← 尼西亚的欧斯特拉提乌斯

亚里士多德《后分析篇》第二卷注释

§260.1-261.10

本原之认识与灵魂状态的两个主要疑难

对亚里士多德《后分析篇》卷二第19章开头(99b17–20)的注解。欧斯特拉提乌斯阐明为了使关于证明性科学的论述达到自足,必须探求对本原的认识及把握本原的灵魂品质,并剖析了亚里士多德所提出的关于本原之认知品质及其究竟是生得还是后得的两个主要疑难。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.354

" Περὶ δὲ τῶν ἀρχῶν πῶς τε γίνονται γνώριμοι." Ἐπεὶ θεῖόν τι χρῆμα τὸ αὔταρκες καὶ ταῖς ψυχαῖς, εἴπερ ἄλλο τι ζητούμενον1 χρὴ καὶ τῷ περὶ ἐπιστήμης λόγῳ τοῦτο παρεῖναι, ἣν καὶ ψυχαὶ κατὰ τὴν σφετέραν τελείωσιν ἑαυταῖς συνεστήσαντο μηδὲν αὐτῆς, ᾗ ψυχαί εἰσιν, οἰκειότερον ἔχουσαι. ὅτι μὲν οὖν ἐξ ἀρχῆς ἡ ἐπιστήμη, εἴρηται πρότερον· ἐκ γὰρ τῶν καθ’ αὑτὸ καὶ ᾗ αὑτὸ καὶ πρώτων καὶ ἀμέσων καὶ αἰτίων τοῦ συμπεράσματος· δεῖ δὴ ζητῆσαι περὶ τῶν ἀρχῶν, τίνι τε τρόπῳ γνώριμοι γίνονται καὶ τίς τῆς ψυχῆς ἕξις, καθ’ ἣν ταύτας γνωρίζειν πέφυκε. περὶ ἀποδείξεως γὰρ καὶ ἐπιστήμης εἰπόντες ἀποδεικτικῆς εἰ τοῦτο ἐν τῷ λόγῳ παρήκαμεν, εἰκότως ἂν ἀτελὴς οὗτος ἔδοξεν, ἄλλῳ τινὶ τῶν αὐτῷ τι ἁρμοττόντων καταλιπών.2 ἐπεὶ δ’ ἀπορητικῶς ὁ λόγος προβαίνων ἀφορμὴν ἑαυτῷ πρὸς εὐπορίαν παρέχεται τὴν αἰτίαν τε τοῦ δεσμοῦ ἀνευρίσκων κἀντεῦθεν πρὸς τὸ λύειν γινόμενος ἑτοιμότατος, καθάπερ αὐτὸς Ἀριστοτέλης ἐν τῷ δευτέρῳ φησὶ τῶν Μετὰ τὰ φυσικά, δεῖ πρῶτον προαπορῆσαι.

“关于诸本原,以及它们如何成为可知晓的。” 既然自足乃是神圣之物,并且对灵魂而言,如果有任何其他事物是所探求之物[自足便是这物],那么在关于科学的论述中也必须具备这一特性,而灵魂也依其自身的完善性为自身确立了科学,在它们作为灵魂的意义上,没有任何东西比它更切己。那么,科学出自本原,这在前面已经讲过;因为它是出自就其自身且作为其自身、在先的、直接的以及作为结论之原因的事物。因此必须探求关于诸本原的事情,它们以何种方式成为可知晓的,以及灵魂据以在本性上认识它们的品质是什么。因为在谈及证明和证明的科学之后,如果我们在此论述中忽略了这一点,这一[论述]理所当然会被认为是不完备的,因为它把属于自身的某些事情留给了别人。但是,由于以设疑方式推进的论述为自身提供了通向化解的起点,它找寻到了结的原因,并由此最易于去解开它,正如亚里士多德自己在《形而上学》第二卷中所说的那样,必须首先预先设疑。

§1.355

"Ὅτι μὲν οὖν οὐκ ἐνδέχεται ἐπίστασθαι." Ἐκ τῶν περὶ ἀποδείξεως εἰρημένων ἔχει ὁμολογούμενον τὸ μὴ ἐνδέχεσθαι ἐπίστασθαι3 δι’ ἀποδείξεως, εἰ μή τις εἰδείη τὰς ἀρχὰς τὰς ἀμέσους. εἰ γὰρ ἐκ τῶν πρώτων καὶ ἀμέσων πᾶσα ἀπόδειξις, δεῖ ταῦτα προειδέναι· εἰ γὰρ ταῦτα ἄδηλα, πῶς ἐξ ἀδήλων τι δῆλον γενήσεται; ἀλλ’ εἰ καὶ πᾶσα διδασκαλία καὶ πᾶσα μάθησις διανοητικὴ ἐκ προυπαρχούσης γίνεται γνώσεως, προϋπάρχουσι δ’ αἱ ἀρχαὶ τῆς ἐξ αὐτῶν ἀποδείξεως, πῶς ἔσται αὕτη τῆς ἐκείνων μὴ προϋπούσης γνώσεως; τούτου οὖν οὕτω κειμένου ἀπορεῖ ἑξῆς περὶ τῆς τῶν ἀμέσων γνώσεως δύο ταύτας ἀπορίας, τίς τε ἡ γνῶσις αὐτῶν, τουτέστι τίς γνωστικὴ ἕξις τῆς ψυχῆς, καθ’ ἣν αὗται γινώσκονται, καὶ εἴτε ἔνεισιν ἐξ ἀρχῆς ἐν ἡμῖν εἴτε μὴ οὖσαι ἐγγίνονται. ἡ γὰρ πρώτη ἀπορία εἰ καὶ εἰς πολλὰ δοκεῖ διαιρεῖσθαι, ἀλλ’ οὖν γε μία ἐστὶ καὶ ἡ αὐτή. τῶν γὰρ ἀμέσων τὴν γνῶσιν ζητήσειεν ἄν τις, πότερον ἡ αὐτή ἐστι τῇ δι’ ἀποδείξεως ἐπιστήμῃ ἢ οὐχ ἡ αὐτή· καὶ λαβὼν τὸ οὐχ ἡ αὐτή, πάλιν ζητήσειεν εἰ ἐπιστήμη ἐστὶν ἡ ἀμφοῖν γνωστικὴ ἕξις, τῶν τε ἀρχῶν καὶ τῶν ἐξ αὐτῶν γινωσκομένων, ἢ γένος τι γνώσεως ἕτερον καὶ ἕτερον. ἐνδέχεται γὰρ διάφορα πράγματα ὑπὸ ἄλλην καὶ ἄλλην ἀναφέρεσθαι γνῶσιν, εἶναι μέντοι ἀμφοτέρας κατὰ γένος τὰς αὐτάς, εἰ καὶ διαφέρουσιν ἀλλήλων τῷ εἴδει. οἷον ἀριθμῶν καὶ μεγεθῶν ἄλλη μὲν καὶ ἄλλη κατ’ εἶδος ἡ γνῶσις, τῷ μέντοι γένει ἄμφω αἱ αὐταί· ἐπιστήμη γὰρ ἑκατέρα· οὕτω γὰρ καὶ αὐτὸς εἴρηκεν ἢ τοῦ μὲν ἐπιστήμη τοῦ δ’ ἕτερόν τι γένος, τουτέστιν ἢ τοῦ μὲν ἐκ τῶν ἀρχῶν ἐπιστήμη τὸ γένος τῆς γνώσεως, τῶν δὲ ἀρχῶν ἕτερον. τῷ δὲ οὐκ ἐνδέχεται ἐπίστασθαι προσέθηκε τὸ δι’ ἀποδείξεως, ἐπεὶ ἐνδέχεται καὶ ἄλλον τρόπον ἐπίστασθαι, διὰ διαιρέσεως, δι’ ἀναλύσεως, δι’ ὁρισμοῦ. ἔστι δὲ ταῦτα πάντα μία ἀπορία, εἰ ἡ αὐτή ἐστι γνῶσις τῶν ἀρχῶν καὶ τῶν ἐξ αὐτῶν, καὶ εἰ ἑτέρα, κατ’ εἶδος μόνον ἢ καὶ κατὰ γένος. εἶτα καὶ τὴν ἑτέραν ἀπορίαν ἐπάγει. πότερον γάρ, φησίν, αἱ ἕξεις τῆς γνώσεως τῶν ἀρχῶν οὐκ ἐνοῦσαι πρότερον ἐν ἡμῖν ἐγγίνονται ὕστερον, ἢ ἔνεισι μέν, λελήθασι δὲ ἐνοῦσαι. ὅτι μὲν γὰρ οὐκ ἐφιστάνομεν ὅλως περὶ αὐτῶν εὐθὺς ἐξ ἀρχῆς, δῆλον· ὅπως δὲ τοῦτο γίνεται, εἴτε διὰ τὸ μὴ ἔχειν ὅλως αὐτάς, εἴτε διὰ τὸ λεληθέναι ἔχοντας,4 ζητήσεως ἄξιον.

“因此,不可能知晓。” 从关于证明所说过的事情出发,他已公认不可能通过证明而知晓,除非有人知晓那些直接的本原。因为如果一切证明皆出自第一且直接的事物,就必须预先知晓这些;因为如果这些是不明显的,又如何从不明显之物中产生明显之物?但是,倘若一切教学和一切理智的学习也皆出自预先存在的认识,且诸本原先于由它们得出的证明而存在,如果关于那些[本原]的认识不预先存在,这一[证明]又如何存在?因此,在此事如此确立之后,他接着就关于直接事物的认识提出这两点疑难:关于它们的认识是什么,也就是说,灵魂据以认识它们的认知品质是什么;以及它们究竟是从一开始就存在于我们之内,还是原本不存在而后才产生于其中。因为第一点疑难即使看似被划分为许多部分,但终究是同一个。因为人们可能会探求关于直接事物的认识究竟与通过证明的科学是同一个,还是不是同一个;而在采纳了不是同一个之后,又会再次探求认识两者的品质——认识诸本原以及由它们被认识的事物——是否是科学,还是各自属于不同的认识之属。因为不同的事物有可能归属于不同的认识之下,然而两者在属上却是相同的,即便它们在种上彼此不同。例如关于数目和关于大小的认识在种上是彼此不同的,但在属上两者却相同;因为每一者都是科学。因为他自己也正是这样说的,“或者对一者而言是科学,对另一者而言是某种其他的属”,也就是说,或者对于出自诸本原者而言认识的属是科学,而对于诸本原而言则是另一个属。而在“不可能知晓”上,他加上了“通过证明”,因为也可能以另一种方式知晓:通过划分、通过分析、通过定义。而所有这些乃是一个疑难:关于诸本原的认识与关于出自诸本原之物的认识是否相同,如果不同,是仅在种上不同,还是在属上也不同。随后他也引入了另一个疑难。因为他说:关于诸本原的认识品质究竟是以往不存在于我们之中而后才产生于其中的,还是固然存在、却在存在中未被察觉。因为从一开始我们就完全未曾注意过它们,这一点是显然的;但这如何发生——究竟是因为完全没有它们,还是因为虽然拥有却没有被察觉——是值得探求的。

语法注4 条
  1. 1.354εἴπερ ἄλλο τι ζητούμενον

    此为习惯性省略结构 εἴπερ ἄλλο τι(“如果有什么别的是如此,那便是这一个”)。补足 ἐστί,可理解为“如果灵魂探求任何其他事物,[自足便是这物]”。它呼应开头的 ἐπεὶ θεῖόν τι χρῆμα τὸ αὔταρκες...,以假设强化自足性对灵魂而言也是首要追求的目标。

  2. 1.354καταλιπών

    阳性单数主格分词,在性、数、格上与前文的主语 οὗτος(即 ὁ λόγος,“论述”)保持一致。论述被拟人化,作为 ἔδοξεν 和 καταλιπών 的语法主语,表示“这一论述将本属于自身的事务留给了别人”。

  3. 1.355ἔχει ὁμολογούμενον τὸ μὴ ἐνδέχεσθαι ἐπίστασθαι

    动词 ἔχει(其未明言的主语依上下文指亚里士多德)支配带定冠词的不定词短语 τὸ μὴ ἐνδέχεσθαι ἐπίστασθαι 作为直接宾语,并带有作表语用的完成时被动分词 ὁμολογούμενον,意为“他将‘不可能知晓’作为已被承认的前提”。

  4. 1.355διὰ τὸ λεληθέναι ἔχοντας

    介词 διά 支配带定冠词的完成时不定词 τὸ λεληθέναι,后者接复数宾格分词 ἔχοντας(指代其逻辑主语“我们/人们”)作为补充成分。λανθάνω 加上分词表示“未被察觉地做某事”,整句意为“因为拥有它们却未被察觉”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4031.tlg001.humanitext-grc1:260.1-261.10