← 尼西亚的欧斯特拉提乌斯

亚里士多德《后分析篇》第二卷注释

§235.3-236.3

同一结果之原因的复数性与唯一性问题

厄斯特拉齐奥对比了两种对立的论点——即对于不同主体同一事象可具有不同原因,与在全称科学论证中中项必须与大端项严格等同且共同延展——并确立了探究在何种情况下允许存在多个原因、在何种情况下不允许的课题。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.317#2

τοῦ γὰρ λογικοῦ ὑπάρχοντος τῷ ἀνθρώπῳ ἀνάγκη καὶ τὸ ζῷον ὑπάρχειν αὐτῷ· τοῦ δὲ ζῴου ὑπάρχοντος τῷ ἀνθρώπῳ τὸ λογικὸν μὲν ὑπάρξει αὐτῷ, οὐ μὴν δὲ καὶ τὸ ἄλογον· ταῦτα δ’ ἦν ἄμφω αἴτια, δι’ ὧν ὑπάρχειν ἐλέγετο πλείοσιν. ἀλλ’ οὐχ οὕτως αἱ ἐπιστῆμαι· τό τε γὰρ μεῖζον ἄκρον καθόλου καὶ τὸ ἔλαττον ὡσαύτως, ὥστε δὴ καὶ τὸ μέσον ἴσον δεῖ εἶναι καὶ τούτοις συνεπεκτείνεσθαι. κἂν εἴδει ᾖ διαφέροντα τὰ ὑπὸ τὸ μεῖζον, πᾶσι τούτοις χρὴ καὶ τὸ μέσον συνεπεκτείνεσθαι· οὐ γὰρ πῇ μὲν κατὰ τοῦδε, πῇ δὲ κατὰ τοῦδε τῶν ὑπὸ τὸ μεῖζον ἡ ἀπόδειξις γίνεται, ἀλλὰ κατὰ πάντων ἁπλῶς. οὐ γὰρ πῇ μὲν κατὰ τοῦ ἰσοπλεύρου αἱ δύο ὀρθαί, πῇ δὲ κατὰ τοῦ σκαληνοῦ, πῇ δὲ κατὰ τοῦ ἰσοσκελοῦς ἀποδείκνυνται, ἀλλὰ κατὰ τοῦ τριγώνου ἁπλῶς, καὶ οὐχ ᾗ ἄλλο τι, ἀλλ’ ᾗ γε τρίγωνον. ὥστε καὶ τὸ μέσον τοιοῦτον εἶναι δεῖ, ᾗ τρίγωνον ὑπάρχον τῷ τριγώνῳ, καὶ καθόλου κατὰ τοῦ τριγώνου τὰς δύο περαῖνον ὀρθάς, κἂν εἴδη τοῦ τριγώνου ὑπάρχῃ πλείονα, καὶ κατὰ τούτων πάντων κατηγορεῖσθαι, ᾗ τρίγωνόν ἐστιν.1 εἰ γὰρ μὴ τὸ μέσον ἴσον τῷ πρώτῳ ἐστίν, ὡς ἐκείνῳ εἰς τὰ εἴδη πάντα τὰ ὑπ’ ἐκεῖνο συνεπεκτείνεσθαι, οὐκ ἔσται καθόλου παντὶ τῷ ὑπ’ ἐκεῖνο ἐκείνου αἴτιον. εἰ δὲ τοῦτο, οὐκ ἐπιστήμη οὐδὲ ἀπόδειξις· καθόλου γὰρ ἡ ἐπιστήμη, καὶ ᾗ τόδε τι τὸ ὑποκείμενον, κατ’ αὐτοῦ τὸ μεῖζον διὰ τοῦ μέσου συνάγουσα, οἷον τοῦ τριγώνου, ᾗ τρίγωνον, τὰς δύο ὀρθάς, τῶν φυτῶν, ᾗ φυτὰ ἢ ἁπλῶς ἢ τοιάδε, οἷον πλατυφύλλων τὸ φυλλορροεῖν. ὥστε καὶ ἀντιστρέψει τὸ αἴτιον πρὸς τὸ αἰτιατόν, καὶ τοῖς ὑπ’ ἐκεῖνο πᾶσιν ἐπίσης ἐκείνῳ ὑπάρξει. εἰ γὰρ ἐφεξῆς δύο ὀρθαί, καὶ εἰ δύο ὀρθαί, ἐφεξῆς· καὶ εἰ φυλλορροεῖ, πήγνυται ὁ ὀπός, καὶ εἰ πήγνυται, φυλλορροεῖ. πλὴν μὴ ἐπὶ τῶν τυχόντων τὸ πήγνυσθαι, ἀλλ’ ὡς ἐπὶ δένδρων· οὐ γὰρ εἰ καὶ τὸ ἐν τῷ ποταμῷ ὑγρὸν πήγνυται, τὸ φυλλορροεῖν ἔσται, ἀλλ’ εἰ τὸ ἐν τοῖς δένδροις. ἐπεὶ δὲ πρότερον μὲν ἐνδέχεσθαι εἴρηται μὴ εἶναι τὸ αὐτὸ πᾶσιν αἴτιον τοῦ αὐτοῦ, καὶ ὅρους πορίσασθαι προσεγένετο, ἐν οἷς τοῦτο τεθεωρήκαμεν, ὡς ἐπὶ ζῴου καὶ ἀνθρώπου καὶ ἵππου (τῷ μὲν γὰρ ἀνθρώπῳ τοῦ ζῴου τὸ λογικὸν αἴτιον, τῷ δὲ ἵππῳ τὸ ἄλογον) αὖθις δὲ εἴπομεν ὅτι τὸ αὐτὸ δεῖ εἶναι τὸ μέσον, διὰ τὸ καὶ τὸ μεῖζον ὅλον τι εἶναι καὶ τὸ ἔλαττον ὡσαύτως, καὶ συμπαρεκτείνεσθαι μὲν τὸ μεῖζον καὶ ἐξισοῦσθαι πᾶσι τοῖς ὑπ’ αὐτό, ὁμοίως δ’ ἔχειν καὶ τὸ μέσον, λόγον τε ὂν καὶ ὅρον τοῦ μείζονος, καὶ αὐτῷ τε ἐξισάζον τῷ μείζονι καὶ τοῖς ὑπ’ ἐκεῖνο πᾶσιν, ἐπεὶ οὖν οὕτως εἴρηται καὶ δοκεῖ ἰσχὺν ἔχειν τῶν λόγων ἑκάτερος, αὐτὸ τοῦτο ζητητέον,2 εἰ ἐνδέχεται ποτε ἄλλο καὶ ἄλλο εἶναι αἴτιον τοῦ αὐτοῦ πᾶσι τοῖς ὑπ’ αὐτό, καὶ πότε ἐνδέχεται καὶ πότε οὔ. οὕτως γὰρ τῶν εἰρημένων λόγων ἑκάτερος τὸ οἰκεῖον ἀπολαβὼν οὐδεμίαν ἡμῖν παρέξει ἀμφιβολίαν.

因为当有理性从属于人时,动物亦必然从属于他;但当动物从属于人时,有理性固然将从属于他,无理性却绝不会亦[从属于他];而这两者曾是[动物]被说成通过它们从属于多个事物的原因。但诸门科学并非如此;因为大端项是全称普遍的,小端项亦是如此,从而中项亦必须与这些等同并共同延展。即使在大端项之下的事物在种上有差异,中项亦应当与所有这些事物共同延展;因为论证并非在某一方面断言大端项之下这一事物、在另一方面断言那一事物,而是绝对地断言于一切。因为两直角[之和]并非在某一方面断言于等边三角形、在另一方面断言于不等边三角形、在另一方面断言于等腰三角形,而是绝对地断言于三角形,且不是作为其他某物,而是至少作为三角形。因此中项亦必须是这样的,即作为三角形从属于三角形,并全称地断言三角形具有两直角,且即使三角形存在多个种,亦必须作为三角形被述说于所有这些种。因为如果中项与最初者不相等,以至于不能与那最初者一同延展至其下的所有种,它就不会全称地成为其下一切事物之具有后者的原因。如果是这样,就既没有科学知识亦没有论证;因为科学知识是全称的,是在底层基质作为这一个具体事物的前提下,通过中项将大端项断言于它,例如作为三角形断言三角形具有两直角,作为植物或绝对地或作为某种特定植物,例如作为阔叶植物断言其落叶。从而原因亦将与结果换位,并与它同等地从属于其下的一切事物。因为如果[邻角]连续,就是两直角,而如果是两直角,就是连续的;且如果落叶,树液就凝固,而如果凝固,就落叶。不过凝固并非发生在任意事物中,而是如同在树木中那样;因为即使河流中的液体凝固,亦不会发生落叶,而是唯有在树木中的[液体凝固]时才会发生。但是,既然先前曾说过对于同一事物并非所有事物的原因都是相同的,并且还补充提供了我们借以考察这一点的诸项,正如在动物、人与马的例子中(因为对于人而言动物的原因是有理性,而对于马而言则是无理性);而后来我们又说中项必须是相同的,因为大端项亦是某种整体,小端项亦是如此,且大端项与其下的所有事物共同延展且相等,中项亦处于相同状况,既作为大端项的定义与界限,又与大端项自身及其下的所有事物相等——因此,既然曾以这种方式被陈述,且两种论证似乎都具有说服力,就必须探讨正是这一点:对于其下的所有事物,同一事物的原因是否可能有时是不同的,以及何时可能、何时不可能。因为唯有这样,上述两种论述各自取得其适当的领域,才不会给我们带来任何疑虑。

语法注2 条
  1. 1.317ὥστε καὶ τὸ μέσον τοιοῦτον εἶναι δεῖ, ᾗ τρίγωνον ὑπάρχον τῷ τριγώνῳ, καὶ καθόλου κατὰ τοῦ τριγώνου τὰς δύο περαῖνον ὀρθάς, κἂν εἴδη τοῦ τριγώνου ὑπάρχῃ πλείονα, καὶ κατὰ τούτων πάντων κατηγορεῖσθαι, ᾗ τρίγωνόν ἐστιν.

    句子的核心骨架是 ὥστε καὶ τὸ μέσον τοιοῦτον εἶναι δεῖ(“因此中项亦必须是这样的”),分词 ὑπάρχον 和 περαῖνον 作 τὸ μέσον 的修饰语。其后插入让步从句(κἂν ...),不定式 κατηγορεῖσθαι 与 εἶναι 构成并列,受无人称动词 δεῖ 支配。

  2. 1.317ἐπεὶ δὲ πρότερον μὲν ἐνδέχεσθαι εἴρηται ... αὖθις δὲ εἴπομεν ... ἐπεὶ οὖν οὕτως εἴρηται καὶ δοκεῖ ἰσχὺν ἔχειν τῶν λόγων ἑκάτερος, αὐτὸ τοῦτο ζητητέον

    此为带有重述标志(resumptive)的长句结构。句首的 ἐπεὶ δὲ πρότερον μὲν ... αὖθις δὲ ... 形成了一个包含两方对立观点的长从属句群;随后通过 ἐπεὶ οὖν οὕτως εἴρηται 进行了重述与承接,最终引出主句的主谓结构,即动形容词短语 αὐτὸ τοῦτο ζητητέον(“正是这一点必须予以探讨”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4031.tlg001.humanitext-grc1:235.3-236.3