← 尼西亚的欧斯特拉提乌斯

亚里士多德《后分析篇》第二卷注释

§249.14-250.3

不同种的多种原因与中项的链状递进

厄斯特拉齐奥说明了当大项外延广于中项(Α亦属于Ε)时必存在另一原因Γ,从而阐明同一属性对不同种的主体可有不同原因。随后他分析了当中项呈链状递进(在邻近中项与不可分割的种之间尚有属)时,邻近于细极项的中项对于个别种而言构成了更为直接的原因。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.340#2

ὑπαρχέτω δὴ τὸ Α πᾶσι τοῖς Ε, οἷς τὸ Β οὐχ ὑπάρχει. πῶς γὰρ ἄλλως ἔσται εἰπεῖν τὸ Α ἐπὶ πλέον ὑπάρχειν τοῦ Β, εἰ μὴ εἶέν τινα οἷς τὸ μὲν Α ὑπάρχει, τὸ δὲ Β μή; ἔσται οὖν καὶ τὰ Ε τὸ ἕν, ὥσπερ ἦν καὶ τὰ Δ. διὰ τί δὲ οὐκ ἔσται τι αἴτιον τοῦ Α τοῖς Ε; ἐπεὶ γὰρ πλείω τὰ Ε καὶ πάντων τούτων ὡς ἑνὸς τὸ Α κατηγορεῖται, ἀναγκαῖον εἶναί τι μέσον, δι’ οὗ κατ’ αὐτῶν περαίνεται, καὶ ὃ αὐτοῖς ἐστιν αἴτιον αὐτοῦ. ἴδωμεν δὴ τοῦτο, καὶ ἔστω τὸ Γ. ἀποπέφανται γοῦν ὅτι πλείω τοῦ αὐτοῦ εἶναι ἐνδέχεται αἴτια, ἀλλ’ οὐ τοῖς αὐτοῖς τῷ εἴδει, ἀλλὰ τῷ μὲν Δ τὸ Β, τῷ δὲ Ε τὸ Γ· οἷον τοῦ μακρόβια εἶναι τοῖς μὲν τετράποσι τὸ μὴ ἔχειν χολὴν αἴτιον, τοῖς δὲ πτηνοῖς τὸ ξηρὰ εἶναι ἤ τι ἕτερον. εἰ δὲ καὶ τοιοῦτον εἴη τὸ μέσον, οἷον ἀντιστρέφειν πρὸς τὸ μεῖζον, οὐ μέντοι γε εὐθὺς εἰς τὸ ἄτομον εἶδος ἡ τοῦ μέσου πρόοδος,1 ἀλλ’ ἔστι μεταξὺ τοῦ τε μέσου καὶ τοῦ ἀτόμου εἴδους ἄλλο τι ὃ περιέχει αὐτό τε τὸ λαμβανόμενον εἶδος καὶ ὅσα τούτῳ ἀντιδιῄρηται, κἀντεῦθεν ἀνάγκη πλείονας εἶναι τοὺς μέσους καὶ οὐχ ἕνα, δῆλον ὅτι πλείω καὶ τὰ αἴτια ἔσονται. οὐ γὰρ τὸ μὲν τῶν μέσων αἴτιον εἴποις, τὸ δ’ οὐχί, ἀλλ’ ἄμφω αἴτια ὡς δὴ καὶ μέσα. ἀλλὰ τὸ μὲν τῷ μείζονι προσεχές, τὸ δὲ τῷ ἐλάττονι· καὶ ἔσται τὸ μὲν πρῶτον μέσον τοῦ μείζονος αἴτιον τῷ δευτέρῳ, τὸ δὲ δεύτερον μέσον τοῦ μείζονος αἴτιον τῷ ἐσχάτῳ, ὡς τοῦ φυλλορροεῖν καὶ τῆς συκῆς μέσα τὸ πήγνυσθαι τὸν ὀπὸν καὶ τὸ πλατύφυλλον, ὧν τὸ μὲν πήγνυσθαι τὸν ὀπὸν αἴτιον τῷ πλατυφύλλῳ τοῦ φυλλορροεῖν, τῇ δὲ συκῇ τούτου αὐτοῦ τὸ πλατύφυλλον. καὶ τοσοῦτον αἴτιον τῷ ἐσχάτῳ καὶ ἑκάστῳ τῶν ἀντιδιῃρημένων αὐτῷ τὸ δεύτερον μέσον, ὡς καὶ μᾶλλον τοῦτο εἶναι τούτοις τοῦ μείζονος αἴτιον ἢ τὸ τῷ μείζονι προσεχές. τοῦ γὰρ τὴν ἀρχὴν ὑπὸ τὸ πρῶτον εἶναι τὰ καθ’ ἕκαστα τοῦτο ἐστιν αἴτιον τὸ προσεχὲς τοῖς καθ’ ἕκαστον.2 οἷον εἰ τὸ Α εἴη τὸ μεῖζον, τὸ Δ τὸ ἔσχατον, τὸ δὲ Β καὶ Γ τὸ μὲν τὸ πρὸς τῷ μείζονι μέσον τὸ δὲ τὸ πρὸς τῷ ἐσχάτῳ, τὸ Γ ἂν εἴη αἴτιον τῷ Δ τοῦ Α.

那么,设Α属于全部Ε,而Β并不属于这些Ε。因为若不存在某些事物,Α属于它们而Β不属于它们,又怎能说Α比Β属于更广的范围呢?因此,Ε也将是一个[项],正如诸Δ曾是的那样。而对于诸Ε而言,为何不会有Α的某种原因呢?因为既然诸Ε不止一个,且Α将全部这些Ε作为一物加以述说,就必然存在某个中项,通过它[Α]得以对它们下结论,且它对于它们而言是该事物的原因。那么让我们来看看这中项,且设其为Γ。无论如何,这表明同一事物确实可能有多个原因,但并不是对在种上相同的事物而言,而是对Δ是Β,对Ε是Γ;正如长寿的原因对于四足动物是没有胆汁,而对于鸟类则是干燥或别的某种东西。 另一方面,即便中项是能与大项换位的,但中项的递进却并不立刻达到不可分割的种,而是在中项与不可分割的种之间存在另一种事物,它包涵被选取的种本身以及凡与此相对划分的事物,由此必然有多个中项而非一个,显然诸原因也将是多个。因为人们不能说诸中项中这一个是原因而另一个不是,反而正如它们都是中项一样,两者皆是原因。不过,一个邻近于大项,另一个邻近于小项;且第一中项对于第二中项而言是大项的原因,第二中项对于极项而言是大项的原因,正如落叶与无花果树的中项是汁液凝结与阔叶,其中汁液凝结对于阔叶而言是落叶的原因,而阔叶对于无花果树而言是这同一事物的原因。而且第二中项对于极项及与其相对划分的各个事物而言在如此程度上是原因,以至于对于它们来说,比起邻近于大项者,它反倒更是大项的原因。因为个别事物根本上从属于第一项的原因,正是这个邻近于各个个别事物的项。例如,若Α是大项,Δ是极项,而在Β与Γ中,一个是挨近大项的中项,另一个是挨近极项的中项,则Γ对于Δ而言将是Α的原因。

语法注2 条
  1. 1.340οὐ μέντοι γε εὐθὺς εἰς τὸ ἄτομον εἶδος ἡ τοῦ μέσου πρόοδος

    在以 εἰ δὲ καὶ τοιοῦτον εἴη... 引导的条件从句前件中,转折连词 μέντοι 引导的分句省略了系词(ἐστί 或 γίγνεται),意为“中项的递进却并不立刻达到不可分割的种”。该句与接续的 ἀλλ’ ἔστι... 一起构成了复合条件从句,其主句(后件)为后面的 δῆλον ὅτι...。

  2. 1.340τοῦ γὰρ τὴν ἀρχὴν ὑπὸ τὸ πρῶτον εἶναι τὰ καθ’ ἕκαστα τοῦτο ἐστιν αἴτιον τὸ προσεχὲς τοῖς καθ’ ἕκαστον

    句首带定冠词属格的不定式短语 τοῦ ... εἶναι 依附于名词 αἴτιον,表示原因所及的内容(宾格性属格)。副词性宾格 τὴν ἀρχήν 修饰不定式 εἶναι,意为“根本上”或“起初”。句子的语法主语是带后置同位短语 τὸ προσεχὲς τοῖς καθ’ ἕκαστον 的 τοῦτο,表语为 αἴτιον ἐστι。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4031.tlg001.humanitext-grc1:249.14-250.3