- 底本
- Eustratius, In Analyticorum Posteriorum Librum Secundum Commentarium. Commentaria in Aristotelem Graeca XXI.1, ed. M. Hayduck, Berlin: Reimer 1907, pp. 1-270. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4031.tlg001.humanitext-grc1:258.21-259.37
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
厄斯特拉提乌阐明了诸本原如何通过感觉从个别事物上升至普遍者的归纳过程而被认识,并论证了认识本原的品质不能是意见、推算或证明性科学,而必然是作为科学本原的理智。
οὔτε οὖν ὡς προϋπάρχουσαι τῶν σωμάτων αἱ ψυχαὶ εἰς ἀνάμνησιν ἔρχονται τῶν ἀρχῶν οὔτε μὴν ὡς κατ’ οὐσίαν ἐκ τοῦ δυνάμει εἰς τὸ ἐνεργείᾳ προβαίνουσαι εἰς γνῶσιν τῶν ἀμέσων προτάσι1 διὰ τῶν αἰσθήσεων, ἀλλ’ ἔχουσι μὲν ταύτας σὺν τοῖς προσφυέσι σώμασιν εἰς τὸ εἶναι παραγενόμεναι, οὐ προβάλλουσι δὲ ὑπὸ τῆς ἀλογίας τῶν χειρόνων κατακρατούμεναι· εἰς ἐπίστασιν δ’ ἔρχονται τούτων, καὶ ἢ ἀπὸ αἰσθήσεως ἢ ἀπὸ λόγου ποδηγοῦνται ὥσπερ ἐξυπνιζόμεναι. ἀλλ’ ἐπανέλθωμεν ὅθενπερ ἐξέβημεν, πῶς τὸ καθόλου ἐλέγομεν τῇ ψυχῇ περιγίνεσθαι. ἑνὶ γὰρ τῶν κατ’ εἶδος ἀδιαφόρων προσβαλλούσης τῆς αἰσθήσεως ἵσταται μὲν τοῦτο πρῶτον ἐν τῇ ψυχῇ καθόλου. εἰ γὰρ καὶ τὸ καθ’ ἕκαστόν ἐστιν ὃ τῇ αἰσθήσει ὑπόκειται, ἀλλὰ κατὰ τὸ ἐν αὐτῷ κοινὸν διὰ τῆς αἰσθήσεως τῇ ψυχῇ παραπέμπεται. Καλλίου γὰρ ὁρωμένου ἄνθρωπον ἡ ψυχὴ ἐν ἑαυτῇ παραδέχεται, ὅπερ κοινόν ἐστιν. ὥστε ἐν αἰσθήσει μὲν τὸ καθ’ ἕκαστον γίνεται, τὸ δὲ εἰς γνῶσιν τῷ λόγῳ ἐρχόμενον τὸ καθόλου ἐστίν· οὐ γὰρ Καλλίας, ἀλλ’ ἄνθρωπος. τούτου οὖν γινωσκομένου, ἤγουν τοῦ ἐκ τῶν καθ’ ἕκαστα καὶ ἓν τῷ ἀριθμῷ καθόλου, ἐν τούτοις πᾶσιν τοῖς ὡς εἴδεσι καθόλου ἵσταται ἄλλο τι καθόλου, ὑφ’ ὃ τὰ κατ’ εἶδος καθόλου ἀνάγεται. καὶ μέχρι τοσούτου ἡ ἄνοδος καὶ ἡ τοῦ καθόλου στάσις, ἕως ἂν εἴς τι πέρας ἡ ἄνοδος στῇ τῶν ἀμερῶν καὶ καθόλου,2 ὅπερ ἐστὶ τὸ γενικώτατον. τὸ αὐτὸ καὶ ἐφ’ ἑκάστης κατηγορίας, οἷον ἀπό τινος ἀνθρώπου εἰς ἁπλῶς ἄνθρωπον καὶ ἀπὸ τοιουδὶ ζῴου εἰς ζῷον καὶ ἀπὸ τοιουδὶ ἐμψύχου εἰς ἔμψυχον καὶ ἀπὸ τοιασδὶ οὐσίας εἰς οὐσίαν. τὸ αὐτὸ ἐπὶ λευκοῦ, τὸ αὐτὸ ἐπὶ τριπήχεος καὶ ἐπὶ πάντων. ὥστε δῆλόν ἐστιν ὅτι καὶ αἱ ἀρχαὶ ἐπαγωγῇ γνωρίζονται· πᾶσα γὰρ ἡ ἀπὸ τῶν καθ’ ἕκαστα τοῦ καθόλου συναγωγὴ ἐπαγωγή ἐστιν. οὕτω γὰρ καὶ ἡ αἴσθησις τὰ καθόλου ἐμποιεῖ τὰ καθ’ ἕκαστα τῇ ψυχῇ χορηγοῦσα καὶ ἐξ αὐτῶν αὐτῇ πρὸς τὸ καθόλου διδοῦσα πρόφασιν. τοῦδε οὖν τῷδε ὄντος ἴσου, καὶ τοῦδε τῷ αὐτῷ, καὶ τρίτου καὶ τετάρτου, τὰ τῷ αὐτῷ ἴσα καὶ ἀλλήλοις εἶναι ἴσα καθόλου γνωρίζομεν· ὁμοίως τοῦδε ὅλου ὄντος καὶ τοῦδε μέρους, ἃ τῇ αἰσθήσει γνώριμα, καὶ τοῦ μὲν μείζονος τοῦ δ’ ἐλάττονος, ἐκ τῶν αἰσθήσει γνωρίμων εἰς γνῶσιν τοῦ καθόλου τὸ ὅλον μεῖζον εἶναι τοῦ μέρους ἥκομεν. καὶ οὕτω μὲν ἐπαγωγικῶς αἱ ἀρχαὶ γίνονται γνώριμοι· ὑπόλοιπον δ’ ἂν εἴη λέγειν τίς ἡ ἕξις καθ’ ἣν αἱ ἀρχαὶ γινώσκονται. ἀλλ’ ἐπείπερ ἡ διάνοιά ἐστι καθ’ ἣν ὁ ἄνθρωπος ᾗ ἄνθρωπος ἐνεργεῖν πέφυκεν, ἴδωμεν τὰς περὶ αὐτὴν ἕξεις. τούτων οὖν αἱ μὲν ἀεὶ ἀληθεῖς εἰσιν, αἱ δὲ ποτὲ καὶ ψευδεῖς. ποτὲ μὲν οὖν τὸ ψεῦδός εἰσι δεχόμεναι δόξα καὶ λογισμός, ἅπερ ἄμφω μὲν περὶ τῶν ἄλλοτε ἄλλως ἐχόντων, ἀλλ’ ἡ μὲν εἰς θεωρίαν μόνην πολλάκις καταντᾷ πρᾶξιν μὴ ἔχουσαν, ὁ δὲ λογισμὸς εἰς πρᾶξιν ἀεὶ ἀποτείνεται· διὸ καὶ πρακτικὸς νοῦς ὀνομάζεται. ἀληθεῖς δὲ ἀεὶ ἐπιστήμη ἐστὶ καὶ νοῦς. ἐπεὶ οὖν κρείττων ἡ γνῶσις τῶν ἀρχῶν, εἴη ἂν καὶ κρείττονος ἕξεως ἢ κατὰ δόξαν καὶ λογισμόν,3 ὥστ’ ἢ ἐπιστήμη ἢ νοῦς. ἀλλὰ πᾶσα ἐπιστήμη μετὰ λόγου· ὥστ’ εἰ ἐπιστήμη γνῶσις τῶν ἀρχῶν, εἴη ἂν ἡ γνῶσις τῶν ἀρχῶν μετὰ λόγου. ἀλλὰ πᾶς λόγος ἐπιστημονικὸς ἐξ ἀρχῆς· ἔσονται δὴ ἀρχαὶ τῶν ἀρχῶν· καὶ οὕτω προΐοι ἂν ὁ λόγος ἐπ’ ἄπειρον. λείπεται ἄρα κρείττονος ἢ κατ’ ἐπιστήμην ἕξεως εἶναι τὴν γνῶσιν τῶν ἀρχῶν. κρείττων δὲ ἐπιστήμης γνωστικὴ ἕξις οὐκ ἔστιν ἄλλη ἢ νοῦς· νοῦς ἄρα γνωστικὸς τῶν ἀρχῶν. ἔπειτα ἐπιστήμης ἀρχὴ οὐκ ἔστιν ἀπόδειξις, ἀλλ’ ἕτερόν τι ὑπὲρ ἀπόδειξιν γινωσκόμενον· ὥστ’ οὐδὲ ἐπιστήμης ἀρχὴ ἐπιστήμη, ἀλλ’ ὑπὲρ ἐπιστήμην τι ἕτερον. οὐδεμίαν δέ τινα δύναμιν ἐν ἑαυτοῖς ἔχομεν ἀληθευτικὴν ὑπὲρ ἐπιστήμην ἢ νοῦν. ὥστε νοῦς ἂν εἴη ἐπιστήμης ἀρχή, καὶ ἡ μὲν ἀρχὴ τῆς ἐπιστήμης, ἥτις ὁ νοῦς ἐστιν, εἴη ἂν τῶν ἀρχῶν τοῦ ἐπιστητοῦ γνωστική, ἡ δὲ πᾶσα ἐπιστήμη τοῦ παντὸς ἐπιστητοῦ· ὡς γὰρ ἡ ἀρχὴ πρὸς τὰς ἀρχὰς γνωστικὴ αὐτῶν οὖσα, οὕτω καὶ ἡ πᾶσα ἐπιστήμη πρὸς πᾶν τὸ ἐπιστητόν, αὐτὸ γινώσκουσα.
因此,灵魂既非作为先于身体存在者而达到对本原的回忆,也绝非作为在本性上从潜能向现实进发者,通过感觉达到对直接命题的认识;而是既然与天然附着的身体一同进入存在,它们便拥有这些[本原],但由于被较劣者的非理性所支配,而未能将其展现出来;但它们达到了对这些[本原]的觉察,并如同被唤醒一般,受到感觉或言辞的引导。但让我们回到我们偏离之处,即我们谈及普遍者如何产生于灵魂之中的地方。因为当感觉触及在种上无分别的事物之一时,这首先作为普遍者驻留在灵魂之中。因为即使在感觉之基础上的乃是个别事物,但通过感觉传达到灵魂的,乃是依于其内在的共通之物。因为在卡利亚斯被看见时,灵魂在自身中接纳的是人,而这乃是共通的。因此在感觉中产生的是个别事物,但对理性而言进入认识的乃是普遍者;因为不是卡利亚斯,而是人。因此,当这一普遍者——即来自诸个别事物及在数目上为一之物的普遍者——被认识时,在所有这些作为种的普遍者之中便确立起另一个普遍者,在种上的普遍者便归摄于其下。而这种上升与普遍者的确立一直持续到这般地步,直至上升停止于无部分且普遍的事物的某个极限,这极限即是最高类。在每一个范畴中也是如此,例如从某一个特定的人到单纯的人,从某一种动物到动物,从某一种有灵魂者到有灵魂者,从某一种实体到实体。在白上也是如此,在三肘长上也是如此,在一切事物上皆是如此。因此显然,诸本原也是通过归纳而被认识的;因为从个别事物对普遍者的一切汇集皆是归纳。因为这样一来,感觉也通过向灵魂提供个别事物,并从这些事物出发为灵魂提供走向普遍者的机缘,从而造就普遍者。因此,既然这个等于这个,而这个又等于同一之物,第三个和第四个也是如此,我们便普遍地认识到与同一之物相等的事物彼此也相等;同样,既然这个是整体而这个是部分(这些对感觉而言是可知晓的),且一者较大而另一者较小,我们便从对感觉可知晓之物出发,达到对整体大于部分这一普遍者的认识。如此这般,诸本原便归纳地成为可知晓的;那么接下来要说明的,当是诸本原据以被认识的品质是什么。但是,既然人在作为人的意义上依其本性开展活动的依据乃是思想,就让我们考察关于思想的诸品质。在这些品质中,有些始终是真的,有些有时也会是假的。那么,有时接受虚假的是意见和推算,这两者固然都是关于在不同时间处于不同状态的事物,但前者往往止步于不包含实践的单纯观照,而推算则始终指向实践;因此它也被称为实践理智。而始终为真的是科学和理智。因此,既然对诸本原的认识是较优的,它也当属于高于意见和推算之水平的品质,因而要么是科学,要么是理智。但是一切科学皆伴随着论证;因此如果对诸本原的认识是科学,对诸本原的认识就当伴随着论证。但是一切科学的论证皆出自本原;于是就会有本原的本原;这样一来推理就会走向无限。于是剩下来的结论便是:对诸本原的认识属于高于科学之水平的品质。而高于科学的认识品质除理智之外别无其他;因此理智乃是认识诸本原者。其次,科学的本原不是证明,而是超出证明之上而被认识的某种其他事物;因此科学的本原也不是科学,而是超出科学之上的某种其他事物。而我们在自身之中除了理智之外,绝无超出科学之上能揭示真理的能力。因此理智当是科学的本原,而作为科学之本原的理智,当是可知者的诸本原的认识者,而全体科学则是全体可知者的认识者;因为正如本原对诸本原而言是其认识者一样,全体科学对全体可知者而言也是其认识者。
- 1.353τῶν ἀμέσων προτάσι
形式 προτάσι 显系复数属格 προτάσεων 的讹误或传抄变体,在语境中作为宾格性属格依附于 εἰς γνῶσιν,与 τῶν ἀρχῶν 并列(即“达到对直接命题的认识”)来理解。
- 1.353τῶν ἀμερῶν καὶ καθόλου
属格短语 τῶν ἀμερῶν καὶ καθόλου 作为同位语性或限定性属格依附于 εἴς τι πέρας(“无部分者与普遍者的极限”)。此处的“无部分者”(ἀμερῆ)呼应亚里士多德在《后分析篇》100b2处的用法,指其上不再有更高属种划分的最高类,这紧接着由后面的关系从句 ὅπερ ἐστὶ τὸ γενικώτατον(“这极限即是最高类”)所证实。
- 1.353κρείττονος ἕξεως ἢ κατὰ δόξαν καὶ λογισμόν
比较级形容词 κρείττονος 之后接连词 ἤ 及介词短语 κατὰ δόξαν καὶ λογισμόν 的结构。此处并非直接与意见和推算本身进行对比,而是由 κατά 引入比较的基准或层级(即“高于意见与推算之水准的品质”)。
