- 底本
- Eustratius, In Analyticorum Posteriorum Librum Secundum Commentarium. Commentaria in Aristotelem Graeca XXI.1, ed. M. Hayduck, Berlin: Reimer 1907, pp. 1-270. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4031.tlg001.humanitext-grc1:255.18-257.3
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
厄斯特拉提奥斯注解《后分析篇》卷二第19章开篇(99b17),引入关于本原如何被认识的问题,提出本原之知是先天固有还是后天习得的疑难,并论述从感觉经由记忆和经验而在灵魂中形成普遍者的认识阶梯。
" Περὶ δὲ τῶν ἀρχῶν πῶς τε γίνονται." Περὶ μὲν οὖν συλλογισμοῦ τε καὶ ἀποδείξεως, ταὐτὸν δὲ εἰπεῖν ἀποδεικτικῆς ἐπιστήμης, εἴρηται ἤδη ἱκανῶς κατὰ τὴν ἐξ ἀρχῆς πρόθεσιν. ἵνα δὲ καὶ ὁ περὶ τούτων λόγος αὐτοτελὴς ᾖ καὶ τῆς αὐταρκείας ἐχόμενος, προσκείσθω καὶ τοῦτο τοῖς εἰρημένοις. ἐπεὶ γὰρ ἐξ ἀρχῶν ἡ δι’ ἀποδείξεως ἐπιστήμη, δεῖ καὶ περὶ τούτων εἰπεῖν, τίς ἡ ἕξις ἡ ταύτας γνωρίζουσα. ὅτι μὲν γὰρ εἰς τὴν ἀπόδειξιν δεῖ τῶν ἀμέσων ἀρχῶν, ὡς ἄνευ τῆς τούτων γνώσεως μὴ ἐνδέχεσθαι ταύτην γίνεσθαι, εἴρηται πρότερον. ἔχει δὲ ἀπορίας ὁ περὶ τῆς τῶν ἀρχῶν γνώσεως λόγος, πρῶτον μέν, εἰ ἡ αὐτὴ ἐστι γνῶσις τῶν τε ἀρχῶν καὶ τῶν ἐξ αὐτῶν γινωσκομένων, ἢ ἑτέρα μὲν ἐκείνων ἑτέρα δὲ τούτων, οἷον εἰ ἐπιστήμη ἐστὶν ἡ ἐκείνων καὶ τούτων γνῶσις, ἢ τῶν μὲν ἐπιστήμη τῶν δὲ ἕτερόν τι γένος γνώσεως. δεύτερον δὲ πότερον ὥσπερ τὴν τῶν ἐκ τῶν ἀρχῶν γινωσκομένων γνῶσιν οὐκ ἐνοῦσαν πρότερον κτώμεθα, οὕτω καὶ ἡ ἕξις οὐκ ἐνοῦσα τῆς τῶν ἀρχῶν γνώσεως ἡμῖν ἐγγίνεται, ἢ ἔνεστι μὲν ἐν ἡμῖν εὐθὺς ἐξ ἀρχῆς, λανθάνει δ’ ἐνοῦσα καὶ οὐκ ἐφιστάνομεν ταύτην ἔχοντες. καίτοι τοῦτο ἄτοπον γνῶσιν ἔχοντας ἀγνοεῖν ὅτι ἔχομεν,1 καὶ ἀγνοεῖν ὅτι γινώσκομεν ἔχοντες καὶ ταῦτα γνῶσιν ἀποδείξεως κρείττω τε καὶ ἀκριβεστέραν. εἰ δὲ μὴ τούτων γνῶσιν ἔχοντες πρότερον λαμβάνομεν ταύτην ὕστερον, πῶς ἂν ἐνδέχοιτο ταύτην λαβεῖν ἐκ μὴ προϋπαρχούσης ἑτέρας γνώσεως, ἥτις ἡμῖν ἐνοῦσα πρὸς τὴν τούτων γνῶσιν λυσιτελήσει· τοῦτο γὰρ ἀδύνατον δέδεικται, ὅτε περὶ ἀποδείξεως ἐλέγετο. ταῦτα μέν ἐστιν ἅπερ ἐζήτηται περὶ τῶν ἀρχῶν, καὶ δεῖ πρὸς ταῦτα προσφυῶς ἀπαντᾶν. ἐπεὶ οὖν ἑκατέρωθεν ἄτοπον ἕπεται, κἂν ἔχειν ἡμᾶς εἴποι τις ἐξ ἀρχῆς τὴν γνῶσιν αὐτῶν, κἂν ἀγνοοῦσιν ἁπλῶς, ὡς μηδεμίαν ἔχειν γνώσεως ἕξιν, ἡμῖν ἐγγίνεσθαι, οὐδέτερον ἂν εἴη τούτων ἀληθές· ἀλλ’ ἀνάγκη μὲν ἔχειν ἡμᾶς πρὸ τῆς τῶν ἀρχῶν γνώσεως δύναμίν τινα γνωστικήν, οὐ μὴν δὲ τοιαύτην, ὡς εἶναι τούτων ἐκείνην ἀκριβεστέραν, ὥσπερ ἡ τῶν ἀρχῶν γνῶσις ἀκριβεστέρα ὑπάρχει τῆς ἀποδείξεως. ἢ γὰρ ἂν ἐκεῖνα ὑπῆρχον ἀρχαὶ τὰ ὑπὸ τῆς ἀκριβεστέρας ἐκείνης γνώσεως γινωσκόμενα, καὶ περὶ ἐκείνων ἂν ἐζητεῖτο τὰ αὐτά, καὶ εἰς ἄπειρον οὕτως ὁ λόγος προέβαινεν, ὡς μήτε ἀρχὰς εἶναι μήτε ἀποδείξεις. ἀλλ’ ὥσπερ ἐκ τοῦ χείρονος πρὸς τὸ κρεῖττον ἅπασα γένεσις καὶ ἀπὸ τοῦ ἀτελοῦς πρὸς τὸ τέλειον, οὕτως καὶ ἡ κατὰ τὸν ἄνθρωπον ἐκ θρεπτικοῦ καὶ αὐξητικοῦ καὶ διαπλαστικοῦ καὶ ἁπλῶς φυτικῆς δυνάμεως, ἣν εὐθὺς ἡ πρώτη καταβολὴ τῆς γονῆς τῷ ὑποκειμένῳ ἐνδίδωσιν, εἰς αἰσθητικήν τε καὶ ἁπλῶς ζωτικήν, ἐκ ταύτης εἰς λογικὴν καὶ ἀνθρωπικήν. τοιγαροῦν κοινὴ μὲν ζῴοις ἅπασιν αἴσθησις ὡς ἴδιος οὖσα τοῦ ζῴου, ᾗ ζῷόν ἐστι· τῶν δὲ ζῴων τὰ μὲν μέχρι μόνης ταύτης μεμένηκε, μηδεμίαν γνωστικὴν ἐπέκεινα δύναμιν ἔχοντα, ὡς εὐλαί τε καὶ μυῖαι καὶ ἐμπίδες καὶ κώνωπες· τοῖς δὲ καὶ μετὰ τὸ αἰσθέσθαι γνῶσίς τις ἐπέκεινα ὑπολέλειπται, καὶ ἀπόντος τοῦ αἰσθήματος αὐτὴ παραμένουσα καὶ τὸν τύπον ἐκείνου φυλάττουσα ἤδη καὶ μνήμη προσαγορεύεται, μονή τις οὖσα τοῦ τῆς αἰσθήσεως ἐνεργήματος. ἔστι δὲ καὶ τούτοις διαφορά· τὰ μὲν γὰρ τοῦτο μόνον ἔχει τὸ εἰρημένον ἐπέκεινα τῆς αἰσθήσεως, τοῖς δὲ πρὸς τούτῳ καὶ τὸ δύνασθαι συνάπτειν τὰ ὅμοια πρόσεστι καὶ πρὸς τὸ καθόλου ἀνάγεσθαι. οἷον ἐλλέβορόν τις κενωτικὸν μελαίνης χολῆς ἐγνώρισεν, ἅπαξ καὶ δὶς καὶ πολλάκις πεῖραν λαβὼν αὐτοῦ διὰ τῆς αἰσθήσεως· εἶθ’ ὁσάκις ἴδῃ ἐλλέβορον, ὁμοίως ἔχειν τοῖς ᾐσθημένοις τὸν νῦν ὁρώμενον ἀποφαίνεται, καὶ οὕτως αὐτῷ ἡ τοῦ καθόλου κατανόησις περιγίνεται. τὰ μὲν οὖν μέχρι τῆς αἰσθήσεως ἱστάμενα ἀτελέστερα τῶν ζῴων ἐστί, τὰ δὲ καὶ μνήμην πρὸς ταύτῃ ἔχοντα ἐκείνων ἐστὶ τελειότερα, ὡς καὶ ἀπόντος τοῦ αἰσθηθέντος τὸν τύπον αὐτοῦ ἐπὶ πολὺ διασῴζοντα. τελεώτατα δ’ ἔστιν οἷς ἡ τοῦ ὁμοίου θεωρία τε καὶ διάκρισις,2 ὅθεν καὶ τὸ καθόλου τὸ ἐν τοῖς πολλοῖς τῇ ψυχῇ περιγίνεται. ἐκ μὲν οὖν αἰσθήσεως καταδεεστέρας οὔσης ἁπάσης γνώσεως μνήμη, ἐκ δὲ μνήμης ἐμπειρία· ἐκ γὰρ πολλῶν μνημῶν ἡ ἐμπειρία συνέστηκεν. ἐκ δὲ ἐμπειρίας τὸ καθόλου τῇ ψυχῇ πήγνυται καὶ συνίσταται, ὅπερ ἐστὶ τὸ ὅμοιον καὶ ταὐτὸν ἐν τοῖς καθ’ ἕκαστα καὶ ὅπερ ἐν τοῖς πολλοῖς λέγεται.
“关于本原,以及它们如何生成。” 关于推论与证明——也就是证明性科学——按照最初的计划已经充分论述了。但为了使关于这些的论述完全自足并保持充备,还应在已述内容上增补这一点。因为既然通过证明获得的科学来自本原,就必须也论述关于本原的问题:认识本原的是何种品质。因为证明需要直接的本原,若无对本原的认识证明就不可能生成,这一点此前已经说过。然而关于本原之认识的论述包含疑难:第一,对本原的认识与对由本原所认识之事的认识是否相同,还是对前者是一种认识,对后者是另一种认识,例如对前者和后者的认识是否都是科学,还是一者是科学而另一者是另一种认识。第二,是否正如我们原先并不具有、后来才获得对由本原所认识之事的认识那样,认识本原的品质也是在我们原先不具有的情况下产生于我们心中的;抑或它自始就存在于我们心中,只是存在着却被我们忽略,我们拥有它却并未觉察。然而这是荒谬的:拥有认识却不知道自己拥有,而且还是拥有比证明更好且更精确的认识却不知道自己在认识。但如果我们原先没有对本原的认识而是后来才获得它,在没有任何预先存在的、存在于我们心中并有助于认识本原的其他认识的情况下,又怎能获得这种认识呢?因为这被证明是不可能的,当讨论证明时已经说明过。这些就是关于本原所探究的事情,必须对此作出切合的回应。因此,既然无论主张我们自始就拥有对本原的认识,还是主张它产生于我们全然无知、没有任何认识品质的状态中,两方面都会得出荒谬的结论,那么这两者就都不会是真的。相反,我们必须在认识本原之前具有某种认识能力,但这种能力决不能比本原更精确,就像本原的认识比证明更精确那样。否则,由那更精确的认识所认识的事物就会成为本原,而关于那些事物又会探究同样的问题,这样论述就会陷入无穷,以至于既没有本原也没有证明。相反,正如所有的生成都是从较劣者到较优者、从不完全到完全,人身上的生成也是如此:从营养、生长、塑形,简言之植物性的能力(这是种子的最初播下随即赋予基底的),进展到感觉的、单纯动物性的能力,再由此进展到理性的、属于人的能力。因此,感觉为一切动物所共有,作为动物之所以为动物所特有的属性。但在动物中,有些仅止步于此,不具有更高的认识能力,如蛆虫、苍蝇、蚋和蚊子;而另一些动物在感觉之后还有某种更高的认识残留下来,即使感觉对象不在场,它本身依然存留并保持其印记,这便已经被称作记忆,它是感觉现实活动的一种持久留存。而在这些动物中也存在差别:有些动物在感觉之外仅具有上述这一点[记忆],而另一些动物除此以外还具有将相似事物联系起来并上升到普遍者的能力。例如,有人通过感觉一次、两次、多次试验,认识到藜芦能泻黑胆汁;此后每当他看到藜芦,就会断言现在看到的具有与此前感知到的相同的性质,这样,对普遍者的领会就在他身上产生了。因此,止步于感觉的动物在动物中是较不完全的,而在此之外还具有记忆的动物则比前者更完全,因为即使感知对象不在场,也能长久保存其印记。而最完全的动物则是那些具有对相似者的观察与辨别能力的动物,灵魂中存在于多者之中的普遍者正是由此产生的。因此,从低于一切认识的感觉中产生记忆,从记忆中产生经验;因为经验由多次记忆构成。从经验中,普遍者在灵魂中得以确立和构成,普遍者就是个别事物中相似且同一之物,即被称为在多者之中的东西。
- 1.353γνῶσιν ἔχοντας ἀγνοεῖν ὅτι ἔχομεν
此句为充当谓词形容词 ἄτοπον 主语的带宾格的不定式结构。阳性复数宾格分词 ἔχοντας 充当不定式 ἀγνοεῖν 的逻辑主语,在意义上与后续从句 ὅτι ἔχομεν 的第一人称复数主语相一致。
- 1.353τελεώτατα δ’ ἔστιν οἷς ἡ τοῦ ὁμοίου θεωρία τε καὶ διάκρισις
先行词(某些动物)被省略,与格关系代词 οἷς 与省略的系动词(承前主句动词 ἔστιν 省)构成表示所属的结构(“具有……的动物是最完全的”)。最高级表语 τελεώτατα(中性复数)置于句首以示强调。
