- 底本
- Eustratius, In Analyticorum Posteriorum Librum Secundum Commentarium. Commentaria in Aristotelem Graeca XXI.1, ed. M. Hayduck, Berlin: Reimer 1907, pp. 1-270. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4031.tlg001.humanitext-grc1:236.3-237.7
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
厄斯特拉提奥斯调和了两种论述,指出在严格的依其自身论证中实情的原因必然是唯一的,而在基于迹象或偶性的证明中则可有不同原因。随后他论述了中项与大端项的对应关系,借助比例和“相似者”的具体例子,表明中项依据大端项是属、同名异义还是相等者而呈现相同的性质。
εἰ μὲν τοίνυν κατὰ τὸν ἀκριβῆ λόγον τῆς ἀποδεικτικῆς ἐπιστήμης ὁ λόγος προβαίνοι, ὡς καθ’ αὑτὸ τὴν ἀπόδειξιν γίνεσθαι αἰτίου λαμβανομένου μὴ μόνον τοῦ συμπεράσματος, ἀλλὰ δὴ καὶ τοῦ πράγματος,1 οὐκ ἐνδέχεται ὅλως ἄλλο καὶ ἄλλο εἶναι τὸ αἴτιον, ἀλλ’ ὁ δεύτερος κρατήσει τῶν λόγων· εἰ δ’ οὐ καθ’ αὑτὸ ἀλλὰ κατά τι σημεῖον ἢ συμβεβηκὸς ἡ δεῖξις γένοιτο, ἐνδέχεται ἄλλο καὶ ἄλλο λαμβάνεσθαι αἴτιον, ὥσπερ τῆς τοῦ πυρὸς ὑπάρξεως ἑτέρῳ μὲν τέφραν, ἄλλῳ δὲ καπνόν, καὶ τοῦ φυλλορροεῖν ἄλλῳ μὲν τῶν δένδρων τὸ ῥυτιδοῦσθαι, ἄλλῳ δὲ τὸ λευκαίνεσθαι. ἔστι γὰρ καὶ κατὰ συμβεβηκὸς θεωρεῖν ἄλλο ἄλλῳ ὑπάρχειν, ἀλλ’ οὐκ ἔστιν ἀποδεικτικὰ προβλήματα τὰ τοιαῦτα. εἰ δὲ καὶ τοῦτο δοίημεν, ὁμοίως ἕξει τὸ μέσον τῷ μείζονι, τουτέστιν εἰ μὲν τὸ μεῖζον ἄκρον ὡς γένος τινὸς κατηγορεῖται τῶν ὑπ’ αὐτό, καὶ τὸ μέσον ὡς γένος ἔσται κατὰ τοῦ αὐτοῦ· εἰ δὲ ὁμωνύμως κατὰ τῶν ὑπ’ αὐτὸ λέγεται, καὶ τὸ μέσον ὁμοίως ἕξει. οἷον ἔστω πρόβλημα τὸ διὰ τί ὁ ἄνθρωπος ζῷον, καὶ διὰ τί, ἐὰν τέσσαρά τινα ἀνάλογον ᾖ Α πρὸς Β καὶ Γ πρὸς Δ, καὶ ἐναλλὰξ ἀνάλογον· ἀποδοθήσεται γὰρ αἴτιον τὸ ἰσάκις εἶναι πολλαπλάσιον τὸ Α πρὸς τὸ Β καὶ τὸ Γ πρὸς τὸ Δ. τοῦτο γὰρ καὶ ἐν γραμμαῖς καὶ ἐν ἀριθμοῖς θεωρούμενον ἄλλο τε ἔσται καὶ τὸ αὐτό. ᾗ μὲν γὰρ ἐν ἑτέρῳ κατ’ εἶδος, ἕτερον κατ’ εἶδος· ἡ δὲ ἐν τῷ αὐτῷ τῷ γένει,2 κατὰ γένος ταὐτόν. καὶ ὡς ἔχει τὸ ἐναλλὰξ ἀνάλογον, ὅπερ ἐστὶ τὸ μεῖζον, οὕτω καὶ τὸ ἰσάκις πολλαπλάσιον, ὅπερ ἐστὶ τὸ μέσον. τοιοῦτόν ἐστι καὶ τὸ ζῷον καὶ τὸ λογικὸν ζῷον, δι’ οὗ μέσου κατὰ τοῦ ἀνθρώπου τὸ ζῷον συνήγομεν· γένος τε γὰρ ἀνθρώπου τὸ ζῷον, καὶ τὸ λογικὸν ζῷον ὡσαύτως γένος τοῦ αὐτοῦ. ὁμωνύμου δὲ μείζονός τε καὶ μέσου παράδειγμα τὸ ὅμοιον. τὸ γὰρ ὅμοιον σχήματί τε ὑπάρχον καὶ χρώματι ὁμωνύμως ὑπάρχον καὶ μέσον ἕξει ὁμώνυμον· ἔστι γὰρ ὅμοιον σχήματί τε σχῆμα καὶ χρώματι χρῶμα, ἀλλ’ ἄλλο ἄλλῳ· ἄλλο γὰρ ὅμοιον τὸ ἐν σχήματι καὶ ἄλλο τὸ ἐν χρώματι, ἐπεὶ καὶ γένει ἀλλήλων ἕτερα χρῶμα καὶ σχῆμα. καὶ ἴδιον μὲν ποιότητος τὸ ὅμοιον καὶ ἀνόμοιον, καὶ ἔσται διὰ τοῦτο ταῦτα καὶ τῷ σχήματι καὶ τῷ χρώματι, ἀλλ’ ὁμωνύμως. καὶ δῆλον ὅτι ἐπὶ μὲν σχήματος ἡ ὁμοιότης κατὰ τὸ ἔχειν τὰς πλευρὰς ἀνάλογον καὶ τὰς γωνίας ἴσας, ἐπὶ δὲ χρώματος τὸ ὑπὸ τῆς αὐτῆς αἰσθήσεως γινώσκεσθαι. κἂν κατὰ ἄλλα δὲ θείη τις τὴν ἐν σχήμασι καὶ χρώμασιν ὁμοιότητα, τέως οὐδέποτε κατὰ τὸ αὐτὸ ἡ ὁμοιότης ἔσται ἐν σχήματί τε καὶ χρώματι, ὥστε ὄνομα μόνον ἔσται κοινὸν τῆς ὁμοιότητος ἐν ἀμφοῖν, καὶ ὃ ἄν εἴποι τις μέσον τοῦ ὅμοιον εἶναι χρώματι χρῶμα καὶ σχήματι σχῆμα,3 ὁμώνυμον ἔσται. καλῶς ἄρα εἴρηται ὅτι ὡς ἔχει τὸ μεῖζον, ὁμοίως ἕξει καὶ τὸ μέσον· εἰ μὲν ὁμώνυμον, ὁμώνυμον καὶ τὸ μέσον, εἰ δὲ γένος ἐκεῖνο, γένος ἔσται καὶ τὸ μέσον, καὶ εἰ ἴσον ἐκεῖνο, καὶ τὸ μέσον ἴσον, ὅτε καὶ μέσον τὸ μέσον καὶ αἴτιον οὐ μόνον τοῦ συμπεράσματος, ἀλλὰ δὴ καὶ τοῦ πράγματος.
因此,如果论述按照论证科学的严格说明推进,从而论证依其自身产生,并且所把握的原因不仅是结论的原因,而且确实亦是实情自身的原因,那么原因就绝不可能各不相同,而是后一种论述将占上风。但如果证明并非依其自身,而是按照某种迹象或偶性产生,原因就有可能各不相同地被把握,正如就火的存在而言,对于这一个把握灰烬,对于另一个把握烟,又如就落叶而言,对于树木中的这一种把握起皱,对于另一种把握变白。因为按照偶性考察一事物从属于另一事物固然亦是可能的,但此类课题并非论证性的课题。即使我们承认这一点,中项与大端项的状况亦将相似;也就是说,如果大端项作为属被述说于其下的某种事物,中项亦将作为属述说于同一事物;如果它被同名异义地述说于其下的事物,中项亦将处于相似的状况。例如,设课题为为何人是动物,以及为何如果任意四个项Α对Β与Γ对Δ成比例,它们亦交错成比例;因为Α对Β与Γ对Δ是同倍数将被作为原因给出。因为这无论在几何线中还是在数中被考察,都既是不同的又是相同的。因为只要存在于种上相异的事物中,它在种上就是相异的;只要存在于属上相同的事物中,它按照属就是相同的。且交错成比例这一大端项处于何种状况,作为中项的同倍数亦处于何种状况。动物以及理性动物(我们曾以此作为中项将动物推论于人)亦是如此;因为动物是人的属,而理性动物同样是同一者的属。同名异义的大端项与中项的例子是相似者。因为既然相似者从属于形体亦从属于颜色,且是同名异义地从属,它就亦将具有一个同名异义的中项;因为形体对形体、颜色对颜色固然是相似的,但对二者而言各不相同;因为形体中的相似者是一回事,颜色中的相似者是另一回事,既然颜色与形体在属上亦彼此相异。相似与不相似固然是性质特有的属性,正因如此这些属性亦将从属于形体与颜色,但却是同名异义的。显然,在形体的情况下,相似性是由于各边成比例且各角相等,而在颜色的情况下,则是由于被同一种感觉所认识。即使有人根据其他特征设定形体与颜色中的相似性,无论如何,形体与颜色中的相似性绝不会根据同一事物而存在,从而在二者之中将唯有相似性的名称是共同的,且任何人若说出颜色对颜色以及形体对形体相似的中项,该中项亦将是同名异义的。因此,说大端项处于何种状况,中项亦将处于相似状况,是说得很对的:若大端项是同名异义的,中项亦是同名异义的;若前者是属,中项亦将是属;若前者是相等的,中项亦是相等的,此时中项才是真正的中项,不仅是结论的原因,而且确实亦是实情自身的原因。
- 1.317αἰτίου λαμβανομένου μὴ μόνον τοῦ συμπεράσματος, ἀλλὰ δὴ καὶ τοῦ πράγματος
属格独立结构。αἰτίου 作表语性使用,表示依其自身论证成立的条件:“在所把握的原因不仅是结论的[原因],而且确实亦是实情自身的[原因]的情况下”。τοῦ συμπεράσματος 与 τοῦ πράγματος 充当依附于 αἰτίου 的宾格性属格(或关联属格)。
- 1.317ἡ δὲ ἐν τῷ αὐτῷ τῷ γένει
与前句 ᾗ μὲν γὰρ ἐν ἑτέρῳ κατ’ εἶδος, ἕτερον κατ’ εἶδος 相对照的并列从句。手稿中虽作主格阴性冠词 ἡ,但从句法上看是与 ᾗ μὲν 平行的副词性关系词 ᾗ δέ(“在……范围内/只要……”)之笔误或拼写变体。谓语承接前句的句构理解为 ταὐτόν [ἐστι]。
- 1.317καὶ ὃ ἄν εἴποι τις μέσον τοῦ ὅμοιον εἶναι χρώματι χρῶμα καὶ σχήματι σχῆμα
在构成主语的关系从句 ὃ ἄν εἴποι τις μέσον(“某人可能作为中项陈述的事物”)中,μέσον 充当动词 εἴποι 的表语性宾格(第二宾语)。随后的冠词不定词短语 τοῦ ὅμοιον εἶναι... 是修饰 μέσον 的属格补足语(“……的中项”)。主句谓语为 ὁμώνυμον ἔσται。
