- 底本
- Eustratius, In Analyticorum Posteriorum Librum Secundum Commentarium. Commentaria in Aristotelem Graeca XXI.1, ed. M. Hayduck, Berlin: Reimer 1907, pp. 1-270. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4031.tlg001.humanitext-grc1:237.8-238.15
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
注解欧斯特拉提乌斯就亚里士多德《后分析篇》卷二第16章(98a35–98b16)探讨原因与结果是否相互伴随的疑难。他阐明两难困境:若不相互伴随则原因游移不定,若相互伴随则陷入互为证明的循环论证;并基于原因在认知与本性上的在先性说明互为因果之不可能。
" Περὶ δ’ αἰτίου καὶ οὗ αἴτιον." Ἀπορίαν τινὰ κινεῖ τοῖς περὶ τοῦ αἰτίου καὶ αἰτιατοῦ εἰρημένοις ἀκολουθοῦσαν. φησὶ γὰρ ὅτι ἐπειδὴ ὁ μέσος αἴτιός ἐστι τοῦ πρώτου τῷ ἐσχάτῳ, ἆρ’ ὥσπερ ὄντος τοῦ αἰτίου ἐξ ἀνάγκης ἐστὶ τὸ αἰτιατόν, οὕτω καὶ τοῦ αἰτιατοῦ ὄντος ἐξ ἀνάγκης ἔσται καὶ τὸ αἴτιον, ὡς ἀντακολουθεῖν ἀλλήλοις ταῦτα; οἷον εἰ τὸ πλατέα ἔχειν φύλλα αἴτιον τοῦ φυλλορροεῖν εἴπωμεν, ἆρα ὥσπερ ὄντος τοῦ πλατέα ἔχειν φύλλα ἐστὶ τὸ φυλλορροεῖν, οὕτω καὶ ὄντος τοῦ φυλλορροεῖν ἔσται τὸ πλατέα ἔχειν φύλλα; καὶ ἐπὶ τῆς σεληνιακῆς ἐκλείψεως, ἐπειδὴ αἴτιον ταύτης ἐστὶ τὸ τὴν γῆν ἐν μέσῳ εἶναι τῆς σελήνης καὶ τοῦ ἡλίου, ἆρ’ ὥσπερ ὄντος τοῦ ἐν μέσῳ εἶναι τὴν γῆν ἔστιν ἡ ἔκλειψις, οὕτω καὶ οὔσης τῆς ἐκλείψεως ἔσται τὸ ἐν μέσῳ εἶναι τὴν γῆν;
“关于原因与它为其原因者。” 他就关于原因与结果所说过的话提出某个随之而来的疑难。因为他说,既然中项是大端项对于小端项的原因,那么是否正如原因存在时结果必然存在一样,当结果存在时原因亦必然存在,从而二者相互伴随?例如,如果我们说具有阔叶是落叶的原因,是否正如具有阔叶存在时落叶存在一样,当落叶存在时具有阔叶亦存在?又如在月食的情况下,既然月食的原因是地球处于月亮与太阳之间,是否正如地球处于中间存在时食存在一样,当食存在时地球处于中间亦存在?
"Εἰ γὰρ μὴ ὑπάρχει, ἄλλο τι ἔσται τὸ αἴτιον αὐτῶν." Ἑκατέρωθεν ὥσπερ τι ἄτοπον ἑπόμενον δείκνυσιν, εἴτε τις ἀλλήλοις ἀκολουθεῖν ἐρεῖ εἴτε μὴ τὸ αἰτιατὸν καὶ τὸ αἴτιον. εἰ μὲν γὰρ μὴ ὥσπερ ὄντος τοῦ αἰτίου ἔστι καὶ τὸ αἰτιατόν, οὕτως ὄντος τοῦ αἰτιατοῦ ἔστι καὶ τὸ αἴτιον, οὐκ ἔσται ἁπλῶς αἴτιον τὸ αἴτιον, ἀλλ’ ἔσται τι ἄλλο ἐνίοτε. ἐπεὶ γὰρ αἰτιατὸν τὸ αἰτιατόν, ἄλλο τι ἕξει τὸ αἴτιον τότε,1 ὅτε ὄντος αὐτοῦ μὴ ἔστι τὸ αἴτιον· τοῦτο δ’ οὐκ ἐπιστήμη τὸ πῇ μὲν ἄλλο ἔχειν τοῦ αὐτοῦ πῇ δὲ ἄλλο τὸ αἴτιον. εἰ δὲ ἅμα ὑπάρχει τὸ αἰτιατὸν καὶ τὸ αἴτιον, ὡς ἐπὶ τοῦ πλατυφύλλου καὶ τοῦ φυλλορροεῖν, καὶ τοῦ ἐν μέσῳ εἶναι τὴν γῆν καὶ τῆς ἐκλείψεως, εἰ οὕτως ἐστίν, ἅμα τε ἔσται καὶ δι’ ἀλλήλων δεικνύοιτο, καὶ κύκλῳ ἂν εἴη δεῖξις, ἀλλ’ οὐκ ἀπόδειξις· ὡς ἀλλήλων εἶναι ταῦτα αἰτιατά τε καὶ αἴτια.
“因为如果不从属,就会有某种别的东西作为它们的原因。” 无论有人说结果与原因彼此伴随还是不伴随,他都表明从两方面看似乎都会随之产生荒谬。因为如果并非正如原因存在时结果亦存在那样,当结果存在时原因亦存在,那么原因就不会是无条件的原因,而是有时将是某种别的东西。因为既然结果是结果,那么在它自身存在而原因不存在的那时,[结果]就将具有某种别的东西作为原因;然而对于同一事物时而具有这一个、时而具有另一个作为原因,这并非科学知识。但如果结果与原因同时从属,正如在阔叶与落叶、以及地球处于中间与月食的情况中那样,如果情况是这样,二者就既同时存在又可以通过彼此而被证明,并且这将是循环证明而非论证;从而这些事物彼此既是结果又是原因。
"Ἔστω γὰρ τὸ φυλλορροεῖν ἐφ’ οὗ Α." Δείκνυσι τὸ εἰρημένον καὶ ἐπὶ παραδείγματος, μείζονα ὅρον τὸ φυλλορροεῖν λαμβάνων, μέσον τὸ πλατύφυλλον, ἐλάττω τὴν ἄμπελον, ὡς εἶναι αἴτιον τὸ πλατύφυλλον τοῦ φυλλορροεῖν τῇ ἀμπέλῳ· εἶτ’ ἀντιστρέφει [καὶ] μέσον τιθεὶς τὸ φυλλορροεῖν, μεῖζον τὸ πλατύφυλλον, ἔσχατον ἄκρον τὴν ἄμπελον, ὡς γίνεσθαι αἴτιον τὸ φυλλορροεῖν τοῦ πλατυφύλλου τῇ ἀμπέλῳ. καὶ οὕτως ἀλλήλων αἴτια καὶ δι’ ἀλλήλων δεικνύμενα τὸ πλατύφυλλον, καὶ τὸ φυλλορροεῖν. τὰ δὲ κατὰ μέρος σαφῆ.
“因为设落叶为Α。” 他亦在一个例子中表明所说的事情,以落叶为大项,以阔叶为中项,以葡萄藤为小项,从而阔叶是葡萄藤落叶的原因;然后他颠倒过来,将落叶设为中项,将阔叶设为大项,将葡萄藤设为最末端项,从而落叶成为葡萄藤具有阔叶的原因。以这种方式,阔叶与落叶彼此互为原因并通过彼此而被证明。各细节是清晰的。
"Εἰ δὲ μὴ ἐνδέχεται αἴτια εἶναι ἀλλήλων." Ὡς μὲν οὖν εἴρηται, δι’ ἀλλήλων ἂν δόξειε δείκνυσθαι καὶ ἀλλήλων εἶναι τὰ αὐτὰ αἰτιατά τε καὶ αἴτια. εἰ δὲ τοῦτο, φησί, μὴ ἐνδέχεται, ἵν’ εἴη ταὐτὸ τοῦ αὐτοῦ αἰτιατόν τε καὶ αἴτιον· τὸ γὰρ αἴτιον πρότερον τοῦ οὗ ἐστιν αἴτιον, εἰ καὶ μὴ τῷ χρόνῳ, ἀλλά γε τῇ ἐπινοίᾳ ἢ καὶ τῇ φύσει. προηγούμενον γὰρ ἐπινοεῖται τὸ ἐν μέσῳ εἶναι τὴν γῆν, ἑπομένη δὲ ἡ ἔκλειψίς ἐστι· καὶ τῇ φύσει πρότερον τὸ αἴτιον ᾗ αἴτιον τοῦ οὗ ἐστιν αἴτιον, οὐδέποτε δ’ ἄν τις ἐπινοήσαιτο ἀνάπαλιν, ἵνα προηγοῖτο μὲν ἡ ἔκλειψις, ἕποιτο δ’ ἡ ἀντίφραξις. ταῦτα οὕτως εἰπών, πρὶν ἀποδοῦναι τὸν εἰ σύνδεσμον, αὖθις ἐπήνεγκεν ἕτερον.2
“但如果不允许它们互为原因。” 因此,正如已经说过的,相同的事物似乎可以通过彼此而被证明并且彼此互为结果和原因。但是,他说,如果这是不可能的——即同一事物成为同一事物的结果与原因;因为原因先于它为其原因者,即使不是在时间上,至少在认知上或者甚至在自然上是如此。因为地球处于中间被认知为在先的,而食则是随之而来的;且原因作为原因在自然上先于它为其原因者,绝不会有人反过来认知,使得食在先而遮挡随之而来。他在这样说过之后,尚未对连词“如果”给出[归结句],就又引入了另一个〔连词〕。
- 1.319ἄλλο τι ἕξει τὸ αἴτιον τότε
动词 ἕξει 的主语根据前文补出 τὸ αἰτιατόν(结果),ἄλλο τι 作直接宾语,而 τὸ αἴτιον 作宾语补足语(谓语性宾格,“将拥有某种别的东西作为原因”)。虽然在语法上亦可将 τὸ αἴτιον 理解为主语(“原因将拥有某种别的东西”),但上下文探讨的是当结果存在而原本的原因不存在时,结果必然具有另外的原因,因此以结果为主语、τὸ αἴτιον 为补足成分是唯一符合逻辑的读法。
- 1.321πρὶν ἀποδοῦναι τὸν εἰ σύνδεσμον, αὖθις ἐπήνεγκεν ἕτερον
对亚里士多德原文(98b16)句法结构的语法点评。注解者指出此处存在句法破格或文意中断:亚里士多德在使用条件连词 εἰ(如果)引出条件从句后,尚未补充完整其所对应的归结主句(ἀποδοῦναι),便在插入理由说明后又引入了另一个条件连词 εἰ(98b19 的 εἰ οὖν)。
