- 底本
- Eustratius, In Analyticorum Posteriorum Librum Secundum Commentarium. Commentaria in Aristotelem Graeca XXI.1, ed. M. Hayduck, Berlin: Reimer 1907, pp. 1-270. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4031.tlg001.humanitext-grc1:24.24-26.5
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
埃乌斯特拉提乌斯注解了亚里士多德在90a14–18中以亏蚀和协和音为例说明“是什么”与“为何存在”乃是同一事物(即原因作为中项)的论点,阐述了四种探求同样适用于偶性,以及定义如何作为证明中的中项发挥作用。
" Ἐν ἅπασι γὰρ τούτοις φανερόν ἐστιν ὅτι τὸ αὐτό ἐστι καὶ τὸ τί ἐστι καὶ τὸ διότι ἐστίν." Ἐπειδὴ ἀνωτέρω εἰς παράδειγμα τῶν τεσσάρων προβλημάτων τὴν ἔκλειψιν εἴληφε1 καὶ ἐπ’ αὐτῆς τὸν περὶ τούτων λόγον ἐγύμνασεν, ἔνθα ἔλεγεν ‘ἐν ἅπασι δὲ τοῦτο ζητεῖται, ἆρ’ ἐκλείπει, ἆρ’ ἔστι τι αἴτιον ἢ οὔ’ καὶ τὰ ἑξῆς, τὸ δὲ ἐκλείπειν οὐ τῶν καθ’ αὑτὸ ὑφεστώτων ἐστίν, ἀλλ’ ἐν ἑτέρῳ ἔχει τὸ εἶναι, ἔλαβε δὲ ἑξῆς ὑποκείμενά τέ τινα καὶ ἐν αὐτοῖς αὖθις θεωρούμενα ἕτερα, ὡς ἀδιάφορον ὂν εἴτε ἐπὶ οὐσιῶν εἴτε ἐπὶ συμβεβηκότων τὸν περὶ τῶν ζητημάτων λόγον γυμνάζοι τις, ἐδόκει δὲ τὸ μὲν εἰ ἔστι καὶ τί ἐστιν οἰκεῖον ταῖς οὐσίαις εἶναι, ὡς κυρίως οὔσαις καὶ ὑφισταμέναις καθ’ αὑτάς, τὸ δὲ ὅτι ἔστιν ἤτοι ὑπάρχει τῷδε τόδε, καὶ διὰ τί ὑπάρχει τῷδε τόδε τοῖς ἐν ἑτέροις τὸ εἶναι ἔχουσι, τοῦτο ἐνταῦθα κατασκευάζειν δοκεῖ ὡς οὐδὲν ἄτοπον, εἰ καὶ ἐπὶ τῶν συμβεβηκότων ζητήσομεν ἅπαντα· ἐν ἅπασι γὰρ τούτοις τοῖς προσεχῶς ἀπηριθμημένοις, ἅπερ τόδε τι ἔλεγεν, ὡς πῇ ὂν τούτων ἕκαστον καὶ οὐχ ἁπλῶς, οἷον ἐκλείψει, ἰσότητι, ἀνισότητι, τῷ ἐμμέσῳ ἢ μή, ἐν ἅπασι τούτοις φανερόν ἐστιν, ὅτι τὸ αὐτό ἐστι καὶ τὸ τί ἐστι καὶ τὸ διὰ τί ἐστι. ταὐτὸ γάρ ἐστιν ἑκάτερον τῷ ὑποκειμένῳ, τῷ λόγῳ δὲ διαφέρει καὶ τῷ τρόπῳ τῆς χρήσεως, καθὼς καὶ ἐν τῷ πρὸ τούτου βιβλίῳ ἔλεγε τὸν ὁρισμὸν ἀπόδειξιν εἶναι τῇ θέσει διαφέροντα. τοῦτο δὲ λέγει οὐ περὶ τῶν οὐσιῶν πάντως, ἀλλὰ περὶ ὧν ἡ ἀπόδειξις· ταῦτα δέ ἐστιν ὡς ἐπὶ τὸ πλεῖστον καθ’ αὑτὰ συμβεβηκότα, ἐνίοτε δὲ καὶ ἁπλῶς. ἐνδείκνυται δὲ καὶ τοῦτο ἐντεῦθεν, ὅτι πάντα τὰ ζητήματα τῇ ἀποδεικτικῇ ἐπιστήμῃ δύναται ἀναφέρεσθαι, ὡς οἰκεῖον εἶναι τῇ περὶ ταύτης προθέσει καὶ τὸ περὶ τούτων εἰπεῖν, εἴ γε μέσου ἐστὶν ἑκάστου τούτων ἡ ζήτησις. τὸ δὲ μέσον τὸ αἴτιον, καὶ αἴτιον τοῦ πράγματος, οὐ μόνον τοῦ συμπεράσματος, ὅπερ τῇ ἀποδεικτικῇ οἰκειότατον, λέγω δὴ τὸ τοιοῦτον παραλαμβάνειν τὸν μέσον. ὅτι δὲ τὸ αὐτό ἐστιν ἐν τούτοις τὸ τί ἐστι καὶ διὰ τί ἐστι, δῆλον ποιεῖ διὰ τῶν παραδειγμάτων, μηδὲν λαμβάνων καθ’ ἑαυτὸ ὑφεστώς, ἀλλ’ ἐκ μόνων ἐν ἑτέροις ἐχόντων τὸ εἶναι τὸν λόγον ἀποπληρῶν.
“因为在所有这些情况中,显然‘是什么’与‘为何存在’是同一的。” 由于他先前将亏蚀作为四个问题的例证,并就此演练了关于这些问题的论述(当时他说‘而在所有这些情况中探求的都是这一点:是否亏蚀,是否有某种原因,抑或没有’等等,然而发生亏蚀并不属于依自体自立的事物,而是在它物中具有其存在),紧接着他又选取了若干基体以及在它们之中被考查的另一些事物,仿佛无论人们在实体上还是在偶性上演练关于诸探求的论述都是无差别的;而“是否存在”与“是什么”似乎固有于实体(因其严格意义上存在且依自体自立),“是存在的(即这一个属于那一个)”与“为何这一个属于那一个”则固有于在它物中具有其存在的事物,因此,他在此似乎要确证:即使我们在偶性上也探求全部[四个问题],亦无任何不当。因为在最近列举的所有这些事物中——即他称为‘这一个’的那些事物,因其每一者都是在某种程度上存在而非单纯地存在,例如亏蚀、相等、不相等、居于中心与否——在所有这些情况中,显然“是什么”与“为何存在”是同一的。因为两者在基体上是同一的,而在定义和使用方式上有所不同,正如他在前一卷中也曾说过,定义是在排列位置上有所不同的证明。但他讲这番话绝非关于实体,而是关于那些有证明可言的事物;而这些事物大多数是依自体的属性,有时也是单纯的偶性。由此也表明,一切探求都能够归入证明科学之中,因此,既然每一探求都是对中项的探求,那么谈论这些探求对于关于该科学的主旨而言就是固有的。而中项就是原因,且不仅是结论的原因,更是事实的原因,而这——我指采用这样的中项——正是证明科学最固有的特征。至于在这些事物中“是什么”与“为何存在”是同一的,他通过诸例使其清楚明了,完全没有选取任何依自体自立的事物,而是仅仅从那些在它物中具有其存在的事物来完成这一论述。
"Τί ἐστιν ἔκλειψις; στέρησις φωτὸς ἀπὸ σελήνης ὑπὸ γῆς ἀντιφράξεως." Τοῦτο ὁρισμός, εἶτα ἀπόδειξις μέσῳ χρωμένη τῷ ὁρισμῷ.
“什么是亏蚀?由于地球的遮蔽而对来自月亮的光的剥夺。” 这是定义,接着是运用该定义作为中项的证明。
"Διὰ τί ἐστιν ἔκλειψις, ἢ διὰ τί ἐκλείπει ἡ σελήνη; διὰ τὸ ἀπολείπειν τὸ φῶς ἀντιφραττούσης τῆς γῆς." Ἔοικε δὴ ἐν τοῖς τοιούτοις τὸ εἰ ἔστι καὶ τί ἐστιν ὑπουργὰ εἶναι τοῦ διὰ τί ἐστι, τὸν μέσον εὑρίσκοντα καὶ τῇ ἀποδείξει τοῦτον παρέχοντα,2 εἰ μή τις ταῦτα φαίη γεννητικὰ εἶναι τῆς ἀποδείξεως καὶ παραίτια ὡς αὐτῇ χορηγοῦντα τὴν ἀφορμὴν τῆς ὑπάρξεως. εἴτε οὖν οὕτως εἴτε ἐκείνως, ὡς οἰκεῖα ταῦτα τῷ ἐξ ἀρχῆς σκοπῷ, ὃν περὶ τῆς ἀποδεικτικῆς ἐπιστήμης προέθετο, οὕτως ἐνταυθοῖ παραδίδωσι. δοκεῖ δὲ τῇ ἀποδεικτικῇ διαιρετικὴν καὶ ὁριστικὴν ἀναφέρων καὶ αὐτῇ ταύτας ὑποτιθεὶς εἰρηκέναι ταδί, εἰ καὶ ἐν ἑτέροις αὗται παραλαμβάνονται, ἐν οἷς μὴ χώραν ἔχει ἡ περὶ τῶν καθ’ αὑτὸ συμβεβηκότων ἐξετάζουσα ἐπιστήμη.
“为何有亏蚀,或者为何月亮发生亏蚀?因为在地球遮蔽时光的缺失。” 由此看来,在这类事物中,“是否存在”与“是什么”似乎是在辅助“为何存在”,它们找出中项并将其提供给证明——除非有人说它们是产生证明的因素与共同原因,因为它们为证明提供了其存在的契机。因此,无论以此种方式还是以彼种方式,他在此都将这些内容传授出来,视其固有于他最初就证明科学所设定的目标。而且他似乎是将划分法与定义法归入证明科学并使其从属于它,才说出这些话的,即使在那些考查依自体属性的科学没有立足之地的其他领域中,这两者也会被采用。
"Τί ἐστι συμφωνία; λόγος ἀριθμῶν ἐν ὀξεῖ καὶ βαρεῖ." Τῷ τῆς ἐκλείψεως παραδείγματι μὴ ἀρκούμενος καὶ τὸ περὶ συμφωνίας προστίθησιν, ὡς κἀν τούτῳ δήλου γινομένου ὡσαύτως τοῦ τὸ αὐτὸ εἶναι τὸ τί ἐστι καὶ διὰ τί ἐστι. ἡ γὰρ ἐν τῷ τί ἐστι γινομένη ἀπόδοσις καὶ ἐνταῦθα μέση λαμβανομένη ἐν τῷ διὰ τί ἐστιν ἀποτελεῖ τὴν ἀπόδειξιν.
“什么是协和音?在高音和低音中数的比例。” 他不满足于亏蚀的例证,还补充了关于协和音的例证,因为在此事物中同样显明“是什么”与“为何存在”是同一的。因为在“是什么”中所给出的规定,在这里同样被作为“为何存在”中的中项来选取,从而完成了证明。
- 1.25Ἐπειδὴ ἀνωτέρω εἰς παράδειγμα τῶν τεσσάρων προβλημάτων τὴν ἔκλειψιν εἴληφε
句首由 Ἐπειδὴ 引导的长从句经过多个连词(καί, τὸ δὲ ... ἐστίν, ἔλαβε δέ, ἐδόκει δέ)构成的插入与并列成分,最终引出主句 τοῦτο ἐνταῦθα κατασκευάζειν δοκεῖ ὡς οὐδὲν ἄτοπον...(“在此他似乎要确证……并无任何不当”)。整个句式结构旨在回答前文提出的疑问:为何在偶性上而非在自立实体上演练这四种探求。
- 1.27τὸ εἰ ἔστι καὶ τί ἐστιν ὑπουργὰ εἶναι τοῦ διὰ τί ἐστι, τὸν μέσον εὑρίσκοντα καὶ τῇ ἀποδείξει τοῦτον παρέχοντα
εὑρίσκοντα 与 παρέχοντα 为中性复数宾格分词,与不定式从句的主语并列中性名词短语 τὸ εἰ ἔστι καὶ τί ἐστιν(“‘是否存在’与‘是什么’”)在语法上作表语性一致(中性复数宾格词尾 -α)。虽然词形上与阳性单数宾格相同,但表语形容词 ὑπουργά 以及紧随其后的 ταῦτα φαίη γεννητικὰ εἶναι(中性复数)表明,此处应作中性复数分词,表述这两种探求的作用。
