- 底本
- Eustratius, In Analyticorum Posteriorum Librum Secundum Commentarium. Commentaria in Aristotelem Graeca XXI.1, ed. M. Hayduck, Berlin: Reimer 1907, pp. 1-270. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4031.tlg001.humanitext-grc1:238.16-239.28
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
厄斯特拉提乌解答了原因与结果相互证明的疑难,区分了通过原因的严格论证(认识事物本身的原由)与通过结果的征兆性推论(仅认识确然事实)。他还阐明了一个谓词在不同种中可具有多个原因(中项),使得原因必然蕴涵结果,而结果仅析取地蕴涵某一具体原因。
" Εἰ οὖν ἡ μὲν διὰ τοῦ αἰτίου ἀπόδειξις τοῦ διὰ τί." Τοῦτο λύσις ἐστὶ τοῦ ἠπορημένου. εἰ μὲν γὰρ μὴ ἀπέδει κατὰ μέτρα τινὰ ἀποδείξεως ἡ ἑτέρα τῆς ἑτέρας ἀπόδειξις, τότ’ ἂν ἦν ἄτοπον ὡς ὁμοίως ὄντων ἀμφοῖν αἰτίων ἀλλήλων καὶ πρώτων καὶ ὑστέρων· ἐπεὶ δ’ ἡ μὲν διὰ τοῦ αἰτίου κατὰ πρῶτα μέτρα καὶ κυρίως ἀπόδειξις, ἡ δὲ διὰ τοῦ αἰτιατοῦ κατὰ δεύτερα, κἀκείνη μὲν τοῦ διὰ τί, ἡ δὲ τοῦ ὅτι, κἀκεῖ μὲν τὸ αἴτιον οὐ τοῦ συμπεράσματος μόνον,1 ἀλλὰ δὴ καὶ τοῦ πράγματος, ἐνταῦθα δὲ μόνου τοῦ συμπεράσματος, ἄτοπον οὐδέν. οὐδὲ γὰρ διότι τὸ ἐκλείπειν, διὰ τοῦτο ἐν μέσῳ, ἀλλ’ ὡς οὐκ ἂν ἐκλειπούσης, εἰ μὴ ἐν μέσῳ, διὰ τοῦτο διὰ τοῦ ἐκλείπειν τὸ ἐν μέσῳ εἶναι περαίνεται. κἀκεῖνο μὲν ἀπόδειξις κυρίως, ὅτι διὰ τοῦ αἰτίου, τοῦτο δὲ οὐ κυρίως, ἀλλ’ ἢ τεκμηριώδης συλλογισμός. ὥστε ὁ διὰ τοῦ αἰτιατοῦ γινώσκων τὸ αἴτιον οὐ διότι οἶδεν, ὅτι οὐ δι’ αἰτίου οἶδεν, ἀλλ’ ὅτι μόνον διὰ τοῦ ὑστέρου τὸ πρότερον τεκμαιρόμενος.
“因此,如果通过原因的论证是关于‘为何如此’的。” 这是对所提出疑难的解答。因为如果一种论证并非在论证的某些尺度上逊色于另一种论证,那么当时就会是荒谬的,理由是二者同样互为原因且同为在先和在后者。但既然通过原因的论证是依据第一尺度且在严格意义上的论证,而通过结果的论证则是依据第二尺度的,且前者是关于‘为何如此’的,而后者是关于‘确然如此’的,并且在前者中,原因不仅是结论的原因,更是事物本身的原因,而在此处它仅仅是结论的原因,所以没有任何荒谬。因为并不是由于发生月食,地球才因此处于中间,而是由于若非处于中间月亮就不会发生食,正因此才通过发生月食而推论出地球处于中间。那一种由于是通过原因而是严格意义上的论证,而这一种并非严格意义上的,而无非是根据征兆的推论。因此,通过结果认识原因的人并不是认识‘为何如此’——因为他并不是通过原因来认识的——而是仅仅认识‘确然如此’,即通过在后者推知在先者。
"Ὅτι δ’ οὐ τὸ ἐκλείπειν αἴτιον." Ὅτι, φησίν, οὐκ ἔστι τὸ ἐκλείπειν αἴτιον τοῦ ἐν μέσῳ, ἀλλὰ τοῦτο ἐκείνου, δῆλόν ἐστιν ἐκ τοῦ τὸ μὲν ἐν μέσῳ εἶναι ἐν τῷ ὁρισμῷ τοῦ ἐκλείπειν παραλαμβάνεσθαι, ἐκεῖνο δὲ ἐν τῷ τούτου οὐχί. ἔκλειψις γὰρ σελήνης ἐστὶ φωτὸς στέρησις διὰ γῆς ἀντίφραξιν, ταὐτὸν δὲ εἰπεῖν διὰ τὸ ἐν μέσῳ τὴν γῆν εἶναι αὐτῆς καὶ τοῦ ἡλίου. ἐπεὶ οὖν ὁ ὁρισμὸς λόγος ἐστὶ δηλωτικὸς τῆς τοῦ ὁριστοῦ φύσεως, διὰ τοῦ ἐν μέσῳ ἡ ἔκλειψις γνωρίζεται, διὰ δὲ ἐκείνης τὸ ἐν μέσῳ οὐχί. εἰ δὲ καὶ γνῶναι συμβαίη διὰ τοῦ ὑστέρου τὸ πρότερον, οὐκ ἐπιστημονικῶς ἔσται τοῦτο, ἀλλὰ τεκμηριωδῶς.
“发生月食并不是原因。” 他说,发生月食并非处于中间的原因,而是处于中间是发生月食的原因,这一点从以下事实中是显而易见的:处于中间被纳入发生月食的定义中,而发生月食却没有被纳入处于中间的定义中。因为月食是由于地球的遮挡而丧失光线,换言之,是由于地球处于月亮与太阳之间。因此,既然定义是揭示被定义者本性的言述,那么正是通过处于中间月食才被认知,而非通过月食使处于中间被认知。即使碰巧通过在后者认识了在先者,这也不是出于科学知识,而只是根据征兆。
"Ἢ ἐνδέχεται ἑνὸς πλείω αἴτια εἶναι." Μήποτε, φησίν, ἔστι καὶ ἄλλως ἀπαντῆσαι πρὸς τὴν εἰρημένην ἀπορίαν. εἰ γάρ ἐστί τι πλειόνων μὲν ἢ ἑνὸς πρώτως, τουτέστιν ἀμέσως κατηγορούμενον, κατὰ πλειόνων δὲ ἢ ἑνὸς διὰ μέσων ἐκείνων συναγόμενον, ἕξει μὲν αἴτιον ἀεὶ καὶ μέσον ἓν ὧν πρώτως κατηγορεῖται,2 δι’ οὗ μέσου κατά τινος τῶν δευτέρων συναχθήσεται, οὐ μὴν ἀεὶ τὸ αὐτό, ἀλλὰ πῇ μὲν τοῦτο πῇ δ’ ἐκεῖνο· ἀλλ’ αἰτίου μὲν ὄντος ἔσται τὸ αἰτιατόν, τοῦ δὲ αἰτιατοῦ ὄντος οὐκ ἔσται πᾶν ἐξ ἀνάγκης τὸ αἴτιον, ἀλλ’ ἔσται μέν, οὐ μὴν δὲ πᾶν. οἷον ἔστω ζῷον ἐφ’ οὗ Α, ὧν δὲ πρώτων κατηγορεῖται ἐφ’ ὧν ΒΓ, ἤτοι τὸ λογικὸν καὶ τὸ ἄλογον, καὶ ταῦθ’ ὑπάρχοντα τοῖς ΔΕ, ἤτοι ἀνθρώπῳ καὶ ἵππῳ. τοίνυν τῷ μὲν Δ τῷ ἀνθρώπῳ αἴτιον ἔσται τοῦ Α τοῦ ζῴου τὸ λογικόν, τῷ δὲ Ε τῷ ἵππῳ τὸ ἄλογον.
“或者可能一件事物有多个原因?” 他说,或许还可以用另一种方式来回应上述疑难。因为如果某事物原初地、亦即无媒介地述说多于一个事物,却通过那些中项而被推论出从属于多于一个事物,那么它将总是以它所原初述说的事物之一作为原因和中项,并通过这一中项被推论出从属于第二位的事物之一,然而并非总是同一个,而是在此为这一个、在彼为那一个;但是在原因存在时结果必将存在,而在结果存在时并非每一个原因都必然存在,而是虽然存在却并非全部存在。例如,设动物为Α,它所原初述说的事物为Β和Γ,即理性的与非理性的,而这些从属于Δ和Ε,即人与马。那么对于Δ即人而言,理性的将是Α即动物的原因,而对于Ε即马而言,非理性的将是原因。
"Ὥστε τοῦ μὲν αἰτίου ὑπάρχοντος." Ὥστε, φησίν, εἰ οὕτως ἔχον ληφθείη πρῶτον πρὸς μέσον καὶ ἔσχατον, ὄντος μὲν τῶν μέσων τινὸς ἔσται καὶ αὐτὸ ἐξ ἀνάγκης, ὥσπερ ὄντος τοῦ λογικοῦ ζῴου ἔσται καὶ τὸ ζῷον ἁπλῶς, καὶ τοῦ ἀλόγου ὁμοίως· ὄντος δὲ αἰτιατοῦ πράγματος οἷον τοῦ ζῴου, οὐκ ἀνάγκη καὶ πᾶν εἶναι τὸ μέσον καὶ αἴτιον, ἀλλ’ ἔσται μέν τι αἴτιον ἐξ ἀνάγκης, οὐ μέντοι πᾶν ἐξ ἀνάγκης. καὶ ἕξει ταύτην διαφορὰν ἡ ἀντακολούθησις, ὡς τοῦ μὲν αἰτίου καὶ ἐν μέσῳ ὄντος εἶναι ἐξ ἀνάγκης ἁπλῶς τὸ αἰτιατόν, τοῦ δὲ αἰτιατοῦ ὄντος οὐκ ἐξ ἀνάγκης ἁπλῶς τὸ αἴτιον, ἀλλ’ ἐνδέχεσθαι καὶ ἐν μέρει εἶναι.
“从而当原因从属时。” 他说,因此,如果大项相对于中项和小项被设定为具有这种关系,那么当中项之一存在时,它本身亦必然存在,正如当理性动物存在时单纯的动物亦存在,非理性的亦同样如此;但是在作为结果的事态如动物存在时,并没有必然性使中项和原因的一切亦都存在,而是必然会存在某种原因,但绝非全都必然存在。并且这种相互伴随将具有如下差异:当原因和中项存在时,结果是无条件地必然存在的,但在结果存在时,原因并非无条件地必然存在,而是也可能部分地存在。
- 1.322οὐ διότι οἶδεν, ὅτι οὐ δι’ αἰτίου οἶδεν, ἀλλ’ ὅτι μόνον
句首的 διότι 与句末的 ὅτι 均被实质化为认知动词 οἶδεν 的宾语(即“为何如此”与“确然如此”),而中间的 ὅτι 则作为引导原因状语从句的连词(“因为”)。需注意在同一句中连词 ὅτι 与名词化术语 διότι / ὅτι 的不同句法功能。
- 1.324ἓν ὧν πρώτως κατηγορεῖται
关系从句 ὧν πρώτως κατηγορεῖται 省略了其先行词 τούτων,整体构成 ἓν [τούτων] ὧν...(在其原初述说的事物之一)这一部分属格结构。关系代词 ὧν 可以理解为由述说动词 κατηγορεῖται 所要求的宾语属格(述说某事物),亦可视为受省略先行词之格的同化。
