- 底本
- Eustratius, In Analyticorum Posteriorum Librum Secundum Commentarium. Commentaria in Aristotelem Graeca XXI.1, ed. M. Hayduck, Berlin: Reimer 1907, pp. 1-270. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4031.tlg001.humanitext-grc1:257.3-258.20
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
厄斯特拉提奥借溃军重整阵型的比喻,阐明由感觉与记忆产生的普遍者如何成为技艺与科学的本原,将普遍者的获得与柏拉图的回忆说及亚里士多德潜能向现实转化的学说相对比,并论述了潜藏在身体植物性与动物性冲动之下的共通观念如何被引向自觉认识。
τὸ δὲ καθόλου ἀρχὴ γίνεται τέχνης καὶ ἐπιστήμης, εἰ μὲν ἐν τοῖς ὡς ἐπὶ τὸ πολύ, τέχνης, εἰ δ’ ἐν τοῖς ἀεὶ ἔχουσιν ὡσαύτως, ἐπιστήμης. τὸ γὰρ καθόλου θεωρεῖται ἔν τε τοῖς ἐν γενέσει καὶ φθορᾷ καὶ οἷς μεθ’ ὕλης τῆς ἀεὶ ῥεούσης ἡ ὕπαρξις, καὶ ἐν τοῖς ὡσαύτως ἀεὶ ἔχουσιν, ἀλλ’ ἐπ’ ἐκείνων μὲν πταιστὸν τὸ καθόλου καὶ ποτὲ ἄλλως ἔχον ἤπερ κατείληπται, ἐπὶ δὲ τούτων ἀεὶ τὸ αὐτό. ὥστε οὔτε ἐνυπάρχουσι τέλειαι ἕξεις τῆς τῶν ἀρχῶν γνώσεως οὔτε μὴ οὖσαι γίνονται ἀπὸ ἄλλων γνωστικωτέρων ἕξεων, ὥσπερ αἱ ἀποδείξεις ἀπὸ τῶν ἀρχῶν γνωστικωτέρων οὐσῶν τῶν ἀποδεικτῶν, ἀλλ’ ἀπὸ χειρόνων ἕξεων γνωστικῶν, αἵ τινές εἰσιν αἱ αἰσθήσεις, τῆς ψυχῆς ἐπ’ αὐτὰς προκοπτούσης ἀποτελοῦνται, ὡς εἶναί τι τοιοῦτον τὸ γινόμενον, ὥσπερ ἐν μάχῃ τροπῆς γινομένης εἷς τοῦ τραπέντος μέρους ἔστη, καὶ τοῦτον ἰδὼν ἕτερος ἔστη κἀκεῖνος, εἶτ’ αὖθις ἕτερος, καὶ οὕτω κατὰ μικρὸν ἦλθεν ὁ πόλεμος ἐπ’ ἀρχήν·1 ἑνὸς γὰρ στάντος αἰσθήματος τῇ ψυχῇ καὶ αὖθις ἑτέρου ὁμοίου ἐκείνῳ καὶ τρίτου ἔτι ἡ τοῦ καθόλου ἔννοια τῇ ψυχῇ ἵσταται καὶ ἀρχή, ὡς εἴρηται, γίνεται τέχνης καὶ ἐπιστήμης. τὰ γὰρ καθόλου ἀρχαὶ τούτων ἐστίν, ἐπεὶ καὶ ἐπὶ τῶν κοινῶν ἐννοιῶν οὕτως γίνεται. γνόντες γὰρ αἰσθητῶς ὅτι τόδε τῷδε ἴσον καὶ τόδε τῷ αὐτῷ, καὶ αὖθις ἕτερον καὶ τέταρτον ἴσως, καὶ ἀλλήλοις εἶναι ἴσα τὰ πρὸς τὸ αὐτὸ ἴσα λέγομεν. καὶ πάλιν ὅτι ἐπὶ τοῦδε ἢ ἡ κατάφασις ἢ ἡ ἀπόφασις, καὶ ἐπὶ τοῦδε ὡσαύτως, καὶ ἐπὶ τρίτου τε καὶ τετάρτου, εἰς τὴν καθόλου ἀνερχόμεθα ἔννοιαν, οὕτως ἔχειν ἐπὶ πάντων ἀποφαινόμενοι. τούτου δὲ αἴτιον ἡ τῆς ψυχῆς οὐσία· τοιαύτη γάρ ἐστιν οἵαπερ καὶ προκόπτειν πεφυκέναι ἀπὸ τοῦ ἀτελοῦς πρὸς τὸ τέλειον, ἢ καὶ τῶν αἰσθητῶν παρόντων τῶν ὁμοίων τύπων ἐπιλαμβάνεσθαι τῇ μνήμῃ τὸ καθόλου συλλέγουσα. καὶ τὸ πρᾶγμα Πλάτων μὲν ἂν εἴποι ἀνάμνησιν, λήθην μὲν πασχούσης τῆς ψυχῆς, ὡς ἐκεῖνός φησι, διὰ τὴν εἰς τὴν γένεσιν κάθοδον, κατὰ μικρὸν δὲ προϊούσης εἰς τὴν τοῦ ἐπιλησθέντος ἀνάληψιν διὰ τῆς κατὰ αἴσθησιν γνώσεως, Ἀριστοτέλης δὲ ἐκ τοῦ δυνάμει εἰς τὸ ἐνεργείᾳ μεταβολήν, δυνάμει λέγων ταῖς ἀνθρωπίναις ψυχαῖς ἐνεῖναι τὸν νοῦν ἐξ ἀρχῆς, καὶ διὰ τῶν αἰσθημάτων προέρχεσθαι εἰς ἐνέργειαν. Ἀλλ’ ἀλλοτρίαις μὲν δόξαις διαιτᾶν καὶ ὡς ἔχουσιν ἀληθείας ἢ ψεύδους ἐξετάζειν ἐν τῷ παρόντι περιττόν· οὐκ ἄχαρι δ’ ἴσως λόγον προσθεῖναί τινα τοῦ πράγματος ἐφαπτόμενον. ἐν τῇ τάξει τῶν εἰδῶν τὰ προσεχῶς μετά τι μετέχει τρανότερον τοῦ προσεχῶς πρὸ αὐτῶν.2 ἐπεὶ οὖν ἡ ψυχὴ προσεχῶς μετὰ νοῦν, μετέχει τοῦ νοῦ μᾶλλον ἤπερ τὰ πόρρω τοῦ νοῦ, καὶ τούτου ἐν αὐτῇ ἀπηχήματα αἱ κοιναὶ καὶ αὐτόπιστοι ἔννοιαι, δι’ ὧνπερ φέρει τινὰ πρὸς τὰς ἀμέσους τοῦ νοῦ ἐπιβολὰς ἀπομίμησιν, αἳ δὴ ἐξ ἀρχῆς μὲν αὐτῇ ὡς ἐμπυρεύματα ἐν αἰθάλῃ ἀποκεκρύφαται τῇ ἐπικρατείᾳ τῶν χειρόνων δυνάμεων συγχεόμεναι, λέγω δὴ τῆς φυτικῆς τε καὶ ζωτικῆς, διὰ τὸ φθανούσας ταύτας ἐνεργεῖν ἐν τῷ σώματι γενεσιουργούς τε οὔσας τῷ τε σώματι προσεχῶς χορηγούσας τὴν σύστασιν, καὶ τοῦτο ἐπιτήδειον πρὸς τὰς δι’ αὑτοῦ ἐνεργείας παρασκευαζούσας τῇ κρείττονι. ὧν ἐνεργουσῶν σὺν σφοδρότητι ἀπροσεκτεῖν ἑαυτῇ συμβαίνει τὴν λογικὴν ὑπὸ τῆς ἐκείνων κατασυρομένην ὁρμῆς καὶ ἀπείρως ἔτι ἔχουσαν τῆς ἐνταῦθα θεωρίας καὶ πράξεως, καὶ ποδηγίας δεομένην, ἵν’ ἑαυτῇ τὴν ἐπιστήμην καὶ τὰς ἐγκειμένας ἐννοίας προβάληται. ὡς ἔχειν μὲν ἀρχῆθεν τὰς κοινὰς ἐννοίας ἐν ἑαυτῇ, τοσοῦτον δὲ λείπεσθαι τῆς αὐτῶν προχειρίσεως, ὅσον δεῖσθαί τινος τοῦ αὐτὴν εἰς ἐπίστασιν ἄγοντος κατασυρομένην ὑπὸ τῆς ῥύμης τοῦ χείρονος καὶ προσέχειν μὴ συγχωρουμένην οἷς κέκτηται. κἂν τις διδάσκων βραχύν τινα λόγον προβάληται ὅσον σημᾶναι περὶ αὐτῶν, εὐθὺς ὡς προειδυῖα τὸ λεγόμενον συγκατατίθεται. τοῖς γὰρ μὴ πεπηρωμένοις ἀλλ’ ἔχουσι κατὰ φύσιν τῆς λογικῆς οὐσίας τε καὶ δυνάμεως μήπω τι περὶ τῶν ἀρχῶν ἐννοήσασιν3 εἴ τις ἐρεῖ τὸ ὅλον μεῖζον εἶναι τοῦ μέρους ἢ τὰ τῷ αὐτῷ ἴσα καὶ ἀλλήλοις εἶναι ἴσα ἢ ἐπὶ παντὶ πράγματι ἢ τὸ εἶναι αὐτὸ ἀληθεύειν ἢ τὸ μὴ εἶναι καὶ ὅσα τοιαῦτα, οὐδὲ μαθεῖν τι ἐκ τοῦ λόγου οἰήσονται, ἀλλ’ ὡς προειδότες δέξαιντ’ ἂν τὰ λεγόμενα μόνης ἐνίοτε τῆς κατὰ τὴν λέξιν σαφηνείας δεόμενοι διὰ τὸ τῶν ὀνομάτων ἀσύνηθες.
而普遍者成为技艺与科学的本原:若在多半如此的事物中,则是技艺的本原;若在始终保持同一状态的事物中,则是科学的本原。因为普遍者既在处于生成与毁灭之中的事物(即其存在伴随着始终流动的质料的事物)中被考察,也在始终保持同一状态的事物中被考察;但在前者中,普遍者是容易出错的,且有时会处于与其已被领会的状态不同的状态,而在后者中它始终是同一的。因此,认识本原的完全品质既非自始就内在存在,也不是在不存在的情况下由其他更具认识性的品质所产生(正如证明产生于比被证明之物更具认识性的本原那样),而是从较劣的认识品质即各种感觉出发,随着灵魂向着它们进修而得以完成的。这生成的过程就像这样一种情形:正如在战斗中发生溃退时,溃退部分中的一人站稳了脚跟,另一人见状也站稳了,接着又有一人,如此渐渐地战斗阵势恢复到了最初的秩序;因为当一个感觉印象在灵魂中驻留,又有另一个与其相似的印象以及第三个印象驻留时,普遍者的概念便在灵魂中确立起来,并且正如已经说过的,成为技艺与科学的本原。因为普遍者就是这些的本原,既然在共通观念上也是这样生成的。因为我们通过感觉认识到这个等于这个,而这个又等于同一之物,接着认识到另一个,或许还有第四个,于是我们便说与同一之物相等的事物彼此也相等。同样,认识到在这个事物上要么肯定要么否定成立,在这个事物上也同样如此,在第三个和第四个事物上也同样如此,我们便上升到普遍的概念,断言在一切事物上都是如此。而导致这一情况的原因是灵魂的实质;因为灵魂本性上就是从不完全向完全进修的,或者说,在感觉对象在场时,通过记忆抓住相似的印记,从而搜集普遍者。对于这一事实,柏拉图会称之为回忆——正如他所说,灵魂因下降到生成之中而遭受遗忘,但通过依据感觉的认识渐渐走向对被遗忘之物的恢复;而亚里士多德则会称之为从潜能到现实的转变,主张理智最初潜能地存在于人的灵魂中,并通过感觉印象走向现实活动。然而,在目前裁决他人的看法并考察其真假是多余的;但补充一段切合该事实的论述或许并非无益。在形式的位阶中,紧随某物之后的事物更清晰地分有其紧前之物。因此,既然灵魂紧随理智之后,它比起远离理智的事物更多地分有理智,而理智在灵魂中的回响就是共通且自明的观念,灵魂正是通过这些观念带有对理智之直接把握的某种模仿。这些观念最初就像烟灰中的火星一样隐藏在灵魂之中,因较劣能力(我指的是植物性与动物性能力)的压倒性支配而陷入混乱;这是因为这些能力先行在身体中活动,作为生成者直接为身体提供构建,并使身体适宜于较优能力通过它自身开展活动。当这些能力激烈活动时,理性能力因被它们的冲动所裹挟,加之对今世的观照与实践尚无经验,并且需要引导以便将科学和潜藏其中的观念呈现在自身面前,遂致不顾自身。因此,它虽然从一开始就在自身中拥有共通观念,但在随时运用它们方面却欠缺甚多,以至于需要有人将它引向觉察,因为它被较劣者的冲力所裹挟,不被允许去关注自己所拥有的东西。如果有人施教,提出哪怕简短的一句话,只要足以指明这些观念,它就会如同早已知晓所言之事一般立刻表示赞同。因为对于那些没有残疾、本性上保持着理性实质与能力,却尚未对本原形成任何概念的人,如果有人对他们说整体大于部分,或者与同一之物相等的事物彼此也相等,或者在一切事物上要么其存在是真要么其不存在是真,以及所有诸如此类的话,他们甚至不会认为自己从这话中学到了什么,而是会如同早已知晓一般接受所言之事,有时仅仅因为名称的生疏而需要文词上的清晰而已。
- 1.353ἦλθεν ὁ πόλεμος ἐπ’ ἀρχήν
此处 ὁ πόλεμος(战争/战斗)转指“战斗阵列”或“战阵秩序”,ἐπ’ ἀρχήν 并非单纯时间上的“回到最初”,而是指恢复到“最初的秩序/阵型”。这是对亚里士多德原文(100a12–13: ἕως ἐπὶ ἀρχὴν ἦλθεν)军队溃退重整比喻的释义。
- 1.353ἐν τῇ τάξει τῶν εἰδῶν τὰ προσεχῶς μετά τι μετέχει τρανότερον τοῦ προσεχῶς πρὸ αὐτῶν
结构上,主语为中性复数 τὰ προσεχῶς μετά τι(“紧随某物之后的事物”),谓语动词取单数 μετέχει(符合中性复数主语接单数动词的常规),搭配作 μετέχει 宾语的分有属格 τοῦ προσεχῶς πρὸ αὐτῶν(“其紧前之物”)。此句表述了一条新柏拉图主义式的本体论阶梯公理。
- 1.353τοῖς γὰρ μὴ πεπηρωμένοις ἀλλ’ ἔχουσι κατὰ φύσιν τῆς λογικῆς οὐσίας τε καὶ δυνάμεως μήπω τι περὶ τῶν ἀρχῶν ἐννοήσασιν
与格分词短语 τοῖς... μὴ πεπηρωμένοις ἀλλ’ ἔχουσι... μήπω τι... ἐννοήσασιν 作为关涉与格,悬结在后面的条件句及主句(εἴ τις ἐρεῖ... δέξαιντ' ἄν)之上。ἔχουσι 后接的属格 τῆς λογικῆς οὐσίας τε καὶ δυνάμεως 为部分属格/分有属格,意为“分有/具有理性的实质与能力”。
