- 底本
- Eustratius, In Analyticorum Posteriorum Librum Secundum Commentarium. Commentaria in Aristotelem Graeca XXI.1, ed. M. Hayduck, Berlin: Reimer 1907, pp. 1-270. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4031.tlg001.humanitext-grc1:241.6-242.20
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
厄斯特拉齐奥解释说,在严密的论证中,作为大项定义的中项必然是唯一的,不可能通过不同的中项就不同的细项论证同一个大项,尽管在依据标志或偶性的推论中可以发生这种情况;同时他考察了原因与结果的关系构成论证性问题的条件。
" Ἢ εἰ μὲν καθ’ αὑτὸ ἀποδέδεικται." Ἀποκρίνεται πρὸς τὴν πεῦσιν ὡς εἰ μὲν κατὰ τὸν ἀκριβῆ λόγον προβέβηκεν ἡ ἀπόδειξις, ἀλλ’ οὐ τεκμηριώδης τις συλλογισμὸς γέγονεν ἐκ τῶν ὑστέρων δεικνύων τὸ πρότερον, ἢ συμβεβηκός τι μέσον παρείληπται, οὐχ οἷόν τε τοῦτο γενέσθαι, ἵνα πολλοί τε ὦσι μέσοι1 καὶ πολλὰ συμπεράσματα συνάγωνται κατὰ διαφόρων ἐλαττόνων περαινομένου τοῦ μείζονος, ἀλλ’ εἷς τε ἐξ ἀνάγκης ὁ μέσος καὶ εἷς ὁ ἐλάττων ὥσπερ ὁ μείζων, καὶ ἓν ἀεὶ τὸ συναγόμενον συμπέρασμα. τούτου δὲ αἴτιον ὅτι τὸ μέσον λόγος ἐστὶ τοῦ ἄκρου, ὁ δὲ λόγος ἑκάστου εἷς ἐστι καὶ ὁ αὐτός. εἰ δὲ μὴ καθ’ αὑτὸ ἡ ἀπόδειξις γέγονεν, ἀλλὰ κατὰ σημεῖον ἢ συμβεβηκός, ἐνδέχεται καὶ διαφόρους μέσους λαβεῖν καὶ διαφόρους ἐλάττονας, κἀντεῦθεν συναγαγεῖν καὶ διάφορα συμπεράσματα. κατὰ σημεῖον μέν, εἴ τις πῦρ ὑπάρξαι τεκμήραιτο, ὅτι τέφρα, ἢ ὑπάρχειν, ὅτι καπνός. τά τε γὰρ μέσα διάφορα, τέφρα τε καὶ καπνός, καὶ τὸ συναγόμενον διαφόρως συνάγεται· τὸ μὲν γὰρ ὑπάρξαι τὸ δ’ ὑπάρχειν. κατὰ συμβεβηκὸς δὲ ὡς εἰ διὰ μὲν τοῦ πλατυωνύχου κατὰ τοῦ ἀνθρώπου τὸ ζῷον, διὰ δὲ τοῦ μονωνύχου κατὰ τοῦ ἵππου συνάξομεν, ἢ διὰ τοῦ γελαστικοῦ κατὰ τοῦ ἀνθρώπου, διὰ δὲ τοῦ χρεμετιστικοῦ κατὰ τοῦ ἵππου. ἀλλὰ πῶς διὰ τοῦ λογικοῦ καὶ ἀλόγου κατὰ διαφόρων τὸ ζῷον συνάγεται; ἢ οὐδὲ ταῦτα οὐσία τῷ ζῴῳ ἁπλῶς, ἀλλὰ τοῖς ὑπ’ αὐτὰ ἐν τοῖς λόγοις αὐτῶν λαμβανόμενα· τῷ δ’ ἁπλῶς ζῴῳ τὸ λογικὸν ζῷον εἴ καθ’ αὑτό τις ἐρεῖ, ἀλλ’ οὐ κατὰ τὸν πρῶτον τρόπον τοῦ καθ’ αὑτό, ἀλλὰ κατὰ τὸν δεύτερον ὡς γρυπότης καὶ σιμότης ἐν ῥινὶ2 καὶ ὡς ἐν ἀριθμῷ τὸ περιττὸν καὶ τὸ ἄρτιον· ὡς ἐνδέχεσθαι τῷ ζῴῳ τούτων ἑκάτερον καὶ ὑπάρχειν καὶ μὴ ὑπάρχειν, ὃ περὶ τοῦ συμβεβηκότος λεγόμενον ἀποδέδοται. ὥστ’ οὐδ’ ἀπόδειξις, ἐν ᾗ μέσον τοιοῦτον παραλαμβάνεται.
“或者如果它是依自身被论证的。” 他回答这一质问说,如果论证是依循严密的理路进行的,且并非某种由后起之事表明先行之事的根据征兆的推论,亦非选取了某种偶性作为中项,那么这件事情便不可能发生——即中项有多个,且当大项就不同的细项得出结论时推导出了多个结论;相反,中项必然是一个,且细项如同大项一样也是一个,推导出的结论亦始终是一个。而其原因在于中项是大项的定义,而每一事物的定义是一且相同的。但如果论证并非依自身发生,而是依据标志或偶性发生,那么便可能选取不同的中项和不同的细项,并由此亦推导出不同的结论。依据标志而言,例如有人因有灰烬而推测曾有火,或因有烟而推测现有火。因为灰烬与烟这两者作为中项是不同的,而推导出的内容也是以不同方式被推导出的;因为一者是曾存在,另一者是现存在。依据偶性而言,正如我们若通过具有平指甲就人推导出动物,而通过单蹄就马推导出[动物],或者通过能笑就人、通过能嘶鸣就马[推导出动物]那样。但是,动物如何能通过理性的与非理性的就不同事物被推导出来呢?难道这两者对于单纯的动物亦非实体,而是对于其属下之物在它们各自的定义中被选取的吗?即使有人称理性的动物对于单纯的动物是依自身而言的,这亦非按照依自身的第一种方式,而是按照第二种方式,正如鹰钩鼻与塌鼻在鼻子中,以及奇数与偶数在数中那样;以至于这两者中的每一者对于动物都可能既从属又不从属,这正是就偶性而言所被规定的。因此,选取此类中项的甚至根本不是论证。
"Ἔστι δὲ καὶ οὗ αἴτιον καὶ ᾧ σκοπεῖν.3" Εἰ καὶ ἐπὶ τῶν ἀποδεικτικῶν, φησί, προβλημάτων καθ’ αὑτό τε ὁ μείζων τῷ ἐλάττονι ὑπάρχει καὶ ὁ μέσος λόγος τοῦ μείζονος, ἀλλ’ ἔστι τινὰ προβλήματα, ἐν οἷς ἔστι κατανοεῖν καὶ τὸ οὗ αἴτιον τὸ μέσον, τουτέστι τὸ μεῖζον ἄκρον, καὶ τὸ ᾧ αἴτιον τὸ μέσον ἐστὶ τοῦ μείζονος, τουτέστι τὸ ἔλαττον, κατὰ συμβεβηκὸς ἀλλήλοις συνόντα· ἀλλ’ οὐ δοκεῖ τὰ τοιαῦτα προβλήματα εἶναι. εἰ δὲ μὴ οὐ δοκεῖ, ταὐτὸν δὲ εἰπεῖν εἰ δὲ δοκεῖ, ὁμοίως ἕξει καὶ ὁ μέσος ὡς ἔχει ὁ μείζων πρὸς τὸν ἐλάττονα· εἰ μὲν ὡς γένος ὢν τοῦ ἐλάττονος οὕτως οὐκ ἔστι καθ’ αὑτό, καὶ ὁ μέσος ὡς γένος ἔσται, εἰ δ’ ὡς ὁμώνυμος φωνή, καὶ ὁ μέσος ὡσαύτως. ἀλλὰ ῥητέον ἔτι σαφέστερον· ὅταν ἐρωτωμένου τοῦ διὰ τί μὴ τὸ κυρίως αἴτιον ἀποδοίη τις, ἀλλά τι τῶν κατὰ συμβεβηκός, οὐ δοκεῖ τὰ τοιαῦτα προβλήματα εἶναι ἀποδεικτά· τότε γὰρ ἀποδεικτὸν τὸ πρόβλημα γίνεται, ὅταν ὁ λόγος τοῦ μείζονος μέσος παραλαμβάνηται. κατὰ συμβεβηκὸς δὲ τὰ τοιαῦτα λέγει, ὡς μὴ καθ’ αὑτὸ τῆς αἰτίας ἀποδιδομένης, οἷον εἴ τις φαίη διὰ τί ἡ σελήνη ἐκλείπει; ὅτι ἄσκιος ἐν πανσελήνῳ ἐστί. τοῦτο γὰρ οὐ λόγος τοῦ ἐκλείπειν ἐστίν, ἀλλά τι συμβεβηκός, οὐδὲ αἴτιον ἀλλὰ σημεῖόν τι καὶ παρακολούθημα. ἢ ὅτι διὰ τί ἡ πλάτανος φυλλορροεῖ; ὅτι λευκή ἐστιν. οὐ γὰρ τὸ λευκὸν λόγος ἐστὶ τοῦ φυλλορροεῖν οὐδέ τι τῶν τοιούτων οὐδέν. εἰ δὲ καὶ δόξει, φησί, τὰ τοιαῦτα εἶναι προβλήματα, ὁμοίως ἕξει τὸ μέσον τοῖς ἄκροις· εἰ μὲν ὁμώνυμα, τουτέστι καθ’ ὁμωνυμίαν ἀλλήλοις συνόντα, ὁμώνυμον καὶ τὸ μέσον· εἰ δ’ ὡς γένη, τουτέστι κατὰ γενικὴν σχέσιν κοινωνοῦντα, γένος ἔσται καὶ τὸ μέσον τοῦ ἐλάττονος. οὐ γὰρ ἔσται πάντως ἄμφω γένη πρὸς ἄλληλα τὸ μεῖζον καὶ τοὔλαττον. τοῦτο δὲ λέγει ὡς πρὸς τὸ εἰρημένον τὸν λόγον ἀποτεινόμενος, ἐν ᾧ ἔλεγε διαφόρους εἶναι μέσους ἄλλῳ καὶ ἄλλῳ ἐλάττονι τὸν αὐτὸν συνάγοντας μείζονα.
“考察它是何物的原因以及它对于何物是原因,这也是可能的。” 他说,即使在论证性的问题中,大项亦是依自身从属于细项,且中项是大项的定义,但在某些问题中,人们亦可察知中项为何物的原因(即大项)以及中项对何物而言是大项的原因(即细项)乃是依偶性彼此共存的;然而此类问题并不被认为是[论证性问题]。但若非不被认为如此——也就是若被认为如此——那么中项的状况亦将与大项对细项的状况相同;如果一方面它因作为细项的属而不以此方式依自身存在,中项亦将作为属存在;但如果是作为同名异义的语词,中项亦同样如此。然而这必须说得更加明白:每当被问及“为何”时,若有人给出的并非本义上的原因,而是偶性中的某物,此类问题便不被认为是可论证的;因为只有当中项选取了大项的定义时,该问题才成为可论证的。而他称此类事物为偶性的,是因为原因并未依自身给出,例如若有人问:“月亮为何发生月食?”答曰:“因为在满月时没有影子。”因为这并非发生月食的定义,而是某种偶性,亦非原因,而是某种标志和附随现象。或者问:“悬铃木为何落叶?”答曰:“因为它是白色的。”因为白色并非落叶的定义,此类事物亦绝非如此。但是他说,如果此类事物亦被认为是问题,那么中项对于两端项将具有相似的关系:如果它们是同名异义的,即依同名异义性彼此共存,中项亦是同名异义的;如果是作为属,即依属的关系共享,中项亦将是细项的属。因为大项与细项绝不会彼此全都是属。而他说这话,是针对先前所言之事而发的,在彼处他说过有不同的中项就不同的细项推导出同一个大项。
- 1.329οὐχ οἷόν τε τοῦτο γενέσθαι, ἵνα πολλοί τε ὦσι μέσοι
接在 οὐχ οἷόν τε τοῦτο γενέσθαι 之后的 ἵνα 从句在后古典希腊语中并非表目的,而是作为解释 τοῦτο 的同位语内容从句。
- 1.329κατὰ τὸν δεύτερον ὡς γρυπότης καὶ σιμότης ἐν ῥινὶ
κατὰ τὸν δεύτερον 之后省略了 τρόπον τοῦ καθ’ αὑτό。此处指依自身的第二种方式(即主词包含在属性的定义中),用以解释为何该谓词看似具有偶性特征。
- 1.330Ἔστι δὲ καὶ οὗ αἴτιον καὶ ᾧ σκοπεῖν
关系代词属格 οὗ 与与格 ᾧ 各自包含先行词,并省略了主语 τὸ μέσον(“中项是何物的原因,以及中项对何物而言是原因”)。厄斯特拉齐奥自己在后文中明确将其分别释为大项与细项。
