← 尼西亚的欧斯特拉提乌斯

亚里士多德《后分析篇》第二卷注释

§254.12-255.17

个别事物的直接原因与推论证明的总结

厄斯特拉齐奥斯用词项符号(Α、Β、Γ、Δ)阐明,在大极项与个别种之间存在多个原因时,最邻近个别事物的中项才是真正的原因;随后解释了亚里士多德如何对整个《分析篇》关于推论与证明的探究作出总结与概括。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.350

" Τοῦ γὰρ τὸ πρῶτον ὑπὸ τὸ καθόλου ὑπάρχειν τοῦτο αἴτιον, οἷον τῷ Δ τὸ Γ τοῦ τὸ Β ὑπάρχειν αἴτιον." Τοῦτο βεβαιωτικόν ἐστι τοῦ τὸ προσεχὲς τοῖς καθ’ ἕκαστα αἴτιον εἶναι τοῦ καθόλου ἤτοι τοῦ μείζονος. καὶ γάρ, φησί, καὶ αὐτοῦ τοῦ Β τὸ Γ αἴτιον τοῖς καθ’ ἕκαστα. καὶ αὐτὸ γὰρ τὸ πρῶτον μέσον αἰτίαν ἔχει τῆς ἐν τοῖς καθ’ ἕκαστα αὐτοῦ ὑπάρξεως τὸ προσεχὲς τοῖς καθ’ ἕκαστα, ὡς οὐκ ἄνευ ἐκείνου ὑπάρχειν αὐτοῖς δυνάμενον· οὐ γὰρ ἄνευ τοῦ πλατυφύλλου τὸ πήγνυσθαι τὸν ὀπὸν τῇ συκῇ καὶ τῇ ἀμπέλῳ καὶ τοῖς ὁμοίοις. εἰ τοίνυν καὶ πρὸς τὸ αὐτὸ τὸ Β ὑπάρχειν τοῖς Δ δεῖ αἰτίου τοῦ Γ, σχολῇ ἂν εἴη τὸ Β τοῦ Α τοῖς Δ αἴτιον ἢ τὸ Γ.1

“因为对于第一项属于普遍者之下,这是原因;例如对于Δ而言,Β属于它的原因正是Γ。” 这是在确证:对于各个个别事物直接的中项是个别事物具有普遍者(即大极项)的原因。因为他说,对于个别事物而言,Β本身的原因也是Γ。因为第一中项本身也是将直接属于个别事物的中项作为自己在个别事物中存在的原因,既然没有那项它就无法属于它们;因为没有宽叶,无花果树、葡萄树及同类植物就不会发生汁液凝固。那么,如果连Β本身属于诸Δ都需要以Γ为原因,Β比起Γ来就更不可能是诸Δ具有Α的原因了。

§1.351

"Τῷ μὲν οὖν Δ τὸ Γ αἴτιον τοῦ Α, τῷ δὲ Γ τὸ Β, τούτῳ δὲ αὐτό." Τοὺς ὅρους ἐκτίθησιν ἅπαντας, ἵνα σαφὲς ἔτι γίνηται, τίς τίνι τίνος ἐστὶν αἴτιος. καὶ φησὶ τῷ μὲν Δ τοῖς καθ’ ἕκαστα εἴδεσιν αἴτιον τὸ προσεχὲς αὐτῷ μέσον, ὅπερ τὸ Γ ἐστί, τοῦ Β, ὅπερ ἐστὶ τὸ προσεχὲς τῷ μείζονι μέσον. τῷ δὲ Γ αἴτιον τοῦ Α τὸ Β· διὰ γὰρ τοῦ Β τὸ Α τῷ Γ. τούτῳ δὲ τῷ Β οὐκ ἔστι τι αἴτιον τοῦ Α ἀλλ’ αὐτό, ἢ αὐτὸ τὸ Α ὡς ἀφ’ ἑαυτοῦ ὑπάρχον τῷ Β ἢ αὐτὸ τὸ Β ὡς λόγος ὂν τοῦ Α. ὁ γὰρ λόγος τινὸς οὐκ ἔχει ἑαυτοῦ λόγον ἀνώτερον, δι’ οὗ ὑπάρξει αὐτῷ τὸ προσεχῶς ὑπὲρ αὐτό.

“因此对于Δ而言,Α的原因是Γ;对于Γ而言则是Β;而对于此项而言则是它自身。” 他列出了所有的项,以便更加清楚谁对谁而言是谁的原因。并且他说,对于个别种的Δ而言,直接属于它的中项(即Γ)是使直接靠近大极项的中项Β属于它的原因。另一方面,对于Γ而言,Α的原因是Β;因为通过Β,Α属于Γ。而对于这个Β而言,并不存在Α的某种原因,而是它自身——要么是Α自身(因为它凭自身属于Β),要么是Β自身(因为它是Α的定义)。因为某一事物的定义并不会有一个高于自身的定义、使其紧邻其上的事物通过它而属于该事物。

§1.352

"Περὶ μὲν οὖν συλλογισμοῦ καὶ ἀποδείξεως." Περὶ ὧν προέθετο ἐδίδαξε, καὶ περὶ ὧν ἐδίδαξε, συνεπέρανε. προέθετο γὰρ διδάξαι περὶ συλλογισμοῦ τε καὶ ἀποδείξεως τῆς Ἀναλυτικῆς πραγματείας ἀρχόμενος, τῆς μὲν καθ’ αὑτό, τοῦ δὲ δι’ αὐτήν.2 καὶ ἐν μὲν τοῖς Προτέροις ἀναλυτικοῖς ἱκανῶς τήν τε οὐσίαν καὶ τὴν γένεσιν τοῦ ἁπλῶς συλλογισμοῦ παραδέδωκεν, ἐν δὲ τοῖς Ὑστέροις τούτοις τὴν τῆς ἀποδείξεως οὐσίαν καὶ γένεσιν, ὡσαύτως δὲ καὶ τῆς ἀποδεικτικῆς ἐπιστήμης· ταὐτὸν γάρ ἐστιν. εἰ γὰρ καὶ τῷ λόγῳ διενηνόχατον ἀπόδειξίς τε καὶ ἀποδεικτικὴ ἐπιστήμη ὡς ἕξις τε καὶ ἐνέργεια, ἀλλ’ οἱ αὐτοὶ περὶ ἀμφοῖν λόγοι τῆς παραδόσεως. οὐκ ἄρα περὶ ὁρισμοῦ οὐδ’ ἐν τῷ δευτέρῳ τῶν ὑστέρων ἡ πρόθεσις, ἀλλὰ περὶ τοῦ μέσου τοῦ ἐν τῇ ἀποδείξει, ὃς ἐπεὶ λόγος ἐστὶ τοῦ μείζονος, διὰ τοῦτο καὶ ὁρισμὸς εἰς μέσον παρείληπται. εἰ γὰρ ἦν περὶ ὁρισμοῦ ἁπλῶς ὁ λόγος αὐτῷ, συνεπέρανεν ἂν καὶ περὶ τούτου ὡς περὶ συλλογισμοῦ τε καὶ ἀποδείξεως. τοίνυν εἴτε συμπέρασμα τοῦτ’ ἐρεῖς εἴτε ἀνακεφαλαίωσιν, ταὐτὸ λέγειν ἐστίν. ὡς γὰρ περὶ ὧν ἀπέδειξε ταῦτα συνεπέρανεν, οὕτω καὶ περὶ ὧν προεδίδαξε ταῦτ’ ἀνεκεφαλαιώσατο, περί τε συλλογισμοῦ καὶ ἀποδείξεως καὶ ἀποδεικτικῆς ἐπιστήμης τὸν λόγον ἅπαντα καθ’ αὑτὸ ποιησάμενος.

“关于推论与证明。” 关于他所计划讨论的事情,他传授了;而关于他所传授的事情,他作出了结语。因为他在开始《分析篇》的著作时,就打算传授推论与证明——关于后者是因其自身,关于前者则是为了后者。他在《前分析篇》中充分阐明了单纯推论的本质与生成,而在本《后分析篇》中则阐明了证明的本质与生成,同样也阐明了证明性科学的本质与生成;因为这是一回事。因为即使证明与证明性科学作为品质与现实活动在定义上有所不同,但关于两者的传授性论述是相同的。因此,即便在《后分析篇》第二卷中,主旨也不是关于定义,而是关于证明中的中项;而由于中项是大极项的定义,正因如此定义也被引入作为中项。因为如果他的论述单纯是关于定义的,他就会像关于推论与证明那样也对定义作出结语。因此,无论你称之为结论还是概括,说的都是同一回事。因为正如他就自己所证明的事情作出了这些结语一样,他也对自己此前所讲授的事情作出了这些概括,将关于推论、证明与证明性科学的全部论述因其自身而展开。

语法注2 条
  1. 1.350σχολῇ ἂν εἴη τὸ Β τοῦ Α τοῖς Δ αἴτιον ἢ τὸ Γ

    此处为 σχολῇ 搭配虚拟/潜在希求法(带 ἄν)及比较连词 ἤ 的句式,表示强烈的层进否定:“Β比起Γ来决不可能是诸Δ具有Α的原因”(即真正的原因是Γ而非Β)。

  2. 1.352τῆς μὲν καθ’ αὑτό, τοῦ δὲ δι’ αὐτήν

    代词的性与先行词相呼应:τῆς μέν 指代前文阴性的 ἀποδείξεως(证明),τοῦ δέ 指代阳性的 συλλογισμοῦ(推论)。这表明《分析篇》全书的核心目标是证明本身(καθ' αὑτό),而推论则是为了证明而被研讨的(δι' αὐτήν)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4031.tlg001.humanitext-grc1:254.12-255.17