← 尼西亚的欧斯特拉提乌斯

亚里士多德《后分析篇》第二卷注释

§246.22-248.19

三项互随的条件与作为原因的中项

厄斯特拉齐奥阐述了论证三段论三项互随的条件(取决于细项是按部分选取还是总括选取),并借助外角定理与植物落叶的例证,说明了中项如何作为大项的定义(原因)而发挥作用。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.335

" Ἔχει δ’ οὕτω τὸ παρακολουθεῖν." Ἕτερον ἔτι θεώρημα παραδίδωσι περὶ τῶν τριῶν ὅρων τῆς ἀποδόσεως, τοῦ τε μέσου, ὅ φησιν αἴτιον, τοῦ τε μείζονος ὃ οὗ αἴτιον, καὶ τοῦ ἐλάττονος, ὅπερ ᾧ αἴτιον. ὃ δὲ παραδίδωσιν, ἔστι περὶ τῆς τούτων πρὸς ἄλληλα ἀκολουθήσεως. ἐπεὶ γὰρ καθόλου πᾶσα ἐπιστήμη, δῆλον ὅτι καὶ οἱ ὅροι καθόλου πάντες. πότερον δὴ ἐξισάζουσιν ἀλλήλοις ἢ ὁ μὲν ἐλλείπει ὁ δ’ ὑπερτείνει; ὁ μὲν οὖν πρῶτος καὶ ὁ μέσος, ὁ μὲν λόγος ὢν ὁ μέσος, ὁ δ’ οὗ ὁ λόγος, ἐξ ἀνάγκης ἐπ’ ἴσον ἀλλήλοις·1 τὸν δ’ ἐλάττω εἰ μὲν κατὰ μέρος λαμβάνεις, ἑκάστου τῶν αὑτοῦ μερῶν ὑπερτείνει τὸ οὗ αἴτιον τὸ μέσον, τουτέστι τὸ μεῖζον (εἰ δὲ τὸ μεῖζον, καὶ τὸ μέσον· ἐξισάζει γὰρ ταῦτα πρὸς ἄλληλα), εἰ δ’ ὁμοῦ πᾶν, ἐπ’ ἴσον καὶ τοῦτο. οὕτως οὖν ἔχει, φησίν, ἡ παρακολούθησις τῶν τριῶν ὅρων πρὸς ἄλληλα, τοῦ αἰτίου, τοῦ οὗ αἴτιον καὶ τοῦ ᾧ αἴτιον, ἤγουν τοῦ μέσου, τοῦ μείζονος καὶ τοῦ ἐλάττονος, ὡς εἰ μὲν ἐν μέρει ὁ ἐλάττων ληφθῇ, τούτῳ μὲν τοὺς ἄλλους ἀκολουθεῖν, αὐτὸν δὲ τοῖς ἄλλοις μὴ ἀντιστρέφειν, εἰ δὲ καθόλου καὶ οὗτος, ἀκολουθεῖν ἀλλήλοις ἅπαντας.

“随伴关系如下。” 关于说明中的三个项——他称为原因的中项、中项作为其原因的大项以及中项对于其为原因的细项——他进一步传授了另一个定理。他所传授的,是关于这些项彼此之间的随伴关系。因为既然一切科学知识皆是普遍的,显而易见所有各项亦皆是普遍的。那么,它们究竟是彼此均等,还是一个不及而另一个超出?首先,第一项与中项——中项作为定义,第一项作为定义的所属者——必然彼此均等。至于细项,若你按部分选取,中项作为其原因的那项(即大项)便超出它的各个部分(若大项超出,中项亦超出;因为这些项彼此均等);但若总括地选取全部,这一项亦均等。因此他说,三个项(即原因、它作为原因的事物、它对于其为原因的事物,亦即中项、大项与细项)彼此之间的随伴关系乃是如此:若细项被部分地选取,其他各项随伴它,但它本身不与其他各项换位;但若这一项亦被普遍地选取,则所有项皆彼此随伴。

§1.336

"Οἷον τὸ τέτταρσιν ἴσας τὰς ἔξω." Παράδειγμα τίθησι τοῦ εἰρημένου. ἔστω γάρ, φησί, μεῖζον μὲν τὸ ἔχειν τὰς ἔξω γωνίας τέτταρσιν ὀρθαῖς ἴσας, ἔλαττον δὲ καθ’ ὧν τοῦτο λέγεται, οἷον τρίγωνον καὶ τετράγωνον. τοῦ μὲν οὖν τριγώνου μόνου ἴδια ἢ τοῦ τετραγώνου ἐπὶ πλέον· πρὸς πάντα δ’ ὁμοῦ ἐξισάζει. τί δέ ἐστι τὸ ἔχειν τὰς ἔξω γωνίας τέτταρσιν ἴσας, καὶ πῶς τοῦτο ἐπὶ τριγώνου καὶ ἐπὶ τετραγώνου, εἴρηται πρότερον· εἰ γὰρ λάβῃς ἅπαντα, καθ’ ὧν τοῦτό ἐστιν, ἐξισάζει πρὸς αὐτὸ τὸ κατηγορούμενον καὶ οὐχ ὑπερτείνει. καὶ τὸ μέσον ὁμοίως, τουτέστιν ὡς τὸ μεῖζον, καὶ τὸ μέσον. ἐπεὶ γὰρ λόγος τὸ μέσον τοῦ μείζονος, ἀντιστρέφει πρὸς αὐτό. ὥστε ὧν ἐπὶ πλέον ἐκεῖνο, καὶ τοῦτο, οἷς δ’ ἐκεῖνο ἐπ’ ἴσον, καὶ τοῦτο ἐπ’ ἴσον.

“例如外角等于四[直角]。” 他为所述的内容设立了一个例证。他说,设大项为外角等于四直角,细项为这一定性所表述的对象,例如三角形与四边形。因此,单独就三角形或四边形个别地选取,它范围更广;但针对全体共同选取,它便均等。外角等于四[直角]是什么意思,以及这在三角形和四边形上如何成立,先前已经说过;因为若你选取其所属于的一切事物,述词便与它均等而不超出。中项亦同样如此,亦即如同大项那样,中项亦是如此。因为中项既然是大项的定义,便与它换位。从而凡是前者所超出的,后者亦超出;凡是前者与之均等的,后者亦与之均等。

§1.337

"Ἔστι δὲ τὸ μέσον λόγος τοῦ πρώτου ἄκρου." Τὸ μέσον, φησίν, ὃ καὶ αἴτιον, λόγος ἐστὶ τοῦ πρώτου ἄκρου τουτέστι τοῦ μείζονος, ἤγουν ὁρισμός· ὥστε καὶ πᾶσα γνῶσις ἐπιστημονικὴ διὰ μέσου ὁρισμοῦ γίνεται.

“中项是第一极项的定义。” 他说,中项(亦即原因)是第一极项(即大项)的说明,亦即定义;从而一切科学认识亦是通过作为定义的中项而生成的。

§1.338

"Οἷον τὸ φυλλορροεῖν." Διὰ παραδείγματος σαφηνίζει τὸ εἰρημένον, τουτέστι τὸ λόγον εἶναι τὸ μέσον τοῦ μείζονος· ἐν ταὐτῷ δὲ καὶ ὃ πρότερον ἔφησε περὶ τοῦ μείζονος· τοῦτο δὲ ἦν τὸ εἰ μὲν καθ’ ἕκαστον ληφθῇ τὰ μέρη τοῦ ἐλάττονος, ὑπερέχει αὐτοῦ τὸ μεῖζον, εἰ δ’ ὁμοῦ πᾶν τοὔλαττον, ἐξισάζει τὸ μεῖζον πρὸς αὐτό. ἔστω γὰρ τὸ φυλλορροεῖν τὸ μεῖζον· τοῦτο πρὸς μὲν τὴν ἄμπελον ἰδίᾳ ληφθὲν ἀκολουθεῖ τε ἅμα καὶ ὑπερέχει, καὶ πρὸς τὴν συκῆν ὡσαύτως· ἁπλῶς δὲ πρὸς πᾶν τὸ φυλλορροοῦν οὐχ ὑπερέχει, ἀλλ’ ἴσον αὐτῷ ἐστι. καὶ εἰ ὄνομά τις θείη τὸ κοινόν, ὃ πᾶσιν ἐφαρμόσει τοῖς φυλλορροοῦσιν, ἴσον ἐκείνῳ ἔσται τὸ φυλλορροεῖν.

“例如落叶。” 他通过例证阐明了所述的内容,即中项是大项的定义;同时也阐明了他先前关于大项所说的话:这就是,若细项的各部分被分别选取,大项便超出它;若细项整体被共同选取,大项便与它均等。设落叶为大项:此项若单独针对葡萄藤选取,便既随伴又超出,针对无花果树亦同样如此;但直接针对一切落叶之物,它并不超出,而是与它相等。并且,若有人设定一个适用于一切落叶之物的共同名称,落叶便将与那名称相等。

§1.339

"Εἰ δὴ λάβοις τὸ πρῶτον μέσον, λόγος τοῦ φυλλορροεῖν ἐστίν. ἔσται γὰρ πρῶτον μὲν ἐπὶ θατέρου μέρους, ὅτι τοιαδὶ ἅπαντα, εἶτα τούτου μέσον, ὅτι ὁ ὀπὸς πήγνυται ἤ τι ἄλλο τοιοῦτον. τί δ’ ἐστὶ τὸ φυλλορροεῖν; τὸ πήγνυσθαι τὸν ἐν τῇ συνάψει τοῦ σπέρματος ὀπόν." Εἰ καθ’ ἕκαστον τοίνυν λαμβάνοι τις τὰ μέρη τοῦ ἐλάττονος, τέτταρες ὅροι γίνονται, δύο ἄκροι καὶ δύο μέσοι. οἷον εἰ ἄμπελον λάβοις ἔλαττον ἄκρον καὶ μεῖζον τὸ φυλλορροεῖν, μέσοι ἔσονται προσεχὴς μὲν τῷ φυλλορροεῖν τὸ πήγνυσθαι τὸν ὀπόν, προσεχὴς δὲ τῇ ἀμπέλῳ τὸ πλατύφυλλον. πρῶτον οὖν μέσον ἐστὶ τὸ τῷ μείζονι προσεχές, δεύτερον δὲ μέσον τὸ τῷ ἐλάττονι. τὸ οὖν πρῶτον μέσον, φησί, λόγος ἐστὶ τοῦ φυλλορροεῖν. ἀρχομένῳ μὲν γάρ σοι ἀπὸ τοῦ ἐλάττονος πρῶτον ἔσται μέσον ὡς πρὸς τὸ ἔλαττον,2 ὅτι τοιαδὶ ἅπαντα, τουτέστι πλατύφυλλα ἢ ἄλλο τι, ὃ κοινὸν ἔσται τοῖς κατὰ μέρος φυλλορροοῦσι· τούτου δὲ αὖθις καὶ τοῦ μείζονος μέσον τὸ πήγνυσθαι τὸν ὀπὸν ἢ ἄλλο τι τοιοῦτον αἰτίαν δηλοῦν καὶ λόγον τοῦ φυλλορροεῖν. ὡς εἶναι τὸν συλλογισμὸν οὕτως· ἡ ἄμπελος πλατύφυλλος, παντὸς πλατυφύλλου πήγνυται ὁ ὀπός, πᾶν ᾧ πήγνυται ὁ ὀπὸς φυλλορροεῖ· πᾶσα ἄρα ἄμπελος φυλλορροεῖ. εἰ δή τις ἔροιτο τί ἐστι τὸ φυλλορροεῖν, τὸ πήγνυσθαι ἀποκρινούμεθα τὸν ἐν τῇ συνάψει τοῦ σπέρματος ὀπόν· ὁ γὰρ ὀπὸς οὗτος ἅμα μὲν τρέφει τὸ φύλλον διὰ τοῦ ὀχάνου καὶ θάλλειν ποιεῖ, ἅμα καὶ τῷ δένδρῳ αὐτὸ προσκολλᾷ. τούτου δὲ πηγνυμένου οὐδέτερον τούτων γίνεσθαι δύναται, διὸ καὶ ἀπορρεῖ τὸ φύλλον.

“若你选取第一中项,它是落叶的定义。因为首先在另一部分上将是所有皆为如此这般,继而是关于此项的中项,即汁液凝结或诸如此类的其他事物。落叶究竟是什么?是汁液在种子的接合处凝结。” 因此,若有人分别选取细项的各部分,便产生四个项:两个极项与两个中项。例如,若你选取葡萄藤作为细极项,选取落叶作为大项,则邻近于落叶的中项将是汁液凝结,邻近于葡萄藤的中项将是阔叶。因此,第一中项是邻近于大项者,第二中项是邻近于细项者。所以他说,第一中项是落叶的定义。因为对你从细项开始而言,相对于细项的第一中项将是所有皆为如此这般,即阔叶,或个别落叶事物共有的某种其他特性;而此项与大项的中项则是汁液凝结或表明落叶之原因与定义的某种其他此类事物。从而三段论如下:葡萄藤是阔叶的;一切阔叶植物汁液凝结;凡汁液凝结者皆落叶;因此一切葡萄藤皆落叶。若有人问落叶是什么,我们将回答:汁液在种子的接合处凝结。因为此汁液既通过叶柄滋养叶子并使其繁茂,同时也将其粘附于树木。而当此汁液凝结时,这两者皆无法发生,叶子亦正是因此而脱落。

语法注2 条
  1. 1.335ὁ μὲν οὖν πρῶτος καὶ ὁ μέσος, ὁ μὲν λόγος ὢν ὁ μέσος, ὁ δ’ οὗ ὁ λόγος, ἐξ ἀνάγκης ἐπ’ ἴσον ἀλλήλοις

    句首的主格短语 ὁ μὲν οὖν πρῶτος καὶ ὁ μέσος 作为全句的主语,紧接着由同位语式的 ὁ μὲν ... ὁ δ’ ... 分述各自的作用(中项为定义,第一极项为被定义者)。谓语部分省略了系动词 εἰσί,与介词短语 ἐξ ἀνάγκης ἐπ’ ἴσον ἀλλήλοις(“必然彼此同等/同范围”)构成完整判断。

  2. 1.339ἀρχομένῳ μὲν γάρ σοι ἀπὸ τοῦ ἐλάττονος πρῶτον ἔσται μέσον ὡς πρὸς τὸ ἔλαττον

    与格分词短语 ἀρχομένῳ ... σοι 是表视点/立场的关涉与格(dativus relationis),意为“对于从细项开始的你而言”。πρῶτον ἔσται μέσον 是主谓结构,表示“将出现第一中项”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4031.tlg001.humanitext-grc1:246.22-248.19