← 尼西亚的欧斯特拉提乌斯

亚里士多德《后分析篇》第二卷注释

§245.1-246.21

三段论三项相互换位与外延相等的条件

厄斯特拉提奥斯讨论了论证三段论三项均等且可换位的条件,通过几何学(外角和)与植物学(落叶)的例证,说明细项是局部地还是整体地选取如何决定外延是否均等。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.334

" Ἔχει δ’ οὕτω τὸ παρακολουθεῖν ἀλλήλοις τὸ αἴτιον." Πῶς δ’ ἂν εἴποιμι ἀκολουθεῖν ἀλλήλοις τοὺς τρεῖς ὅρους τοῦ ἀποδεικτικοῦ συλλογισμοῦ; ἤγουν τὸν μέσον, ὃς δὴ καὶ αἴτιός ἐστι, καὶ τὸν μείζονα, οὗ ἐστιν αἴτιον τὸ μέσον, καὶ τὸν ἐλάττω, ᾧ δὴ αἴτιον τοῦ κατηγορουμένου ἤτοι τοῦ μείζονος τὸ μέσον ἐστίν. ἐπεὶ γάρ πως μὲν λαμβανόμενα ἀντακολουθεῖ ταῦτα ἀλλήλοις ὡς ἐξισάζοντα, πῶς δ’ αὖθις λείπεται ὁ ἐλάττων τοῦ μέσου τε καὶ τοῦ μείζονος,1 κἀντεῦθεν εἴργεται τῷ λειπομένῳ ἡ πρὸς τοὺς ὑπερέχοντας ὅρους ἀντακολούθησις, δεῖ μηδὲ τοῦτο παραλιπεῖν, ἀλλ’ εἰπεῖν πότε τούτων ἑκάτερον γίνεται. ἐπειδὴ γὰρ καὶ τὸ ἔλαττον ἄκρον καθόλου ἐστίν, ὥσπερ καὶ τὸ μεῖζον καὶ τὸ μέσον αὐτό, εἰ μὲν καθ’ ἕκαστον λαμβάνεις τὰ ὑπ’ αὐτό, λειφθήσεται τῶν δύο, τοῦ μέσου τε λέγω καὶ τοῦ μείζονος, εἰ δὲ πάντα ὁμοῦ, ἐξισάζει αὐτοῖς καὶ ἀντακολουθήσει ὡς ἐξισάζον. οἷον ἔστω μεῖζον ἄκρον τὸ εἶναι τὰς ἔξω γωνίας τέτταρσιν ὀρθαῖς ἴσας, ἔλαττον τρίγωνον καὶ τετράγωνον· εἰ δὴ κατὰ μόνου τριγώνου συντάξεις τὸ ἔχειν τὰς ἔξω γωνίας τέτταρσιν ὀρθαῖς ἴσας, ἐπ’ ἔλαττόν τέ ἐστι, καὶ ἀντακολουθεῖν οὐ δυνήσεται· εἰ δ’ ὁμοῦ κατὰ τοῦ τριγώνου καὶ τετραγώνου, ἐξισάζουσί τε ἀλλήλοις οἱ ὅροι, καὶ ἀντιστρέφουσι. τί δέ ἐστιν ὃ φαμεν; ὅτι τὸ τέτταρσιν ὀρθαῖς ἴσας τὰς ἔξω γωνίας ἔχειν ἐστὶν ἐπὶ μὲν τοῦ τριγώνου, ἐπειδὴ προσεκβαλλομένης μιᾶς πλευρᾶς ἡ ἐκτὸς γωνία τοῦ τριγώνου δυσὶ ταῖς ἐντὸς καὶ ἀπ’ ἐναντίου ἴση ἐστί, καὶ αὖθις τοῦ τριγώνου αἱ τρεῖς γωνίαι δυσὶν ὀρθαῖς ἴσαι εἰσίν, ἐὰν τοῦ τριγώνου τὰς τρεῖς παρεκβάλῃς πλευράς, ἑκάστη τῶν ἐκτὸς γωνιῶν δυσὶ ταῖς ἐντὸς καὶ ἀπ’ ἐναντίου ἴση ἐστίν· ὥστε αἱ ἐκτὸς γωνίαι διπλάσιαι τῶν ἐντὸς ἔσονται. καὶ ἐπεὶ αἱ ἐντὸς τοῦ τριγώνου γωνίαι δυσὶν ὀρθαῖς ἴσαι εἰσίν, αἱ ἐκτὸς ἄρα τέτταρσιν ὀρθαῖς ἴσαι ἔσονται. ἐπὶ δὲ τοῦ τετραγώνου ἐπεὶ τὸ τετράγωνον ἰσόπλευρόν τέ ἐστι καὶ ὀρθογώνιον, ἐκβαλλομένης ἑκάστης πλευρᾶς δύο ὀρθαὶ ἐφεξῆς ἔσονται καθ’ ἑκάστην ἐκβολήν, ὡς εἶναι πάσας τὰς ὀρθὰς γωνίας ὀκτώ, ἐντὸς μὲν τέτταρας, ἐκτὸς δὲ ἑτέρας τέτταρας. ἐξισάσει δὴ καὶ ὁ μέσος τοῖς ἄκροις ἐξ ἀνάγκης· λόγος γάρ ἐστιν, ὡς καὶ πρώην εἴρηται, τοῦ πρώτου ἄκρου· διὰ τοῦτο δὴ καὶ δι’ ὁρισμοῦ τὰς ἐπιστήμας ἁπάσας γινομένας εὑρίσκομεν. ἔστω δὴ καὶ παράδειγμα ἐναργέστερον, δι’ οὗ τὸ εἰρημένον περὶ τῶν ὅρων ἐπιγνωσόμεθα καθαρώτερον. τὸ γὰρ φυλλορροεῖν ἀμπέλῳ μὲν ἀκολουθοῦν ὑπερέχει, καὶ συκῇ ὁμοίως καὶ ἑκάστῳ τῶν φυλλορροεῖν πεφυκότων δένδρων· πρὸς πάντα δὲ ὁμοῦ λαμβανόμενον οὐχ ὑπερέχει, ἀλλ’ ἐξισάζει. ὡσαύτως καὶ τὸ μέσον, τοῦτο δέ ἐστι τὸ πήγνυσθαι τὸν ὀπόν· τοῖς γὰρ πλατυφύλλοις πᾶσι πήγνυται ὁ ὀπός, καὶ οἷς πήγνυται ὁ ὀπός, πάντα πλατύφυλλα. τά τε φυλλορροοῦντα πάντα πλατύφυλλά ἐστι καὶ τὰ πλατύφυλλα πάντα φυλλορροεῖ. ὅταν οὖν τι καθ’ ἕκαστον λάβῃς, τέσσαρες ὅροι ἔσονται, δύο μέσοι καὶ δύο ἄκροι. οἷον εἰ συκῆν λάβοις, ἡ συκῆ πλατύφυλλος, τῷ πλατυφύλλῳ πήγνυται ὁ ὀπός, ᾧ πήγνυται ὁ ὀπός, τοῦτο φυλλορροεῖ· ἡ συκῆ ἄρα φυλλορροεῖ. τούτων τῶν δύο μέσων ὁ μὲν τῷ ἐλάττονί ἐστιν ὁ δὲ τῷ μείζονι προσεχής. εἰ λάβῃς οὖν τὸν πρῶτον μέσον, ὃς τῷ μείζονι προσεχής ἐστι, λόγος ἔσται αὐτοῦ· τὸ γὰρ πήγνυσθαι τὸν ὀπὸν λόγος ἐστὶ τοῦ φυλλορροεῖν. οὐδὲν γὰρ ἄλλο τὸ φυλλορροεῖν ἐστιν ἢ τὸ πήγνυσθαι τὸν ἐν τῇ συνάψει τοῦ σπέρματος ὀπόν. ὡς γὰρ τῆς σεληνιακῆς ἐκλείψεως λόγος ἐστὶν ἡ τῆς γῆς ἀντίφραξις, οὕτως καὶ τοῦ φυλλορροεῖν τὸ πήγνυσθαι τὸν ὀπόν. σπέρμα δὲ λέγω τὸ ἔσχατον μόριον τοῦ ὀχάνου ἐξ οὗ τὸ φύλλον ἀναδίδοται τὴν ἀρχήν. σπέρμα δὲ τοῦτο ὠνόμασται, διότι καὶ δυνάμει ἐν αὐτῷ σπερματικῶς τὴν ἀρχὴν τὸ φύλλον ἅπαν ἔγκειται καὶ πρὸ τοῦ φῦναι. καὶ ἄλλως δὲ τὰ ἐμφυλλιζόμενα τῶν δένδρων περιτεμνομένου τοῦ ὄμματος, ἐξ οὗ ἡ βλάστη μέλλει ἀναδίδοσθαι καὶ ἐντιθεμένου εἰς ἕτερον δένδρον, ἐξ οὗ ἴσον ἕτερον τοιοῦτον ἀποτέτμηται, ὅμοιον ἐκφύεται2 τῷ ἐξ οὗ τὸ ἐντεῦθεν ἀποτέτμηται, καὶ καρπὸν φέρει οἷον δὴ κἀκεῖνο, ὡς σπέρματος ἐνεργοῦντος τοῦ ἐντιθεμένου.

“原因彼此之间的随伴关系如下。” 我当如何说明论证三段论的三项彼此随伴?即作为真正原因的中项,中项作为其原因的大项,以及中项对于其成为述词(亦即大项)之原因的细项。因为,当以某种方式被选取时,诸项作为均等者彼此互随,而在另一种方式下,细项又不及中项与大项,由此,对于不及者而言,与超出诸项的互随受到了阻碍;因此亦不可遗漏这一点,而须说明这两种情况各于何时发生。因为细极项正如大项和中项本身一样亦是普遍的,所以你若选取从属于它的个别事物,它将不及那两项(我是指中项与大项);但若总括地选取全部,它便与它们均等,并将作为均等者而互随。例如,设大极项为外角等于四直角,细项为三角形与四边形。若你仅就三角形断定具有外角等于四直角,它便是不及的,且不能互随;但若就三角形与四边形共同断定,诸项便彼此均等且可换位。我们所说的究竟是什么意思?这就是说,外角等于四直角之于三角形,乃是因为延长一条边时,三角形的外角等于两个内对角,且三角形的三内角等于两直角,因此若延长三角形的三条边,每一个外角皆等于两个内对角;从而外角将是内角的两倍。又因为三角形的内角等于两直角,所以外角便等于四直角。而在四边形上,由于四边形既等边又为直角,在每条边延长时,每次延长都会相继产生两个直角,从而所有直角共有八个,内部四个,外部另有四个。于是中项亦必然与诸极项均等;因为正如前文所述,它是第一极项的定义;正是因此,我们发现一切科学皆是通过定义而生成的。且让我们再举一个更清晰的例证,通过它我们能更清楚地领会关于诸项的论述。因为落叶随伴着葡萄藤却超出它,对无花果树及每一种天生落叶的树木亦同样如此;但若针对全体共同选取,它便不超出,而是均等。中项亦同样如此,这就是汁液凝结;因为汁液凝结于一切阔叶植物,而凡汁液凝结者皆是阔叶的。凡落叶者皆是阔叶的,凡阔叶者皆落叶。因此,当你选取某个别事物时,便将有四个项,即两个中项与两个极项。例如若你选取无花果树,无花果树是阔叶的,阔叶者汁液凝结,汁液凝结者落叶;因此无花果树落叶。在这两个中项中,一个邻近于细项,另一个邻近于大项。因此,若你选取邻近于大项的第一中项,它将是大项的定义;因为汁液凝结是落叶的定义。落叶无非就是汁液在种子的接合处凝结。正如大地的遮蔽是月食的定义一样,汁液凝结亦是落叶的定义。我所谓的种子,是指叶子最初由此萌发的叶柄最末端的部分。之所以称之为种子,是因为甚至在萌生之前,整个叶子最初便已潜在地如种子般蕴含于其中。此外,在树木的芽接中,当将萌芽即将由此发出的芽眼环切并嵌入另一株已被切去同样大小部分的树木中时,它长出的植株便与〔嵌入的〕那部分所来自的树木相似,并且结出如同那树一样的果实,这是因为嵌入的部分起到了种子的作用。

语法注2 条
  1. 1.334ἐπεὶ γάρ πως μὲν λαμβανόμενα ἀντακολουθεῖ ταῦτα ἀλλήλοις ὡς ἐξισάζοντα, πῶς δ’ αὖθις λείπεται ὁ ἐλάττων τοῦ μέσου τε καὶ τοῦ μείζονος

    此处使用了相对的副词 πως μέν(以某种方式)与 πῶς δέ(以另一种方式;传抄中不定副词 πως 与疑问词形 πῶς 发生混淆),由 ἐπεὶ γάρ 引导的原因从句置于主句 δεῖ μηδὲ τοῦτο παραλιπεῖν 之前。分词 λαμβανόμενα 修饰 ταῦτα(这三项),带有时间/条件含义(“当被选取时”)。

  2. 1.334τὰ ἐμφυλλιζόμενα τῶν δένδρων περιτεμνομένου τοῦ ὄμματος, ἐξ οὗ ἡ βλάστη μέλλει ἀναδίδοσθαι καὶ ἐντιθεμένου εἰς ἕτερον δένδρον, ἐξ οὗ ἴσον ἕτερον τοιοῦτον ἀποτέτμηται, ὅμοιον ἐκφύεται

    句首的 τὰ ἐμφυλλιζόμενα τῶν δένδρων 充当主语或置前的话题成分,其后直接插入了带有关系从句的属格独立结构 περιτεμνομένου τοῦ ὄμματος ... καὶ ἐντιθεμένου ...。主句动词 ἐκφύεται 采用单数形式,与中性复数主语 τὰ ἐμφυλλιζόμενα 呼应(符合中性复数主语接单数谓语动词的语法规则)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4031.tlg001.humanitext-grc1:245.1-246.21