← 尼西亚的欧斯特拉提乌斯

亚里士多德《后分析篇》第二卷注释

§244.4-244.35

依类比而相同者之中项与原因

厄斯特拉齐奥解释了亚里士多德提出的“依类比为相同的事物”(如骨骼、鱼刺和乌贼骨之于不能弯折)中的中项形态,并整理了大项与细项之连接关系(本质的与偶性的、邻近的与疏远的)所决定的中项特征与数目。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.333

" Τὰ δὲ κατὰ ἀναλογίαν τὰ αὐτά." Τῶν κατηγορουμένων τινά ἐστι κατὰ ἀναλογίαν τοῖς ὑποκειμένοις ὑπάρχοντα, ὥσπερ ἀνθρώπῳ καὶ ἵππῳ καὶ ἰχθύϊ καὶ σηπίᾳ τὸ μὴ λυγίζεσθαι.1 τὰ δὴ τοιαῦτα κατὰ ἀναλογίαν ἕξει καὶ τὸ μέσον. καθόλου μὲν οὖν λαμβανόμενα καὶ καθόλου ἕξει τοῦ μέσου τὴν ἀπόδοσιν, κατὰ μέρος δὲ καὶ τὸ μέσον ἕξει κατὰ μέρος. οἷον διὰ τί τὰ μὴ λυγιζόμενα τῶν ζῴων οὐ λυγίζεται; διότι ἐρείσματα ἔχει. κατὰ μέρος δὲ διὰ τί ἄνθρωπος καὶ ἵππος καὶ τὰ τοιαῦτα οὐ λυγίζεται; διότι ὀστᾶ ἔχει. διὰ τί ἰχθύς; διότι ἄκανθαν ἔχει. διὰ τί σηπία; διότι σηπίον ἔχει. ταῦτα δὲ πάντα ἀνάλογον. τὸ αὐτὸ γὰρ ἐν πᾶσιν τὸ μὴ λυγίζεσθαι οὐ γένει οὐδ’ εἴδει, ἀλλὰ κατὰ ἀναλογίαν· καὶ τὸ αἴτιον τούτου ἀνάλογον. ὅλως τοίνυν τὸ μεῖζον ἢ καθ’ αὑτὸ ὑπάρχει τῷ ἐλάττονι ἢ κατὰ συμβεβηκός, καὶ εἰ καθ’ αὑτό, ἢ προσεχὲς ἢ πόρρω· καὶ τὸ κατὰ συμβεβηκὸς ἢ κατὰ πάθος ἢ κατὰ ἀναλογίαν. εἰ μὲν οὖν καθ’ αὑτὸ καὶ προσεχῶς, καὶ τὸ μέσον ἕξει τοιοῦτον, λόγον ὂν τοῦ μείζονος καὶ ἀντιστρέφον πρὸς αὐτό, καὶ οὐδέποτε ἄλλο καὶ ἄλλο, ἀλλ’ ἀεὶ τὸ αὐτό. διὰ τί ἡ σελήνη ἐκλείπει; ὅτι ἡ γῆ ἐν μέσῳ· οὐδέποτε γὰρ ἄλλο ἔσται τὸ αἴτιον. τὸ γὰρ εἶναι τὴν σελήνην ἐν μέσῳ οὐ τῆς αὐτῆς αἴτιον ἐκλείψεως, ἀλλ’ ἑτέρας. καὶ ἔσται ἴσως τοῦτο τοῦ ὁμωνύμου παράδειγμα· ὁμωνύμως γὰρ ἡ ἔκλειψις καὶ ἐν ἡλίῳ καὶ ἐν σελήνῃ. διὸ καὶ τὸ μέσον τούτοις ὁμώνυμον ἡ ἀντίφραξις· ἄλλος γὰρ ἔσται λόγος σελήνης ἐκλείψεως καὶ ἄλλος ἡλίου. ἐκεῖ μὲν γὰρ τὸ γῆν ἐν μέσῳ γίνεσθαι αὐτῆς τε καὶ ἡλίου, ἐνταῦθα δὲ τὸ σελήνην μέσην γίνεσθαι ἡλίου τε καὶ τῶν ἡμετέρων ὄψεων. εἰ δὲ καθ’ αὑτὸ μὲν τὸ μεῖζον τῷ ἐλάττονι, οὐ προσεχὲς δέ, ἐνδέχεται πλείω εἶναι τὰ μέσα, ὥσπερ τὸ ζῷον οὐ προσεχὲς ὂν ἀνθρώπῳ καὶ ἵππῳ τὸ λογικὸν ἕξει αἴτιον καὶ τὸ ἄλογον. ὁμοίως δὲ καὶ εἰ κατὰ συμβεβηκός. διὰ τί βοῦς καὶ κριὸς καὶ χίμαρος ἐχῖνον ἔχει; διότι κέρατα ἔχει, καὶ διότι μονόδοντά ἐστι.2 συμβεβηκὸς δέ φαμεν ἐνταῦθα τὸ ἀχώριστον καὶ καθόλου ἑπόμενον· καὶ τοῦτο μὲν κατὰ πάθος, τὸ δὲ κατὰ σχέσιν ἐστὶ τὸ κατὰ ἀναλογίαν, περὶ οὗ ἤδη εἴρηται. ὁ μέντοι Ἀριστοτέλης ἐνταῦθα τὸ προσεχὲς καθ’ αὑτὸ μόνον ὠνόμασε καθ’ αὑτό, τὰ δ’ ἄλλα κατὰ συμβεβηκός· ἢ ἴσως τὸ εἰ δὲ μὴ οὐ πρὸς τὸ προσεχὲς τὸ οὐ μήν, ἀλλὰ πρὸς τὸ ἀνωτέρω τὸ ὁ γὰρ λόγος τοῦ ἄκρου.3

“而那些依类比为相同的事物。” 在被述谓的事物中,有些是依类比从属于主体的,正如不能弯折之于人、马、鱼与乌贼。此类事物确实亦将依类比具有中项。因此,若全面地被选取,它们亦将全面地具有中项的给出;而若局部地被选取,它们亦将局部地具有中项。例如,在动物中不能弯折者为何不弯折?因为它们具有支撑物。但在局部上,为何人、马及此类事物不弯折?因为它们具有骨骼。为何鱼不弯折?因为它们具有鱼刺。为何乌贼不弯折?因为它们具有乌贼骨。而这一切皆是成比例的。因为在一切之中,不能弯折这一相同事实既非依属亦非依种,而是依类比存在的;且此项的原因亦是依类比的。因此总括而言,大项要么本质地从属于小项,要么偶性地从属;若本质地从属,则要么是邻近的,要么是疏远的;而偶性从属的要么依性状,要么依类比。如果它是本质地且邻近地从属,那么它亦将具有这样一个中项,该中项是大项的说明并与它可换位,且绝非忽此忽彼,而是始终相同。为何月亮发生食?因为地球在中间;因为原因绝不会是别的。因为月亮在中间并非同一场食的原因,而是另一场食的原因。或许这将是一个同名异义的例子;因为食在太阳上和在月亮上皆是同名异义地被言说的。因此对它们而言,作为中项的遮蔽亦是同名异义的;因为月食的说明是一回事,而日食的则是另一回事。因为在前者那里是地球变得处于它〔月亮〕与太阳之间,而在后者这里则是月亮变得处于太阳与我们的视线之间。但若大项虽然本质地从属于小项,却非邻近的,那么中项便可能不止一个,正如动物并非邻近于人与马,从而将理性与非理性作为原因。若偶性地从属,情况亦同样如此。为何牛、公羊与公山羊具有重瓣胃?因为它们具有角,且因为它们是单颌长齿的。但我们在此处所谓的偶性,是指不可分离且普遍伴随的事物;而这乃是依性状的,至于依关系的则是依类比的,关于后者此前已作说明。然而亚里士多德在此处仅将邻近的本质事物称为“本质的”,而将其他事物称为“偶性的”;或者,或许“若不然”并非针对紧邻的“然而并非”,而是针对更高的那句“因为它是极项的说明”。

语法注3 条
  1. 1.333τὸ μὴ λυγίζεσθαι

    带冠词的不定式短语,指由于骨骼或硬组织支撑而“不折屈”“不能弯折”。它作为各种动物共有的性状(大项),由类比的中项(骨骼、鱼刺、乌贼骨)加以解释。

  2. 1.333μονόδοντά ἐστι

    形容词 μονόδους(单齿的)的中性复数,指反刍动物仅在下颌具有门齿(上颌无门齿)的特征,为亚里士多德生物学中的特有用语。

  3. 1.333τὸ εἰ δὲ μὴ οὐ πρὸς τὸ προσεχὲς τὸ οὐ μήν, ἀλλὰ πρὸς τὸ ἀνωτέρω τὸ ὁ γὰρ λόγος τοῦ ἄκρου

    末句的句法由对照结构 οὐ πρὸς... ἀλλὰ πρὸς...(不是针对……而是针对……)构成,带有冠词的引语 τὸ εἰ δὲ μή(“若不然”短语)为主语,省略了表示指向的动词。厄斯特拉齐奥在此辨析亚里士多德原文中的条件分句究竟承接紧邻的限制语(τὸ οὐ μήν),还是承接更前方的定义句(τὸ ὁ γὰρ λόγος τοῦ ἄκρου)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4031.tlg001.humanitext-grc1:244.4-244.35