← 尼西亚的欧斯特拉提乌斯

亚里士多德《后分析篇》第二卷注释

§251.12-252.31

大极项与中项的不换位与同一结果的多个原因

厄斯特拉齐奥解释了当大极项与中项不换位时如何为同一结论找到多个原因(中项)的逻辑构造,并对亚里士多德行文中的连词与句法省略作出了阐明。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.344

" Τοῖς δὴ Δ αἴτιον τοῦ Α τὸ Β." Μέχρι μὲν οὖν τούτου τὴν ἀκολούθησιν παραδέδωκε τοῦ μέσου καὶ τοῦ ἐλάττονος εἰπὼν ὅτι εἰ μὲν κατὰ μέρος ὁ ἐλάττων λαμβάνεται, ἀκολουθεῖ τῶν μερῶν αὐτοῦ ἑκάστῳ ὁ μέσος καὶ ἔστιν ἐπὶ πλέον, καὶ διὰ τοῦτο οὐδ’ ἀντιστρέφει πρὸς αὐτὸν ἕκαστον τῶν οἷς ἕπεται, εἰ δ’ ὁμοῦ πάντα καὶ καθόλου ληφθῇ, τὸ ἔλαττον ἀντιστρέφει τῷ μέσῳ. περὶ δὲ τοῦ μείζονος οὐδὲν εἶπεν ἕτερον ἢ μόνον ὅτι παντὶ ὑπάρχει τῷ μέσῳ. νῦν δὲ βούλεται τούτου τε καὶ τοῦ μέσου παραδοῦναι τὴν ἀκολούθησιν, καὶ ζητεῖ εἰ ἐπὶ πλέον ὁ μείζων τοῦ μέσου, ἢ ἐξισάζουσιν ἀλλήλοις καὶ ἀντιστρέφουσι, καὶ εἰ πλείω αἴτια τοῦ αὐτοῦ εἶναι ἐνδέχεται. καὶ ἐπεὶ καὶ πρότερον εἴρηται ὅτι λαμβάνεται μέσον ποτὲ ἐπ’ ἔλαττον ὂν τοῦ μείζονος καὶ μὴ ἀντιστρέφον, λαμβάνεται καὶ ἐπ’ ἴσης καὶ ἀντιστρέφον, παραδίδωσι πῶς ἐπ’ ἀμφοῖν ἐνδέχεται δύο μέσα καὶ αἴτια εἶναι. ὅταν μὲν γὰρ μέσον λαμβάνηται μὴ ὂν λόγος τοῦ μείζονος, οὔτε ἀντιστρέφει καὶ δύο αἴτια τοῦ αὐτοῦ εὑρίσκονται ἐκτὸς ἀλλήλων ὄντα, ὡς μηδέτερον εἶναι ὑπὸ τὸ ἕτερον· ὅταν δὲ τὸ μέσον λόγος ᾖ τοῦ μείζονος καὶ ἀντιστρέφῃ τῷ μείζονι, κἂν δύο μέσα ληφθῇ, θάτερον ὑπὸ θάτερόν ἐστι. τέως δὲ πρῶτον τοῦτο παραδίδωσιν, ὅταν ὁ μέσος μὴ λόγος ᾖ τοῦ μείζονος. φησὶ τοίνυν ὅτι τὸ Β αἴτιόν ἐστι τοῦ Α τοῖς Δ. ἀλλ’ εἰ τοῦτο, δεῖ τὸ Α ἐπὶ πλέον τοῦ Β παρεκτείνειν· εἰ γὰρ μή, οὐδὲν ἧττον ἔσται τοῦ Α τὸ Β αἴτιον ἢ τοῦ Β τὸ Α. εἰ γὰρ ἐξισάζουσιν ἀλλήλοις καὶ ἀντιστρέφουσι, καὶ ἀλλήλοις ὑποτεθήσονται καὶ ἄλληλα μεσιτεύσουσι καὶ ἀλλήλων ἔσονται αἴτια, καὶ οὐκ ἔσται τοῦτο ἀπόδειξις, ἀλλὰ δεῖξις διάλληλος. καὶ εἴρηται μὲν πρότερον ὅπως ἔσται τοῦτο, καὶ τί ἐπὶ τῶν ἀντιστρεφόντων αἱ ἀποδείξεις ἑκατέρωθεν γινόμεναι διαφέρουσι, καὶ ὅτι ἡ μὲν τοῦ διότι ἡ δὲ τοῦ ὅτι· ἀλλὰ νῦν γε περὶ τῶν μὴ ἀντιστρεφόντων ὁ λόγος, καὶ ὅπως τοιούτων ληφθέντων ὅρων δύο αἴτια τοῦ αὐτοῦ εὑρίσκεται.

“那么对于诸Δ而言,Α的原因是Β。” 因此,直到这里,他传授了中项与细项的承续关系,指出:如果细项按部分被选取,中项便随顺它的各个部分且范围更广,正因如此,它所随顺的每一个事物都不与它换位;但如果全体一起普遍地被选取,细项便与中项换位。而关于大极项,他除了说它属于全部中项之外,没有说任何别的话。但现在他想要传授大极项与中项的承续关系,并探究大极项是否比中项范围更广,或者它们彼此相等且换位,以及同一种事物是否可能存在多个原因。并且既然先前也曾说过,所取的中项有时比大极项狭窄且不换位,有时则相等且换位,他就传授在两种情形下如何可能存在两个中项与原因。因为当中项被取为不是大极项的定义时,它就不换位,且同一种事物的两个原因被发现处于彼此之外,以致两者都不在另一者之下;而当中项是大极项的定义并与大极项换位时,即使取了两个中项,其中一个也在另一个之下。不过目前他首先传授的是中项不是大极项定义时的情形。因此他说,对于诸Δ而言,Β是Α的原因。但如果是这样,Α就必须比Β延展得更广;因为若非如此,Β作为Α的原因绝不会亚于Α作为Β的原因。因为如果它们彼此相等且换位,它们就既彼此作为基础,又彼此作为中项,且彼此作为原因,而这就不是证明,而是相互循环论证了。并且先前已经说明过这会如何发生,以及在换位的事物上从两方产生的证明有何不同,即一者是“为何”的证明,另一者是“事实”的证明;但现在所讨论的是关于不换位的事物,以及在选取此类项时,如何能找到同一事物的两个原因。

§1.345

"Εἰ δὴ πᾶσιν ὑπάρχει τοῖς Ε τὸ Α." Ἐπεί, φησί, πᾶσι τοῖς Ε τὸ Α ὑπάρχει, ὥσπερ τὰ Δ καὶ πολλὰ ἦν καὶ εἰς ἓν συνήγετο, καὶ τὸ Α αὐτοῖς ὑπῆρχε διὰ τοῦ Β, οὕτω κἀνταῦθα τὰ Ε πολλά τε ἔσται καὶ ἕν, καὶ ὑπάρχει αὐτοῖς τὸ Α, καὶ τὸ ἓν τοῦτο ἄλλο ἐστὶ τοῦ Β καὶ ἔδει εἰπεῖν ὅτι εἰ δὲ μή, πῶς ἐπὶ πλέον ἔσται τὸ Α τοῦ Β, ὅπερ ἀποδέδεικται διὰ τῆς εἰς ἄτοπον ἀπαγωγῆς· τοῦτο γὰρ ἔοικε προκεῖσθαι. οὐ μήν φησιν οὕτως, ἀλλ’ ὅτι εἰ δὲ μή, πῶς ἔσται εἰπεῖν ὅτι ἐπὶ πλέον τοῦ Ε τὸ Α; τοῦτο γάρ ἐστιν ὅ φησιν, ὅτι πῶς ἔσται εἰπεῖν ὅτι ᾧ τὸ Ε, τὸ Α παντί, ᾧ δὲ τὸ Α, οὐ παντὶ τὸ Ε. ἀλλ’ εἰ καὶ ἕτερον ἐστι τοῦτο ἐκείνου, ὅμως εἰς ταὐτὸν φέρει. εἰ γὰρ μὴ ἕτερά ἐστιν ἀλλήλων, οὔτε τοῦ Β οὔτε τοῦ Ε ἐπὶ πλέον ἔσται τὸ Α. τὸ δὲ διὰ τί γὰρ οὐκ ἔσται τι αἴτιον1 ἀσαφές τι διὰ τὸν γὰρ σύνδεσμον μὴ καταλλήλως τεθέντα· οὐ γὰρ εἰς κατασκευήν τινος τὸ ῥητὸν ἐπενήνεκται. ἔστω οὖν ἀντὶ τοῦ δέ, πολλάκις οὕτω παρὰ τῷ Ἀριστοτέλει λαμβανόμενον. πῶς οὖν, φησίν, οὐκ ἔσται τι αἴτιον τοῦ Α τῷ Ε; εἰ μὲν γὰρ ταὐτὸν ἦν τῷ Β τὸ Ε, ὥσπερ ἀμέσως τῷ Β τὸ Α ὑπάρχει, ὑπῆρχεν ἂν καὶ τῷ Ε, καὶ διὰ μέσου αὐτοῦ τοῖς Δ ὡς καὶ διὰ τοῦ Β, ἢ εἰ μετὰ τὸ Ε ὑπῆρχεν ἕτερα εἴδη τοῦ Ε ἑνὸς ὄντος καὶ οὐ πολλῶν, διὰ τούτων κατὰ τῶν πλειόνων ἐκείνων, ἄλλων ὄντων παρὰ τὰ Δ συνήγετο κατ’ ἐκείνων τὸ Α. νῦν δὲ οὔτε τὸ Ε τῷ Β ταὐτὸν καὶ πολλὰ ὂν εἰς ἓν ἔρχεται, ὥσπερ τὰ Δ· δεῖ ἄρα τινὸς μέσου αὐτοῖς, ὥσπερ καὶ τοῖς Δ ἐδέησεν, ἵνα δι’ αὐτοῦ τὸ Α κατ’ αὐτοῦ κατηγορηθῇ· διὰ τοῦτο γὰρ καὶ τὸ Δ εἰς μέσον παρήγαγεν, ἐξομοιῶν αὐτῷ τὸ Ε. ὥσπερ γὰρ ἐκεῖνο, πολλὰ ὄν, εἰς ἓν συνήρχετο, οὕτω καὶ τὸ Ε ἔστι τι ἓν ἐκ πολλῶν. ἐπισκέψασθαι δὴ τοῦτο·2 τοῦτο Ἀττικῶς εἴρηται κατ’ ἔλλειψιν τοῦ δεῖ. οὕτω γὰρ ἦν εἰπεῖν ‘δεῖ δὴ ἐπισκέψασθαι τοῦτο’, ἤγουν τὸ αἴτιον δεῖ ἐξετάσαι τί ἐστι, καὶ ἔστω τὸ Γ. ἐπὶ μὲν τῶν ἐσχάτων ὡς εἰς πλείω εἴδη ἐξαπλουμένων τὰ Δ φησὶ καὶ τὰ Ε, ἐπὶ δὲ τῶν μέσων ὡς ἑνιαίων τὸ Β καὶ τὸ Γ.

“如果Α确实属于全部诸Ε。” 他说,既然Α属于全部诸Ε,正如诸Δ既是多数又被归结为一,且Α通过Β属于它们一样,这里诸Ε也将既是多数又是一,且Α属于它们,并且这一者与Β不同;他本应当说:“否则,Α怎能比Β范围更广(这一点已通过归谬法被证明,因为这似乎是作为论题被提出的)?”然而他没有这样说,而是说:“否则,怎能说Α比Ε范围更广?”因为他的意思是:怎能说凡是Ε所属于的,Α属于其全部,而凡是Α所属于的,Ε不属于其全部?但即使这话与那话不同,所引向的结果却是相同的。因为如果它们彼此不是不同的,Α就既不会比Β范围更广,也不会比Ε范围更广。至于“因为为什么不会有某种原因呢”这句话,由于连词“因为”放得不合宜而有些晦涩;因为这句话并不是为了确立某事而被引入的。因此就当作是代替“但是”,在亚里士多德那里常常如此被理解。因此他说,对于Ε而言怎么会没有Α的某种原因呢?因为如果Ε与Β相同,正如Α直接属于Β一样,它也会属于Ε,并且如同通过Β一样通过作为中项的它属于诸Δ;或者如果紧随Ε之后还有别的种属于,而Ε是一而非多,那么Α就会通过它们而针对那些在诸Δ之外的多数事物被推导出来。但现在Ε既与Β不相同,且虽为多数却归结为一,正如诸Δ一样;因此它们需要某种中项,正如诸Δ也曾需要一样,以便通过它使Α述说它;正因如此,他也把Δ引了出来,使Ε与它相仿。因为正如前者虽为多数却归结为一,同样Ε也是由多数构成的某种一。“那么当考察这一点。”这是按雅典习惯省略了“应当”而说的。因为本来应当这样说:“那么应当考察这一点”,也就是说应当探究其原因是什么,且设其为Γ。对于作为展开为多个种的各个极项,他用了诸Δ和诸Ε来称呼,而对于作为单元的中项,则用了Β和Γ来称呼。

语法注2 条
  1. 1.345διὰ τί γὰρ οὐκ ἔσται τι αἴτιον

    关于连词 γάρ 功能的句法判断。厄斯特拉齐奥认为此处的 γάρ 并非用于确立或论证(κατασκευή)前述断言的因果连词,而是用来替代 δέ 以引出论证的推进。

  2. 1.345ἐπισκέψασθαι δὴ τοῦτο

    独立不定式的句法。正如厄斯特拉齐奥所指出的,这是雅典方言中省略非人称动词 δεῖ 的用法(κατ’ ἔλλειψιν τοῦ δεῖ),在此表达命令或应当履行的含义(“因此应当考察这一点”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4031.tlg001.humanitext-grc1:251.12-252.31