- 底本
- Eustratius, In Analyticorum Posteriorum Librum Secundum Commentarium. Commentaria in Aristotelem Graeca XXI.1, ed. M. Hayduck, Berlin: Reimer 1907, pp. 1-270. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4031.tlg001.humanitext-grc1:239.29-241.5
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
厄斯特拉提奥斯阐明科学论证中的问题与原因必然是全称的并与结果相等换位(98b32–36),通过落叶与水分凝结的例子确证前一种解答是正确的,进而引入亚里士多德关于在严格论证中同一结果是否可能有不同原因与中项的探究(99a1)。
" Ἢ εἰ ἀεὶ καθόλου τὸ πρόβλημά ἐστιν." Οὐ κατ’ ἐπιστήμην, φησίν, ἡ δευτέρα ἀπάντησις· καθόλου γὰρ ἀεὶ τὸ ἀποδεικτόν ἐστι πρόβλημα, καὶ οὐ ποτὲ μὲν κατὰ τοῦδε ποτὲ δὲ κατὰ τοῦδε τῶν ὑπ’ αὐτὸ ἐν τοῖς κατὰ τὰς ἐπιστήμας προβλήμασι τὸ μεῖζον ἄκρον παραλαμβάνεται, ἀλλὰ κατὰ πάντων ἁπλῶς. οἷον εἰ τὸ φυλλορροεῖν εἴη τὸ μεῖζον, οὐ ποτὲ μὲν κατὰ τοῦδε τῶν φυλλορροεῖν πεφυκότων δένδρων, ποτὲ δὲ κατὰ τοῦδε παραλαμβάνεται, ἀλλ’ ἁπλῶς κατὰ παντὸς τοῦ τοιοῦδε δένδρου. κἂν εἴδη δὲ ᾖ τοῦ τοιοῦδε δένδρου διάφορα, καὶ κατὰ τούτων καθόλου λαμβάνεται,1 ἢ καθὸ δένδρον, εἰ ἐπὶ πάντων δένδρων ὑπάρχει, ἢ καθὸ τοιάδε δένδρα, εἰ μὴ ἐπὶ πάντων ἀλλ’ ἐπὶ τῶν τοιῶνδε, οἷον τῶν πλατυφύλλων· ὥστε καὶ τὸ αἴτιον οὐκ ἐν μέρει ληφθήσεται, ἀλλὰ καθόλου καὶ ὡς πᾶσιν ἁρμόσει καθ’ ὧν τὸ μεῖζον καὶ αἰτιατὸν διὰ μέσου αὐτοῦ περαίνεται. ἴσον ἄρα ἔσται τὸ μέσον καὶ αἴτιον τῷ αἰτιατῷ τε καὶ μείζονι, ὡς ἀντιστρέφειν πρὸς αὐτό· ἄλλως γὰρ οὐχ ὑπάρξει πᾶσι τοῖς ὑπ’ αὐτὸ οὐδ’ ἔσται καθόλου οὐδ’ ἐπιστημονικῶς αἴτιον.
“或者如果问题总是全称的。” 他说,第二种回答并不合乎科学;因为可论证的问题总是全称的,而且在合乎科学的问题中,大项并不是有时就其属下的这一个、有时就其属下的那一个被选取,而是无条件地就全部被选取。例如,如果落叶是大项,它就不是有时就生来落叶的树木中的这一个、有时就那一个被选取,而是无条件地就所有这类树木被选取。即使这类树木有不同的种,它也是就这些种全称地被选取的,或者就其为树木而言——如果它从属于所有树木——或者就其为此类树木而言——如果它不是从属于所有树木,而是从属于此类树木,例如阔叶树;从而原因亦不会被部分地选取,而是全称地、并且以适合于通过该中项得出大项即结果所涉及的一切事物的方式被选取。因此,中项即原因将与结果即大项相等,从而与它换位;因为否则它就不会从属于其属下的一切事物,也不会是全称的或合乎科学的原因。
"Οἷον διὰ τί τὰ δένδρα φυλλορροεῖ." Παράδειγμα τίθησιν τοῦ ἐξισάζειν καὶ ἀντιστρέφειν πρὸς ἄλληλα τὸ αἰτιατὸν καὶ τὸ αἴτιον· εἰ γὰρ τοῦ φυλλορροεῖν2 τὰ δένδρα, φησίν, αἰτία ἀποδίδοται ἡ πῆξις τοῦ ἐν αὐτοῖς ὑγροῦ, ἀναγκαῖόν ἐστιν ὑπάρχοντος θατέρου ὑπάρχειν καὶ θάτερον, καὶ θατέρου θάτερον, τοῦ φυλλορροεῖν δένδρον τὴν πῆξιν καὶ τῆς πήξεως τὸ φυλλορροεῖν. τὸ δὲ μὴ ὁτῳοῦν ἀλλὰ δένδρῳ εἴρηκε διὰ τὴν ἀκρίβειαν· οὐ γὰρ τῷ τυχόντι ὑπαρχούσης πήξεως τὸ φυλλορροεῖν ὑπάρχει, ἀλλὰ τῷ δένδρῳ, καὶ τούτῳ οὐ τῷ τυχόντι, ὥσπερ καὶ μὴ ὑπάρχοντος θατέρου ὁτῳοῦν, οὐδὲ θάτερον. καὶ τῶν δένδρων γὰρ οἷς οὐχ ὑπάρχει πῆξις τοῦ ὑγροῦ, οὐδὲ τὸ φυλλορροεῖν, καὶ οἷς οὐχὶ τὸ φυλλορροεῖν, οὐδὲ πῆξις. ἐλαίᾳ γὰρ καὶ δάφνῃ καὶ τοῖς τοιούτοις ἐπεὶ μὴ θάτερον, οὐδὲ θάτερον, καὶ ἀνάπαλιν· τὸ γὰρ ἐν τούτοις ὑγρὸν ἐπεὶ διὰ τὸ λιπῶδες εἶναι οὐ τελέως πήγνυται, οὐδὲ φυλλορροοῦσι, καὶ ἐπεὶ μὴ τοῦτο, οὐδ’ ἐκεῖνο· πλὴν ἐκεῖνο μὲν ὡς ἡγούμενον τε καὶ αἴτιον, τοῦτο δὲ ὡς αἰτιατὸν καὶ ἑπόμενον. καὶ ἀπ’ ἐκείνου μὲν ὁ λόγος ἀπόδειξις, ἀπὸ δὲ τούτου τεκμηριώδης συλλογισμὸς καὶ οὐ πρώτως ἀλλὰ δευτέρως ἀπόδειξις. καλῶς ἄρα ἔχει ἡ προτέρα ἀπάντησις.
“例如,树木为何落叶。” 他举例说明结果与原因彼此相等并相互换位;他说,因为如果将树木中水分的凝结作为树木落叶的原因给出,那么必然是一方存在时另一方亦存在,且另一方存在时这一方亦存在,即对于落叶的树木凝结存在,而对于凝结落叶存在。而他说并非对随便什么事物、而是对树木而言,则是出于严密;因为并不是凝结从属于任何偶然的事物落叶就从属于它,而是从属于树木,并且对此树木而言亦非任何偶然的树木,正如一方不从属于任何事物时,另一方亦不从属一样。因为在树木中,凡水分凝结不从属的,落叶亦不从属,凡落叶不从属的,凝结亦不从属。因为对于橄榄树、月桂树及此类植物,既然一方不从属,另一方亦不从属,反之亦然;因为这些植物中的水分由于具有油性而不完全凝结,所以它们亦不落叶,并且既然此者不发生,彼者亦不发生;不过彼者是前导者且是原因,而此者是结果且是后随者。由彼者出发的言述是论证,而由此者出发的则是根据征兆的推论,且不是在第一义上、而是在第二义上的论证。因此,前一种回答是恰当的。
"Πότερον δὲ ἐνδέχεται μὴ τὸ αὐτό." Ἐπειδὴ ἐναργῶς ἐν τοῖς πράγμασι φαίνεται, καθὰ πρότερον εἴρηται, τὸ αὐτὸ διὰ μέσου ἄλλου καὶ ἄλλου κατὰ ἄλλου συναγόμενον, αὐτὸ τοῦτο νῦν ζητεῖ εἰ ἐνδέχεται ἐν ταῖς ἐπιστήμαις γίνεσθαι, τουτέστι κατὰ τὸν ἀκριβῆ λόγον προβαίνει τῆς ἀποδείξεως τὸ τοιοῦτον.3 πότερον οὖν, φησίν, ἐνδέχεται μὴ τὸ αὐτὸ ἀλλὰ καὶ ἄλλο μέσον αἴτιον εἶναι τοῦ αὐτοῦ αἰτιατοῦ τε καὶ μείζονος τοῖς ὑπὸ τὸ μεῖζον πᾶσιν, ἀλλ’ ἕτερον μὲν τούτῳ, ἕτερον δ’ ἑτέρῳ, ὡς ἐπὶ τοῦ ζῴου ἐλέγετο πῇ μὲν διὰ μέσου τοῦ λογικοῦ κατὰ τοῦ ἀνθρώπου περαινομένου, πῇ δὲ διὰ μέσου τοῦ ἀλόγου κατὰ τοῦ ἵππου ἢ κυνὸς ἤ τινος ἄλλου τῶν τοιούτων, ἢ οὔ; ὅτι μὲν οὖν τοῦτο ἐνδέχεται γίνεσθαι κατὰ τὸν ἁπλῶς συλλογισμόν, εἴρηται καὶ ἀληθές ἐστιν· ὅτι δὲ οὐκ ἔστι κατὰ τὸν ἀκριβῆ λόγον τῆς ἀποδείξεως, δείκνυσι νῦν.
“是否可能并非同一个。” 既然在事态中显见如前所说同一事物通过不同的中项就不同的事物被推论出来,他现在探讨的正是这一点:在诸科学中这是否可能发生,也就是说,如此这般的事情是否依循论证的严密理路进行。那么,他说,对于大项属下的一切事物而言,是否可能并非同一个中项而是不同的中项作为同一结果即大项的原因,对于这一个事物是此中项,而对于另一个事物是彼中项——正如在动物的例子中所说的,有时通过理性的这一中项就人得出结论,有时通过非理性的这一中项就马或狗或任何其他此类事物得出结论——还是并非如此?因此,这依循单义的推论能够发生,这一点已经述及且是真实的;但依循论证的严密理路却并非如此,他现在便要表明这一点。
- 1.326κἂν εἴδη δὲ ᾖ τοῦ τοιοῦδε δένδρου διάφορα, καὶ κατὰ τούτων καθόλου λαμβάνεται
在由 κἂν(καὶ ἐάν)引导的让步条件从句后,主句开头的 καί 起着呼应与强调的作用(“即使……对于这些亦……”)。主动词 λαμβάνεται 的省略主语是前文所提的 τὸ μεῖζον ἄκρον(大项)。
- 1.327καὶ θατέρου θάτερον, τοῦ φυλλορροεῖν δένδρον τὴν πῆξιν καὶ τῆς πήξεως τὸ φυλλορροεῖν
紧承前述结构 ὑπάρχοντος θατέρου ὑπάρχειν καὶ θάτερον(一方存在时另一方亦存在),καὶ θατέρου θάτερον 省略了分词与不定词([ὑπάρχοντος] θατέρου [ὑπάρχειν] θάτερον)构成平行。其后的 τοῦ φυλλορροεῖν δένδρον τὴν πῆξιν 等句作为同格说明,以属格短语作条件、宾格作归结,具体指示相互依存的关系。
- 1.328τουτέστι κατὰ τὸν ἀκριβῆ λόγον προβαίνει τῆς ἀποδείξεως τὸ τοιοῦτον
由 τουτέστι(即)引导的分句是对紧接在前的间接疑问从句 εἰ ἐνδέχεται ἐν ταῖς ἐπιστήμαις γίνεσθαι 的同义转述。主要动词是 προβαίνει,后置的 τὸ τοιοῦτον 作其主语,τῆς ἀποδείξεως 则是从属于 κατὰ τὸν ἀκριβῆ λόγον 的定语属格。
