- 底本
- Eustratius, In Analyticorum Posteriorum Librum Secundum Commentarium. Commentaria in Aristotelem Graeca XXI.1, ed. M. Hayduck, Berlin: Reimer 1907, pp. 1-270. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4031.tlg001.humanitext-grc1:252.32-254.11
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
针对《后分析篇》99b4–10,埃乌斯特拉提俄斯阐明:对于在种上相异的各个极项,可以有多个中项与原因;当换位的各项无法立即达到不可分的种时,中项呈现上下从属的级联关系;在此连串中,最接近各个别事物的中项构成其直接原因。
" Ἐνδέχεται δὴ τοῦ αὐτοῦ." Ἀποπέφανται, φησίν, ἐκ τῶν εἰρημένων ὅτι ἐνδέχεται πλείω αἴτια εἶναι τοῦ αὐτοῦ, ἀλλ’ οὐχὶ καὶ τῷ αὐτῷ οὐδέ τισι πλείοσι μὲν τῷ ἀριθμῷ, εἴδει δὲ τοῖς αὐτοῖς. οὐκ ἐνδέχεται γὰρ τῶν μέσων ὄντων ἑτέρων τῷ εἴδει καὶ μὴ τεταγμένων ὑπ’ ἄλληλα τὰ ἔσχατα εἶναι εἴδει τὰ αὐτά. τίθησι δὲ παράδειγμα· τοῦ γὰρ μακρόβια εἶναι ἑνὸς ὄντος τοῖς μὲν τετράποσιν αἴτιον τὸ μὴ ἔχειν χολήν, ἤτοι τὸ ὀλιγόχολον εἶναι, τοῖς δὲ πτηνοῖς τὸ ξηρὰ εἶναι. ἢ ἕτερόν τι εἶπε διὰ τὸ μὴ νῦν ἀκριβολογεῖσθαι περὶ τούτου.1 τῷ γὰρ ἐν τοῖς ζῴοις ἐμφύτῳ λεγομένῳ θερμῷ, ἐν ᾧ ἡ ζωὴ συνέχεται, ὑγρότητος δεῖ πρὸς τροφήν. ἐν οἷς οὖν ἡ χολὴ πλεονάζει θερμὴ οὖσα καὶ ξηρά, ἀναλίσκει τὸ ὑγρόν, καὶ διὰ τοῦτο τὰ τοιαῦτα βραχύβια γίνονται· οἷς δὲ ἡ χολὴ ἐλαττοῦται, ἀντέχει τὸ ὑγρὸν ἐπὶ πλέον, καὶ διὰ τοῦτό εἰσι μακρόβια, ὥσπερ ἐπὶ τοῦ λύχνου εἰ λεπτὴ ἡ θρυαλλίς ἐστι καὶ πλεονάζει τὸ ἔλαιον, ἀντέχειν ἐπὶ πλέον τὸ πῦρ δύναται. διὰ τοῦτο καὶ τὰ φυτὰ τῶν ζῴων μακροβιώτερα, ὡς τῆς ὑγρότητος ἐν αὐτοῖς τὸ θερμὸν πλεονεκτούσης.2 ἴσως δὲ καὶ τὸ ξηρὰ εἶναι οὐ μικρὰ πρὸς τὴν ζωὴν συντελεῖ, εἰ γεῶδες αὐτοῖς τὸ ξηρόν, ἀλλὰ μὴ πυρῶδές ἐστι. τοιοῦτον μὲν γὰρ ὂν ἀναλίσκει τὸ ὑγρόν, γεῶδες δὲ ὂν δυσπαθῆ τὰ συγκείμενα τίθησι. περὶ δὲ τούτου ἐν τῷ Περὶ ψυχῆς καὶ τῷ Περὶ αἰσθήσεως καὶ αἰσθητῶν ἐδίδαξεν.
“那么对于同一事物[可能存在多个原因]。” 他说,从已述的内容中已表明,对于同一事物可能存在多个原因,但并不是对于同一个主体,也不是对于某些在数目上为多而在种上为同的事物。因为当中项在种上相异且不彼此从属排列时,诸极项在种上相同是不可能的。他给出了一个例子:因为长寿虽是一,但对于四足兽而言原因是无胆囊,即胆汁少;而对于鸟类而言原因是干燥。他说了“或者别的什么”,是因为眼下并不对此做精确论述。因为对于动物体内所谓的先天之热——生命在其中维系——而言,滋养需要湿气。因此,在胆汁过盛(因其为热且燥)的动物中,胆汁消耗了湿气,因此此类动物变为短寿;而在胆汁减少的动物中,湿气保持得更长久,因此它们是长寿的,正如在灯的情形中,如果灯芯细而油过盛,火就能保持得更长久。正因如此,植物也比动物更长寿,因为植物中的湿气超过了热。也许,如果干燥之物对它们而言是土性的而非火性的,那么干燥对于生命也有不小的贡献。因为若是火性的就会消耗湿气,但若是土性的就会使复合物不易受损。并且关于这一点,他在《论灵魂》和《论感觉及其对象》中传授过。
"Εἰ δὲ εἰς τὸ ἄτομον μὴ εὐθύς." Ἐν μὲν τοῖς προσεχῶς εἰρημένοις μέσον ἐλάμβανε τὸν τῷ πρώτῳ μὴ ἀντιστρέφοντα· ἤδη δὲ καὶ περὶ τοῦ ἀντιστρέφοντός φησιν. εἰ τοίνυν ἀντιστρέφοντα εἴη τὸ αἴτιον καὶ οὗ αἴτιον, καὶ μὴ εὐθὺς εἰς τὸ ἄτομον ἔρχονται ὅ τε μέσος καὶ δι’ αὐτοῦ ὁ μείζων, ὡς ἐξ ἀνάγκης πλείους μέσους παραλαμβάνεσθαι, καὶ τὰ αἴτια πλείω. εἰ γὰρ μὴ εὐθὺς εἰς τὰ ἄτομα εἴδη ὁ μέσος καταντᾷ, ἐξ ἀνάγκης δεῖ καὶ ἑτέρου μέσου δι’ οὗ τοῖς ἀτόμοις ὁ πρῶτος μέσος ὑπάρξει· καὶ οὕτως ἔσονται πλείω τὰ μέσα, ἀλλ’ οὐχ οὕτως ὡς ἐκεῖ, ἵν’ εἴη ἔξω ἀλλήλων, ἀλλὰ θάτερον ὑπὸ θάτερον. εἰ δὲ τὰ μέσα πλείω, δῆλον ὅτι καὶ τὰ αἴτια πλείω· τὰ αὐτὰ γὰρ μέσα καὶ αἴτια.
“但如果不是立即达到不可分者。” 在紧接的前文中所说的内容中,他所取的中项是不与第一项换位的;但现在他也论及换位的中项。那么,如果原因与其作为原因的对象是换位的,且中项以及通过它的大极项并不是立即达到不可分者,以致必然采用多个中项,那么原因也是多个。因为如果中项不是立即落到不可分的种上,必然也需要另一个中项,第一中项通过它而属于不可分者;这样一来,中项就会是多个,但不是像先前那样彼此在外部,而是一个在另一个之下。而如果中项是多个,显而易见原因也是多个;因为中项与原因乃是同一的。
"Πότερον δ’ αἴτιον τῶν μέσων." Τοῦτο ἕτερον περὶ τῶν μέσων ζήτημα, ὅταν πλείους λαμβάνωνται ἅτερος ὢν ὑπὸ τὸν ἕτερον. πλειόνων γάρ, φησίν, ὄντων αἰτίων τοιούτων ἀναμεταξὺ τοῦ μείζονος ὅρου καὶ τῶν καθ’ ἕκαστα εἰδῶν, πότερον αὐτῶν ἐστιν αἴτιον τοῖς καθ’ ἕκαστα τοῦ μείζονος; τὸ ἐγγύτερον τοῦ πρώτου, ὅπερ ἐστὶ πρῶτον3 ἀρχομένων ἡμῶν ἀπὸ τοῦ μείζονος, ὅπερ καθόλου ὠνόμασεν, ἢ τὸ ὡς πρὸς τὸ καθ’ ἕκαστον πρῶτον; καὶ ἐπάγει τὴν λύσιν τῆς πεύσεως.
“那么诸中项中哪一个是原因?” 这是关于中项的另一个探究,即当中项被取为多个且一个在另一个之下时。因为他说,在处于大极项与各个种之间的此类原因有多个时,对于各个个别事物而言,它们之中哪一个是大极项的原因?是更靠近第一项的那个——即当我们从大极项(他称之为普遍者)开始时居于第一者——还是相对于个别事物居于第一者?接着他引入了对此提问的解答。
"Δῆλον δὴ ὅτι τὰ ἐγγύτατα ἑκάστῳ." Δῆλον δή, φησίν, ὅτι ἐκεῖνα ἔστιν αἴτια ἀεὶ τοῖς καθ’ ἕκαστα, ἃ καὶ ἐγγύτατά ἐστιν ἐκείνῳ, ᾧ αἴτιον λέγεται εἶναι τὸ αἴτιον. τοῦ γὰρ ὅλως ἐξ ἀρχῆς ὑπὸ τὸ μεῖζον εἶναι τὰ καθ’ ἕκαστα τοῦτό ἐστιν αἴτιον·4 τοῦτο γὰρ περιέχον προσεχῶς τὰ καθ’ ἕκαστα, δι’ ἑαυτοῦ χορηγεῖ αὐτοῖς τὸ καθόλου ἀνάλογον τῇ τάξει τῶν εἰδῶν. ἀεὶ γὰρ ταῖς καταδεεστέραις τῶν ὑποστάσεων ἡ μετουσία τοῦ ἀγαθοῦ διὰ τῶν προσεχῶς αὐτῶν προϊσταμένων παρέχεται, οἷον τοῖς σώμασι διὰ τῆς φύσεως, τῇ φύσει διὰ τῆς ψυχῆς, τῇ ψυχῇ διὰ τοῦ νοῦ, τούτῳ διὰ τῆς ζωῆς, ταύτῃ διὰ τοῦ ὄντος. πληθυντικῶς δὲ εἶπε τὰ ἐγγύτατα τὸν λόγον μεθιστὰς ἐπὶ τὸ καθόλου, ὅτι ἀεὶ οὕτως ἔχει.
“显然,对于每一事物而言最接近的那些。” 他说,显然,那些也最靠近于原因被说成是其原因的那一对象的,始终是个别事物的原因。因为各个个别事物从根本上自始就在大极项之下,原因正在于此;因为这最直接地包容了个别事物,并通过自身依照种的等级秩序将普遍者供给它们。因为善的分享总是通过直接居于其上的主导者而提供给较低等级的实在,例如通过自然提供给物体,通过灵魂提供给自然,通过智性提供给灵魂,通过生命提供给智性,通过存在提供给生命。至于他用复数说“最接近的那些”,则是将论述移至普遍的层面,表明情况始终如此。
- 1.346ἢ ἕτερόν τι εἶπε διὰ τὸ μὴ νῦν ἀκριβολογεῖσθαι περὶ τούτου
短语 ἢ ἕτερόν τι 是直接宾语,引用了亚里士多德的原话(99b6 ἢ ἕτερόν τι),εἶπε 的未明示主语是亚里士多德。注释者解释亚里士多德为何加上“或者别的什么”这句保留意见:因为此刻无需对该自然学细节做精准阐析。
- 1.346ὡς τῆς ὑγρότητος ἐν αὐτοῖς τὸ θερμὸν πλεονεκτούσης
由 ὡς 引导的属格独立结构。动词 πλεονεκτέω 此处支配宾格补足语(τὸ θερμόν),意为“湿气(τῆς ὑγρότητος)在数量上胜过/超过了热(τὸ θερμόν)”。
- 1.348τὸ ἐγγύτερον τοῦ πρώτου, ὅπερ ἐστὶ πρῶτον ἀρχομένων ἡμῶν ἀπὸ τοῦ μείζονος, ὅπερ καθόλου ὠνόμασεν, ἢ τὸ ὡς πρὸς τὸ καθ’ ἕκαστον πρῶτον;
这是一个承前省略结构,以中性主格名词短语呈现选择疑问句(πότερον ... ἤ ...)的两个选项,主谓部分(ἐστὶν αἴτιον)承袭前句。对比的一方是从大极项(普遍者)出发的第一者,另一方是相对于个别事物的第一者。
- 1.349τοῦ γὰρ ὅλως ἐξ ἀρχῆς ὑπὸ τὸ μεῖζον εἶναι τὰ καθ’ ἕκαστα τοῦτό ἐστιν αἴτιον
带属格冠词的不定式短语 τοῦ ... ὑπὸ τὸ μεῖζον εἶναι τὰ καθ’ ἕκαστα 作 αἴτιον 的说明性/宾格性属格(即“各个别事物处于大极项之下这一事实的原因”)。全句骨干为:“这(τοῦτο)乃是各个别事物……处于大极项之下的原因(αἴτιον)”。
