοντες κρείττονα ἀποδείξεως.

“那么,如果我们拥有它们,这是荒谬的。” 他在联结第二个疑难的同时,回应了划分中相邻的部分。因为“如果我们拥有它们”与“如果它们存在却未被察觉”是同一回事。他说,如果我们在自身中拥有诸本原,而它们存在于我们之中却未被我们察觉,这确实是荒谬的。至于荒谬之处何在,他接着指出:因为结果是,我们拥有认识,却因遗忘而对它们一无所知,而且这还是在它们优于依照证明的认识的情况下。因为证明正是出自这些,作为出自更明显且更可知之物。因此,如果拥有证明却不知晓我们拥有它是荒谬的,那么拥有优于证明的认识却对之一无所知,就远远更为荒谬了。

§1.357

"Εἰ δὲ λαμβάνομεν μὴ ἔχοντες πρότερον." Τὸ πρῶτον μέρος τοῦτο τῆς διαιρέσεως, πρὸς ὃ καὶ αὐτὸ ἀπαντᾷ ἀδύνατόν τι καὶ τούτῳ δεικνύων ἑπόμενον. εἰ γὰρ μὴ ἔχοντες, φησί, τὰς ἀρχὰς πρότερον, ὕστερον ταύτας λαμβάνομεν, πῶς ταύτας γινώσκομεν καὶ μανθάνομεν ἄνευ προϋπαρχούσης γνώσεως; κεῖται γὰρ ὅτι πᾶσα μάθησις ἐκ προϋπαρχούσης γίνεται γνώσεως. ἐπεὶ τοίνυν καὶ τὰς ἀρχὰς μανθάνομεν ὡς ἡ ὑπόθεσις βούλεται, δεῖ προϋπάρχειν αὐτῶν γνῶσιν ἑτέραν· ἄλλως γὰρ ἀδύνατον, καθὼς ἐλέγομεν καὶ ἐπὶ τῆς ἀποδείξεως, καὶ δεῖ πρὸ τῶν ἀρχῶν ἑτέρας εἶναι τὰς προγινωσκομένας ἀρχάς· καὶ ἐπ’ ἐκείνων ὁ αὐτὸς ἔσται λόγος, καὶ εἰς ἄπειρον. οὐκ ἄρ’ οὐδὲ τοῦτο ἡμῖν εὔοδον.

“但如果我们以往没有而后来获得它们。” 这是划分的第一部分,他也对此作出了回应,表明由此也会随之产生不可能的事情。因为他说,如果我们以往没有诸本原,而后才获得它们,那么在没有预先存在的认识的情况下,我们又如何知晓并学习它们呢?因为已经确立的是:一切学习皆出自预先存在的认识。既然按照假设所意图的那样,我们也学习诸本原,那么就必须预先存在关于它们的另一种认识;因为否则是不可能的,正如我们在证明的事例中所说的那样,并且在诸本原之前必须存在预先被知晓的其他本原;而在那些本原的情形下也是同样的论述,以至于无穷。因此,这对我们来说也是行不通的。

§1.358

"Φανερὸν τοίνυν ὅτι οὔτ’ ἔχειν οἷόν τε." Δύο ζητήσεις προθέμενος, μίαν μὲν περὶ τοῦ κατὰ ποῖον γένος γνώσεως αἱ ἀρχαὶ γινώσκονται, δευτέραν δὲ εἰ ἐξ ἀρχῆς ἢ οὐ τὴν γνῶσιν τῶν ἀρχῶν ἔχομεν, καὶ ἑκατέρωθεν ἄτοπον ἑπόμενον τοῖς τῆς διαιρέσεως ταύτης δείξας μέρεσι, τὴν μὲν πρώτην ζήτησιν ἐν τῷ παρόντι καταλιπὼν πρὸς τὴν δευτέραν ἐπιχειρεῖ τὴν αὐτῇ προσήκουσαν ἐπιφέρων ἐπίλυσιν. πρὸς τὰς αἰτίας τοίνυν εὐθὺς ἀπαντᾷ τοῦ τῆς ἀπορίας δεσμοῦ. ἐκ γὰρ τοῦ λέγεσθαι ἁπλῶς ἔχειν τὰς ἀρχὰς ἢ μὴ ἔχειν ἡ ἀπορία συνίσταται. ἐπεὶ οὖν οὕτω λέγουσιν ἄτοπόν τι ἑκατέρωθεν εἵπετο, φανερὸν ἐντεῦθεν ὅτι οὔτ’ ἔχειν δυνατὸν ἁπλῶς ἐξ ἀρχῆς τὰς ἀρχὰς οὔτε παντελῶς ἀγνοοῦσιν καὶ μηδεμίαν ἔχουσιν ἕξιν γνώσεως ἐγγίνεσθαι ταύτας ἡμῖν,2 ἀλλ’ ἀνάγκη ἔχειν μέν τινα δύναμιν γνωστικὴν ἐξ ἧς πρόφασις ἡμῖν τῆς τῶν ἀρχῶν γνώσεως γίνεται, οὐ μέντοι γε τοιαύτην, ὥστ’ εἶναι τιμιωτέραν αὐτὴν κατ’ ἀκρίβειαν τῆς τῶν ἀρχῶν γνώσεως.

“因此显然,既不可能拥有。” 在提出了两项探求之后——一项是关于诸本原依照何种认识之属而被认识,第二项是我们是否从一开始就拥有诸本原的认识——并且在表明了对于这一划分的各部分而言荒谬之事都从双方随之产生之后,他暂时搁置了第一项探求,着手处理第二项,引入了适合于它的化解。因此,他直接针对疑难之结的原因作出回应。因为正是由于不加限定地谈论拥有本原或不拥有本原,疑难才得以构成。既然对于这样谈论的人而言从双方都会随之产生荒谬之事,由此便显然可知:既不可能从一开始就不加限定地拥有诸本原,也不可能在完全不知晓且不拥有任何认识品质的情况下让它们产生于我们之中;相反,必然要拥有某种认知能力,由它为我们产生关于诸本原的认识的由头,然而这一能力本身在精确性上却绝非比关于诸本原的认识更为尊贵。

§1.359

"Φαίνεται δὲ τοῦτό γε πᾶσιν ὑπάρχον." Εἰπὼν ὅτι οὔτ’ ἔχειν δυνατὸν τὰς ἀρχὰς ἐξ ἀρχῆς οὔτε πάντῃ ἐστερημένοις γνώσεως προσγίνεσθαι ταύτας ἡμῖν διὰ τὸ ἑκατέρωθέν τι συμβαίνειν ἀδύνατον, ἀλλ’ ἐκ χείρονός τινος γνωστικῆς ἕξεως εἰς τὴν τούτων προϊέναι γνῶσιν, λέγει νῦν τίς ἡ γνῶσις ἐκείνη ἐστίν, ἐξ ἧς ὁδῷ προβαίνοντες εἰς τὴν τῶν ἀρχῶν κατάληψιν προσερχόμεθα. τοῦτο γάρ, φησίν, ὃ λέγομεν γένος γνώσεως ἐν πᾶσι τοῖς ζῴοις ὑπάρχον φαίνεται. πάντα γὰρ τὰ ζῷα, ᾗ ζῷά ἐστι, δύναμιν ἔχει οὐκ ἐπίκτητόν τινα οὐδὲ διδακτήν, ἀλλὰ συμπεφυκυῖαν καὶ ἐκ φύσεως συμπαρομαρτοῦσαν αὐτοῖς, ὡς καὶ συμπληρωτικὴν εἶναι τῆς οὐσίας αὐτῶν, καθ’ ἣν καὶ διαφέρουσι τῶν φυτῶν, ἥτις κριτικὴ ἐστι πλείστων ὅσων3 διαφορῶν· καλοῦσι δὲ ταύτην αἴσθησιν. οὕτω δὲ εἶπεν ὥσπερ ἄλλοις ἐπιγράφων τὴν αἰτίαν τῆς κλήσεως, ἵνα δείξῃ μὴ οἰκεῖόν τινα λέγων λόγον, ἀλλὰ τὸ κοινῇ λαμβάνων ὁμολογούμενον.

“但这至少看似属于一切。” 在说明了既不可能从一开始就拥有诸本原,也不可能在完全缺乏认识的情况下让它们增添于我们——因为从双方都会发生某种不可能之事,而是从某种较劣的认知品质出发进至对它们的认识——之后,他现在说明那认识究竟是什么,我们依循道路前进正是出自它而达到对诸本原的把握。因为他说,我们所说的这一认识之属看似存在于一切动物之中。因为一切动物在其作为动物的意义上,都拥有一种既非后天获得亦非通过教授得来的能力,而是与生俱来且在本性上伴随它们的能力,以至于它甚至构成了它们实体的补充,动物据此也区别于植物,并且它能够分辨极多的差异;而人们称之为感觉。他这样说,就像是把这一称谓的原因归于他人,以便表明他不是在陈述某种私己的主张,而是在采纳普遍公认的观点。

语法注3 条
  1. 1.356καὶ ταῦτα κρειττόνων οὐσῶν αὐτῶν ἢ κατὰ ἀπόδειξιν

    καὶ ταῦτα 搭配属格独立结构 κρειττόνων οὐσῶν αὐτῶν,是表示“而且在……情况下”或带有让步意味的习惯句式。接在比较级 κρειττόνων 之后的 ἢ κατὰ ἀπόδειξιν 则表示比较的基准(“相较于依证明的[认识]”)。

  2. 1.358οὔτε παντελῶς ἀγνοοῦσιν καὶ μηδεμίαν ἔχουσιν ἕξιν γνώσεως ἐγγίνεσθαι ταύτας ἡμῖν

    在前文非人称句式 δυνατόν(省去 ἐστι)的支配下,不定词 ἐγγίνεσθαι 的宾格主语是 ταύτας(诸本原的认识),而与格分词 ἀγνοοῦσιν 与 ἔχουσιν 则与与格代词 ἡμῖν 一致并修饰之(“在我们完全不知且没有任何认识品质的情况下,这些产生于我们之中”)。

  3. 1.359πλείστων ὅσων

    这是由最高级 πλεῖστος 与关系代词 ὅσος 融合而成的希腊语习惯表达,意为“极多的”或“无数的”,对名词 διαφορῶν 起强调修饰作用。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4031.tlg001.humanitext-grc1:261.11-262.24