← 尼西亚的欧斯特拉提乌斯

亚里士多德《后分析篇》第二卷注释

§248.20-249.14

同一事物的两个原因及其从属关系

埃乌斯特拉提奥斯讨论亚里士多德在《后分析篇》第二卷第十七章(99a30)中借助图式的说明,利用字母项(Α、Β、Δ)与落叶之例,探讨同一事物是否可能存在两个原因,并分析了两个原因相互从属的情形。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.340#1

" Ἐπὶ δὲ τῶν σχημάτων ὧδε ἀποδώσει." Ἀλλὰ ῥητέον ἔτι καθολικώτερον περὶ τούτων ἐπὶ στοιχείων τὸν λόγον γυμνάζοντας,1 πῶς ἢ οὐκ ἐνδέχεται δύο τοῦ αὐτοῦ εὑρίσκεσθαι αἴτια, ἢ εἰ καὶ εὑρίσκονται, ἢ οὐ τῷ αὐτῷ αἴτια τοῦ αὐτοῦ, ἀλλὰ τοῦ αὐτοῦ ἄλλῳ καὶ ἄλλῳ, ἢ θάτερον τῶν αἰτίων ὑπὸ θάτερον ἔσται. εἰ μὲν γὰρ εἴη λόγος τὸ αἴτιον τοῦ οὗ αἴτιον, ὃς δὴ καὶ κυρίως αἴτιον, ὡς μὴ μόνον εἶναι τοῦ συμπεράσματος, ἀλλὰ δὴ καὶ τοῦ πράγματος, ἀντιστρέφει τε πρὸς ἐκεῖνο καὶ ἐξισάζει, καὶ ἓν ἔσται τότε τὸ αἴτιον ἢ εἰ καὶ δύο, θάτερον ὑπὸ θάτερον. τοῦτο δὲ γίνεται, ὅταν μὴ καθόλου ληφθῇ τὸ ᾧ αἴτιον τὸ αἴτιον ἤγουν τὸ ἔλαττον, ἀλλὰ τῶν ὑπ’ αὐτὸ λαμβανομένου τινὸς ὡς ἐλάττονος, ἔσται μέσον αὐτό τε τὸ περιεκτικὸν αὐτοῦ προσεχῶς καὶ τὸ προσεχῶς ὂν ὑπὸ τὸ μεῖζον. οἷον εἰ τὸ Α εἴη τὸ οὗ αἴτιον, ὃ δὲ αἴτιον τὸ Β, ᾧ δὲ αἴτιον τὸ Δ· τὸ οὖν Α παντὶ τῷ Β, τὸ δὲ Β εἰ ληφθείη τῶν ὑπὸ τὸ Δ τινί, διὰ μέσου ἔσται τοῦ Δ ἁπλῶς, ὥσπερ τὸ πήγνυσθαι τὸν ὀπὸν κατὰ τῆς συκῆς· διὰ γὰρ μέσου τοῦ ἁπλῶς πλατυφύλλου ὑπάρχει τῇ συκῇ οὔσῃ τινὶ πλατυφύλλῳ τὸ πήγνυσθαι τὸν ὀπόν· καὶ οὕτως ἔσονται μὲν δύο αἴτια τῇ συκῇ τοῦ φυλλορροεῖν, ἀλλὰ θάτερον ὑπὸ θάτερον. ὑπὸ γὰρ τὸ πήγνυσθαι τὸν ὀπὸν τὸ πλατύφυλλον. τὸ γὰρ Β ἑκάστῳ τῶν Δ ὑπάρχον ἐπὶ πλεῖον ὑπάρχει, καὶ καθόλου ἂν εἴη τὸ Β τοῖς Δ, τοιοῦτον δὲ καθόλου, οἷον μὴ ἀντιστρέφειν. διττὸν γὰρ τὸ καθόλου, ἢ τὸ ἀντιστρέφον ὡς τῷ ζῴῳ τὸ καθ’ ὁρμὴν καὶ ὄρεξιν κινητικόν, ἢ τὸ μὴ ἀντιστρέφον ὡς τῷ ἀνθρώπῳ τὸ ζῷον, τὸ δὲ προσεχές τινι καθόλου,2 τουτέστιν πρὸς ὃ ἕκαστον μὲν τῶν ὑπὸ τὸ ὑποκείμενον οὐκ ἀντιστρέφει, ἅπαντα δὲ ἀντιστρέφει καὶ ἐξισάζει. πᾶσι τοίνυν ταῖς ὑπὸ τὸ Δ, ὅπερ ἐστὶ τὸ ἔλαττον ἄκρον, τὸ Β ἐστὶν αἴτιον τοῦ Α, οἷον τοῦ φυλλορροεῖν πᾶσι τοῖς πλατυφύλλοις αἴτιον τὸ πήγνυσθαι τὸν ὀπόν. οὕτω μὲν εἰ λόγος εἴη τὸ αἴτιον τοῦ οὗ αἴτιον. ἀλλὰ τέως μὴ ἔστω λόγος μηδ’ ἀντιστρεφέτω, ἀλλ’ ἔστω ἐπὶ πλέον τὸ Α τοῦ Β διὰ τὸν λέγοντα λόγον ὅτι εἰ ἀντιστρέφουσιν, ἀλλήλων ἔσονται αἴτια καὶ δι’ ἀλλήλων δεικνύμενα. καίτοι ἡ διαφορὰ τῶν ἀποδείξεων εἴρηται πρότερον, ὡς ἡ μὲν αἴτιον ἕξει τὸ αἴτιον καὶ τοῦ πράγματος, ἡ δὲ μόνου τοῦ συμπεράσματος· ὅμως δεδόσθω καὶ ἔστω ἐπὶ πλέον τὸ Α τοῦ Β.

“在诸图式中,他将如下说明。” 但是,应当在字母上演练这一论证,更普遍地探讨这些问题:同一事物为何要么不可能发现两个原因,要么即使能发现,也不是同一事物对同一主体的两个原因,而是同一事物对不同主体的两个原因,或者原因之一将从属于另一个。因为若原因就是中项作为其原因的事物的定义——而这恰恰是严格意义上的原因,从而不仅是结论的原因,更是客观事实本身的原因——它便与那一事物换位并均等,此时原因将是一个,或者即便有两个,也是一个从属于另一个。而当原因对于其为原因的事物(即细项)未被普遍地选取,而是其下的某物被作为细项选取时,便会发生这种情况:直接包涵它的事物与直接在大项之下的事物,都将成为中项。例如,设Α为中项作为其原因的事物,Β为原因,Δ为中项对于其为原因的事物。因此,Α属于全部Β;而若Β被选取属于Δ之下的某物,它将通过端属的Δ作为中项而属于它,正如汁液凝结属于无花果树那样。因为通过端属的阔叶作为中项,汁液凝结属于作为某种阔叶植物的无花果树;这样,对于无花果树而言,落叶便确实会有两个原因,但一个从属于另一个。因为阔叶从属于汁液凝結。因为Β属于每一个Δ,同时也属于更广的范围,Β对于诸Δ将是普遍的,且是如此一种并不换位的普遍述词。因为普遍述词有两种:要么是换位的,例如依冲动与欲求运动之能力之于动物;要么是不换位的,例如动物之于人;而邻近于某物的普遍者,亦即从属于基底者的各个事物固然不与之换位,但全体总括起来则与之换位并均等。因此,对于细极项Δ之下的所有事物而言,Β是Α的原因,正如汁液凝结是一切阔叶植物落叶的原因一样。若原因就是中项作为其原因的事物的定义,情况便是如此。但暂且设它既非定义亦不换位,反而根据声称“若它们换位,它们将互为原因并通过彼此得到证明”的说法,设Α比Β范围更广。尽管诸论证的差异先前已经说过,即一种论证将事实本身的原因也包含为原因,而另一种仅将结论的原因包含为原因;然而姑且让步,设Α比Β更广。

语法注2 条
  1. 1.340γυμνάζοντας

    阳性宾格复数分词 γυμνάζοντας 表示非人称动形容词 ῥητέον 隐含的逻辑主语(“我们”),属于类似于宾格加不定词的结构。介词短语 ἐπὶ στοιχείων 修饰 γυμνάζοντας,意为“在字母(文字项)上演练[论证]”。

  2. 1.340τὸ δὲ προσεχές τινι καθόλου

    紧接着前面的二分法 διττὸν γὰρ τὸ καθόλου(“普遍者有两种”),此名词短语澄清了“邻近于某物的普遍者”这一概念(并非第三种分类)。它是关系从句 πρὸς ὃ ... ἅπαντα δὲ ἀντιστρέφει καὶ ἐξισάζει 的先行词,指与个别部分不换位、但与全体结合时换位并均等的直接普遍者。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4031.tlg001.humanitext-grc1:248.20-249.14