← 尼西亚的欧斯特拉提乌斯

亚里士多德《后分析篇》第二卷注释

§250.4-251.11

字母项的普遍论证形式与第一普遍者

欧斯特拉提乌斯解释了亚里士多德从具体事例转向采用字母项的普遍三段论图形的逻辑原因(§1.341),阐明了大项、作为原因的中项以及细项所包涵的诸种(诸Δ)之间的关系(§1.342),并疏解了中项如何作为第一普遍者与全部下位种合取换位而非与各个别种单换位的逻辑结构(§1.343)。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.341

" Ἐπὶ δὲ τῶν σχημάτων ὧδε." Ἐπεὶ διὰ τῶν παραδειγμάτων μερικωτέραν τὴν παράδοσιν ποιήσασθαι ἔδοξε τὴν περὶ τῆς ἀκολουθήσεως τῶν ὅρων τῆς ἀποδείξεως, κἀντεῦθεν παραβῆναι τὸ ἴδιον τῆς λογικῆς θεωρίας, διὰ τοῦτο νῦν αὐτὴν ποιεῖται καθολικὴν τὰ κοινὰ στοιχεῖα παραλαμβάνων. τῶν γὰρ λογικῶν ἁπασῶν μεθόδων ἴδιον, διαιρετικῆς λέγω καὶ ἀναλυτικῆς ὁριστικῆς τε καὶ ἀποδεικτικῆς, καθολικὰς ποιεῖσθαι τὰς παραδόσεις, μηδὲν ἐχουσῶν ἴδιον ὑποκείμενον,1 ἀλλὰ τὰ ὄντα ἁπλῶς. διὸ καὶ τῆς λογικῆς πραγματείας ἀρχόμενος τὰ πρῶτα γένη τοῦ ὄντος ἡμῖν ὑπέθετο ἄλλον τρόπον ἢ ἐν τῇ Μετὰ τὰ φυσικὰ πραγματείᾳ. ἐκεῖ μὲν γὰρ τὰς φύσεις τῶν γενῶν παραδίδωσιν, ἐνταῦθα δὲ μόνας τὰς ἰδιότητας, ὡς τοῦτο ὂν ἱκανὸν τῇ λογικῇ θεωρίᾳ ἢ ὡς ἂν ἐντεῦθεν ἕκαστον χαρακτηρίζοντες τῶν γενῶν ἔχοιμεν τοὺς παραδεδομένους κανόνας τῶν λογικῶν μεθόδων διασαφεῖν τῶν γενῶν τι προχειριζόμενοι.2 δεόμεθα γὰρ ἐν τούτοις οὐ τῆς οὐσίας μόνον, ἀλλὰ καὶ τῶν συμβεβηκότων, ἐπεὶ οὐ μόνον ὁριζόμεθα ἀλλὰ καὶ ὑπογράφομεν, καὶ ἀποδείκνυμεν οὐ μόνον τὸ διότι, ἀλλὰ καὶ τὸ ὅτι. λέγει τοίνυν ὅτι πραγματικῶς μὲν οὕτως ἡ ἀκολούθησις παραδέδοται, λογικῶς δὲ καὶ ἐπὶ τῶν σχημάτων τῶν λογικῶν οὕτως ἀποδώσει τις τοῖς ζητοῦσι τὴν ἀκολούθησιν τῶν ὅρων τοῦ τε αἰτίου καὶ οὗ ἐστιν αἴτιον.

“在诸图形上则如下。” 既然通过这些例子,关于证明诸项的承续关系的传授似乎显得较为片面,且由此背离了逻辑考察的固有特性,为此他现在采用共同的要素[字母],使其〔传授〕成为普遍的。因为一切逻辑方法——我指的是区分法、分析法、定义法和证明法——的固有特性就在于使传授成为普遍的,因为它们没有任何固有的底层主题,而纯粹以存在者为对象。因此,在逻辑学论著开篇时,他向我们奠定存在者的最初诸属的方式,也与在《形而上学》论著中不同。因为在那里他传授的是诸属的本性,而在这里仅传授它们的特有属性,因为这对于逻辑考察来说已经足够,或者说为了使我们由此刻画诸属中的每一个,并随时取用诸属中的某一个来阐明所传授的逻辑方法规则。因为在这些方法中我们不仅需要实体,还需要偶性,既然我们不仅下定义而且作描述,不仅证明“为何”,而且证明“实然”。因此他说,就实在事物而言,承续关系是这样传授的;但在逻辑上以及在诸逻辑图形上,人们也将这样向探求原因的项与其所是原因者的项的承续关系的人作出说明。

§1.342

"Ἔστω τὸ Α τῷ Β ὑπάρχον παντί." Μεῖζον ἄκρον τὸ Α τίθησιν, ὃ παντί, φησίν, ὑπάρχει τῷ Β, ὅπερ ἐστὶ τὸ μέσον καὶ αἴτιον· Δ δὲ τίθησι καθ’ ἕκαστα εἴδη ἃ τῷ ἐλάττονι περιέχεται, ὡς εἶναι τὸ Γ μὲν τὸ ἔλαττον, τὰ δὲ Δ τὰ ὑπ’ αὐτὸ εἴδη, ὥσπερ εἰ τὸ πλατύφυλλον εἴποι τις ἔλαττον, ἕκαστον δὲ πλατύφυλλον τὰ εἴδη τὰ ὑπὸ τὸ πλατύφυλλον. διὰ τοῦτο καὶ οὕτως εἴρηκε τὸ δὲ Β ἑκάστῳ τῶν Δ, τουτέστιν ὁ δὲ μέσος ἑκάστῳ εἴδει τῶν ὑπὸ τὸ ἔλαττον, ὡς εἶναι καὶ ἐπὶ πλεῖον πρὸς ἕκαστον αὐτῶν λαμβανόμενον.

“设Α属于全部Β。” 他将Α设为大极项,他说它属于作为中项和原因的全部Β;而将诸Δ设为被细项所包涵的各个个别种,从而Γ是细项,而诸Δ是其下的诸种,正如人们若把阔叶称为细项,而把各个阔叶物称为阔叶之下的诸种一样。正因如此,他也这样说过:“而Β属于诸Δ中的每一个”,也就是说中项属于细项之下的每一个种,以致在与它们中的每一个相对被选取时,它也是属于更广范围的。

§1.343

"Τὸ μὲν δὴ Β καθόλου ἂν εἴη τοῖς Δ." Τὸ μὲν δὴ Β, ὅπερ τὸ μέσον ἐστίν, εἴη ἂν τοῖς Δ, ἅπερ ἐστὶ τὰ ὑπὸ τὸ ἔλαττον εἴδη, καθόλου. λαμβάνει δὲ ταῦτα ὡς πρὸς ἕκαστον αὐτῶν τοῦ μέσου λεγομένου, ὡς εἶναι καὶ καθόλου, καὶ οὕτω καθόλου, ὡς μὴ ἐξισάζειν μηδ’ ἀντιστρέφειν. τὸ γὰρ ἰσαζόντως κατὰ τοῦ περιέχοντος λεγόμενον ἑκάστου τῶν περιεχομένων ὑπερτείνει. οἷον εἰ τὸ πήγνυσθαι τὸν ὀπὸν τοῦ πλατυφύλλου ἐστὶν ἐπ’ ἴσον κατηγορούμενον, ἑκάστου τῶν περιεχομένων ὑπὸ τοῦ πλατυφύλλου ὑπερτείνει, ἤτοι ἑκάστου τῶν ὑπ’ αὐτὸ δένδρων ἐπὶ πλέον ἐστίν. ἐκεῖνο δέ, φησίν, ἐστὶ πρῶτον καθόλου, ἤτοι προσεχῶς καὶ ἀμέσως οὗ κατηγορεῖται κατηγορούμενον, πρὸς ὃ ἕκαστον μὲν τῶν ὑπὸ τὸ ὑποκείμενον εἰδῶν μὴ ἀντιστρέφει,3 ἅπαντα δὲ ὁμοῦ ληφθέντα καὶ ἀντιστρέφει καὶ συνεπεκτείνεται ἤτοι ἐξισοῦται· τοῦτο γάρ ἐστι τὸ παρεκτείνειν. ἕκαστον γὰρ τῶν ὑπὸ τὸ πλατύφυλλον οἷον συκῆ καὶ ἄμπελος καὶ πλάτανος καὶ ἕκαστον λείπεται τοῦ πήγνυσθαι τὸν ὀπόν, παντὶ δὲ ὁμοῦ ἐξισοῦται.

“那么Β对于诸Δ而言当是普遍的。” 作为中项的Β,对于作为细项之下诸种的诸Δ而言,当是普遍的。但他这样选取它们,乃是就中项针对它们中的每一个被述说而言,以致它既是普遍的,又是以不相等亦不换位的方式成为普遍的。因为对包涵项同等述说的事物,必超出各个被包涵项。例如,若汁液凝结对于阔叶而言是等同述说的,它就超出了被阔叶所包涵的每一个事物,即比起它之下的每一棵树都属于更广的范围。但他说道,所谓第一普遍者,即直接且无媒介地述说其所被述说之对象者,乃是主词之下的各个种虽不与其换位,但若全体一起被选取,则既换位又共同延展,即相等者;因为这就是所谓的并列延展。因为阔叶之下的每一个事物,如无花果树、葡萄树、悬铃木等,各自都落后于汁液凝结,但〔汁液凝结〕与合在一起的全部则是相等的。

语法注3 条
  1. 1.341μηδὲν ἐχουσῶν ἴδιον ὑποκείμενον

    阴性复数分词 ἐχουσῶν 在性与格上与前文的属格短语 τῶν λογικῶν ἁπασῶν μεθόδων(“一切逻辑方法”)相一致,起到原因性的修饰作用,表明逻辑方法本身并不拥有特定的固有质料主题,而是以存在者整体为考察对象。

  2. 1.341ὡς τοῦτο ὂν ἱκανὸν τῇ λογικῇ θεωρίᾳ ἢ ὡς ἂν ἐντεῦθεν ἕκαστον χαρακτηρίζοντες τῶν γενῶν ἔχοιμεν τοὺς παραδεδομένους κανόνας τῶν λογικῶν μεθόδων διασαφεῖν τῶν γενῶν τι προχειριζόμενοι

    此处是由 ὡς 引导的并列结构,表达说话者的意图或理由:前半部分采用 ὡς + 分词(τοῦτο ὂν ἱκανόν),表示主观判断的原因;后半部分以 ἢ ὡς ἄν + 祈愿语气(ἔχοιμεν 搭配不定词 διασαφεῖν)构成潜在目的从句。其中的两个分词 χαρακτηρίζοντες 与 προχειριζόμενοι 均为主格复数,修饰主语“我们”,表示实现该目的的手段。

  3. 1.343πρῶτον καθόλου, ἤτοι προσεχῶς καὶ ἀμέσως οὗ κατηγορεῖται κατηγορούμενον, πρὸς ὃ ἕκαστον μὲν τῶν ὑπὸ τὸ ὑποκείμενον εἰδῶν μὴ ἀντιστρέφει

    在 οὗ κατηγορεῖται κατηγορούμενον 中,关系代词 οὗ 为动词 κατηγορεῖται 所支配的属格(意为“对其所被述说之物而被述说”)。其后的介词短语 πρὸς ὃ 则指称先行词 πρῶτον καθόλου(“第一普遍者”),引出说明该普遍项特性的从句,即各个下位种并不单独同它换位。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4031.tlg001.humanitext-grc1:250.4-251.11