- 底本
- Eustratius, In Analyticorum Posteriorum Librum Secundum Commentarium. Commentaria in Aristotelem Graeca XXI.1, ed. M. Hayduck, Berlin: Reimer 1907, pp. 1-270. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4031.tlg001.humanitext-grc1:23.1-24.23
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
厄斯特拉齐奥注解了亚里士多德通过归纳和第一格推论论证在全部四种探求中所寻求的都是中项(原因)的过程(90a5–90a12)。此外,他结合具体实例(天体、几何图形及其性质),分析了中项如何在自立的实体(“单纯地存在者”)与属性(“作为这一个或那一个而存在者”,包括依自体的属性与单纯的偶性)这两方面作为原因发挥作用。
" Συμβαίνει ἄρα ἐν ἁπάσαις ταῖς ζητήσεσι ζητεῖν." Συμπεραίνει τὰ εἰρημένα ὅτι καλῶς ἄρα ἡμῖν εἴρηται ὡς ἐν πᾶσιν τοῖς ζητήμασι τὸ μέσον ζητεῖται, καθὼς ἐκ τῆς ἐπαγωγῆς δῆλον γέγονεν· ἕκαστον γὰρ λαβόντες ζήτημα καὶ τούτου παράδειγμα θέμενοι ἔγνωμεν ὅτι τὸ μέσον ἐστὶν ἐν αὐτῷ τὸ ζητούμενον, ἢ εἰ ἔστι ἢ τί ἐστιν· ὡς συναιρεῖσθαι τοῦτον τὸν τρόπον εἰς δύο τὰ πάντα προβλήματα,1 εἴς τε τὸ εἰ ἔστι τὸ μέσον καὶ τί ἐστι τὸ μέσον, ἔπειτα τούτων εἰς δύο αὖθις διαιρεῖσθαι ἑκάτερον, εἴς τε τὸ ἁπλοῦν καὶ τὸ σύνθετον. ὡς εἶναι οὕτω προβαίνουσαν τὴν διαίρεσιν· πᾶν πρόβλημα ἢ εἰ ἔστι ζητεῖ ἢ τί ἐστι, καὶ τὸ εἰ ἔστιν ἢ τὸ ὅτι ἐστὶν ἢ εἰ ἔστιν ἁπλῶς. καὶ αὖθις τὸ τί ἐστιν ἢ τὸ διὰ τί ἐστι ἢ τὸ τί ἐστιν ἁπλῶς· καὶ ταῦτα γίνεται σαφῆ ἐκ τῶν εἰρημένων παραδειγμάτων· εἶτα ἐπάγει καὶ συλλογισμὸν εἰς δεῖξιν τοῦ αὐτοῦ, τῇ ἐπαγωγῇ μὴ ἀρκούμενος.
“因此,在所有的探求中,结果都是[我们]探求[中项是否存在或中项是什么]。” 他从前述论说中得出结论:我们先前所说的在一切探求中探求的都是中项,确实是正确的,正如通过归纳已经表明的那样。因为我们通过选取每一个探求并为之设立例证,认识到在其中被探求的正是中项,无论是“是否存在”还是“是什么”;结果一切问题都以此方式被归结为两类,即“中项是否存在”和“中项是什么”,随后这两者又各自被分为两类,即单纯的和复合的。于是划分如此展开:一切问题要么探求“是否存在”,要么探求“是什么”;而“是否存在”要么是“[在某物中]存在这一事实”,要么是“单纯地存在”;同样,“是什么”要么是“为何存在”,要么是“单纯地是什么”。这些事情从所述诸例中变得清楚明了;接着,他由于不满足于仅仅依靠归纳,又引入了推论来证明同一件事。
"Τὸ μὲν γὰρ αἴτιον τὸ μέσον." Τὸν συλλογισμὸν ὅπως ἐν πρώτῳ γίνεται σχήματι εἴπομεν, καὶ σαφὴς ἐξ ἐκείνων ὁ λόγος ἐστίν. ἀλλ’ οὐδὲ τὸ παράδειγμα πολλοῦ λόγου δεῖται, σαφὲς καὶ αὐτὸ ἤδη ὂν ἐκ τῶν προειρημένων. ἐν γὰρ τῷ ζητεῖν, φησίν, ἆρα ἐκλείπει τοῦτο ζητοῦμεν, ἆρα ἔστι τι αἴτιον τῆς ἐκλείψεως ἢ οὔ· ἐπίτηδες δὲ τὸ ἐκλείπειν χωρὶς ὑποκειμένου ἔλαβεν ὡς αὐτὸ τιθεὶς ὑποκείμενον, δυνατὸν ὄν, ὡς ἐρεῖ προϊών, καὶ ἐπὶ τῶν ἐν ἑτέροις ἐχόντων τὸ εἶναι τὰ τέσσαρα παραλαμβάνεσθαι προβλήματα. τίς δὲ ἡ αἰτία, δι’ ἣν ἐπὶ τῶν τοιούτων τὸν περὶ τῶν ζητημάτων γυμνάζει λόγον καὶ οὐκ ἐπὶ τῶν ὑφεστηκότων καθ’ ἑαυτά, εἰρήσεται μετ’ ὀλίγον.
“因为原因就是中项。” 这一推论如何在第一格中形成,我们已经讲过,从那些解释中,这一论证是显而易见的。然而连这个例子也不需要多费唇舌,其本身从前述内容中已属明了。因为他指出,在探求“是否亏蚀”时,我们探求的是:“是否存在亏蚀的某种原因,抑或不存在”。他特意在没有基体的情况下取了“亏蚀”,仿佛将它本身设定为基体,因为正如他在后文中将要说的,在那些在它物中具有其存在的事物上,同样可以运用这四种问题。至于他为何在这类事物上、而不是在依自体自立的事物上演练关于这些探求的论述,其原因将在不久之后说明。
"Τὸ γὰρ αἴτιον τοῦ εἶναι μὴ τοδὶ ἢ τοδί." Καθόλου γάρ, φησί, τὸ αἴτιον τοῦ εἶναι τὸ μέσον ἐστίν, εἴτε ἐπὶ τῶν καθ’ ἑαυτὰ ὑφεστώτων ἐρεῖ τις εἴτε ἐπὶ τῶν ἐν ἑτέροις ἐχόντων τὸ εἶναι. ἐπεὶ οὖν τὰ μὲν καθ’ ἑαυτὰ ὑφεστῶτα ἤτοι αἱ οὐσίαι ἁπλῶς ὄντα ἔστι, τὰ δ’ ἐν αὐτοῖς ἔχοντα τὸ εἶναι πῇ ὄντα ὥς τι ὄντα τῶν οὐσιῶν ἕκαστον αὐτῶν, διὰ τοῦτο τὰ μὲν ἐν ἑτέρῳ ἔχοντα τὸ εἶναι τοδὶ ἢ τοδὶ ὠνόμασε, τὰ δὲ ὑποκείμενα ἁπλῶς. τὸ τοίνυν αἴτιον, φησί, τοῦ εἶναι ἤ τι τῶν μὴ ἐν ἑτέροις ἐχόντων τὸ εἶναι, ἀλλὰ τῶν ἁπλῶς ὄντων, ταὐτὸν δὲ εἰπεῖν τῶν οὐσιῶν, ἢ καὶ τῶν μὴ ἁπλῶς ὄντων, ἀλλά τι τῶν ἐν ἑτέροις, τὸ αἴτιον, φησί, τοῦ εἶναι ἢ ἐκείνων τι ἢ τούτων τὸ μέσον ἐστί·2 λέγει δὲ ταῦτα τὸ ῥηθὲν εἰσέτι ἐπιβεβαιούμενος, ὅτι πανταχοῦ τὸ αἴτιόν ἐστι τὸ μέσον. ἐπεὶ δὲ τῶν ἐν ἑτέρῳ ὄντων τὰ μὲν καθ’ αὑτὸ συμβέβηκεν, ὡς τὸ περιττὸν ἐν ἀριθμῷ καὶ ἄρτιον, τὰ δὲ ἁπλῶς συμβέβηκεν ὡς τὸ λευκὸν καὶ τὸ βαδίζειν, τούτου ἕνεκεν καὶ ταῦτα διέστειλεν, ἐπὶ πάντων τὸ τοιοῦτον κρατεῖν διισχυριζόμενος, λέγω δὴ τὸ εἶναι τὸ αἴτιον τὸ μέσον. σαφηνίζων δὲ τὸ τοιοῦτον ἐπάγει " Λέγω δὲ τὸ μὲν ἁπλῶς τὸ ὑποκείμενον, οἷον σελήνην ἢ γῆν ἢ ἥλιον." Διὰ παραδειγμάτων τὸ εἰρημένον διασαφεῖ, σελήνην μὲν καὶ γῆν καὶ ἥλιον καὶ τρίγωνον ὑποκείμενα λαμβάνων καὶ καθ’ ἑαυτὰ θεωρούμενα, εἴ γε οὐσία δοκεῖ τὸ τρίγωνον μαθηματική (εἰς τρία γὰρ τὰ ὄντα διῄρηνται, εἰς αἰσθητά, νοητά, διανοητά, ὧν διανοητῶν ἐστι καὶ τὸ τρίγωνον· εἰ γὰρ καὶ φανταστόν, ἀλλὰ διανοητῶς τὰ περὶ αὐτοῦ ἐξεταζόμενα τεθεώρηται), ἔκλειψιν δὲ καὶ ἰσότητα καὶ ἀνισότητα καὶ τὸ ἐν μέσῳ εἶναι ἢ μή, ὡς ἐν ἐκείνοις τὸ εἶναι ἔχοντα. καὶ ἔστιν ἡ μὲν ἔκλειψις σύμπτωμά τι ἴσως ἐν ἡλίῳ ἢ σελήνῃ γινόμενον καὶ διὰ τοῦτο τοῖς συμβεβηκόσιν ἁπλῶς συνταττόμενον, ἰσότης δὲ τῶν δύο ὀρθῶν ἐν τριγώνῳ τῶν καθ’ αὑτὸ οὖσα, ὡς καὶ τὸ ἔχειν τὰς δύο πλευρὰς ἀνίσους τῇ μιᾷ πανταχόθεν μεταλαμβανομένας·3 τὸ γὰρ μεῖζον ἄνισον τῷ οὗ ἐστι μεῖζον. ὁμοίως δὲ καθ’ αὑτὸ τῇ γῇ τὸ ἐν μέσῳ εἶναι τοῦ παντός, καθὰ εἴρηται. εἰπὼν δὲ τόδε τι ἀντέθηκε μὲν τοῦτο πρὸς τὸ ἁπλῶς, ἐνέφηνε δὲ τὰ μὴ καθ’ αὑτὰ τὴν ὑπόστασιν ἔχοντα.
“因为,那并非作为这一个或那一个存在[而是单纯地存在……]的原因。” 因为他指出,普遍而言,存在的原因就是中项,无论人们谈论的是依自体自立的事物,还是在它物中具有其存在的事物。因此,既然依自体自立的事物(即实体)是单纯的存在,而在它们之中具有其存在的事物则是由于它们各自作为实体的某物而在某种程度上存在,正因如此,他将那些在它物中具有其存在的事物称为“这一个或那一个”,而将作为基体的事物称为“单纯地”。因此,他指出,存在的原因——无论是指那些不在它物中具有其存在、而是单纯地存在的事物(换言之,即实体)之一,还是指那些非单纯地存在、而是在它物之中的某种事物——他指出,使得前者之一或后者之一存在的原因,正是中项。他讲这些话,是为了进一步确证前面所说的原则:在任何情况下,原因都是中项。既然在它物之中的事物里,有些是依自体的附属性质(如数中的奇与偶),另一些则是单纯的偶性(如白色和行走),因此他也对这些作了区分,坚称这一原则在一切事物上都成立,我指的是:原因就是中项。 为了阐明这一点,他接着说道: “我所说的‘单纯地’是指基体,例如月亮、地球或太阳。” 他通过诸例说明了前述之意,将月亮、地球、太阳和三角形作为基体且依自体被考查的事物来选取——如果三角形确实被看作一种数学实体的话(因为存在物被划分为三类:可感物、可知理智物、思推物,而三角形属于思推物;因为纵然它也是想象的客体,但关于它所探讨的问题乃是通过思推而被考查的);至于亏蚀、相等、不相等、以及居于中心与否,他则将它们作为在那些基体中具有其存在的事物来选取。而且,亏蚀或许是发生在太阳或月亮上的某种偶发事件,因此被列入单纯的偶性;然而在三角形中等于两直角则属于依自体的属性,在任意方向上取两边之和都与剩余的一边不相等也是如此(因为较大者与其所大于的另一方是不相等的)。同样,正如已经指出的,居于宇宙的中心对于地球而言也是依自体的。他说“这一个”,是将此与“单纯地”相对立,并指明了那些不具有依自体自立之存在的事物。
- 1.21ὡς συναιρεῖσθαι τοῦτον τὸν τρόπον εἰς δύο τὰ πάντα προβλήματα
连词 ὡς 带有表示结果的不定式 συναιρεῖσθαι。它表示前面“认识到所探求的正是中项”这一前提所导致的逻辑推论,即所有的问题都被归纳进二分法之中。
- 1.23τὸ τοίνυν αἴτιον, φησί, τοῦ εἶναι ἤ τι τῶν μὴ ἐν ἑτέροις ἐχόντων τὸ εἶναι, ἀλλὰ τῶν ἁπλῶς ὄντων, ταὐτὸν δὲ εἰπεῖν τῶν οὐσιῶν, ἢ καὶ τῶν μὴ ἁπλῶς ὄντων, ἀλλά τι τῶν ἐν ἑτέροις, τὸ αἴτιον, φησί, τοῦ εἶναι ἢ ἐκείνων τι ἢ τούτων τὸ μέσον ἐστί
句首的主语部分 τὸ τοίνυν αἴτιον ... τοῦ εἶναι 由于被长篇的选择性短语(ἤ τι τῶν μὴ ἐν ἑτέροις ... ἢ καὶ τῶν μὴ ἁπλῶς ὄντων ...)所隔开,作者在引出谓语 τὸ μέσον ἐστί 之前,通过照应性重复(τὸ αἴτιον, φησί, τοῦ εἶναι ἢ ἐκείνων τι ἢ τούτων)再次唤起主语。
- 1.24ὡς καὶ τὸ ἔχειν τὰς δύο πλευρὰς ἀνίσους τῇ μιᾷ πανταχόθεν μεταλαμβανομένας
此句表达几何学定理(三角形任意两边之和大于第三边)。τὰς δύο πλευρὰς 为不定式 ἔχειν 的宾语,ἀνίσους 是宾语补足语(谓语性宾格),τῇ μιᾷ 则是受形容词 ἄνισος 支配的与格。分词 μεταλαμβανομένας(与 πανταχόθεν 连用)表明无论如何选取两边的组合,这一性质均成立。
