← 尼西亚的欧斯特拉提乌斯

亚里士多德《后分析篇》第二卷注释

§234.4-235.3

原因与结果的相互随从及多因疑难

针对亚里士多德《后分析篇》98a35,埃乌斯特拉提俄斯提出了原因(中项)与结果(大端项)是否相互随从的疑难,通过本质定义澄清了“为什么”与“事实”两种证明的非对称性,并阐明同一事物在不同基质下可能具有多个原因。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.317#1

" Περὶ δὲ αἰτίου καὶ οὗ αἴτιον." Ἄξιον δὲ ζητῆσαι περὶ αἰτίου καὶ οὗ ἐστιν αἴτιον, πῶς πρὸς ἄλληλα περὶ τὸ ἕπεσθαι ἔχουσι. λέγει δὲ αἴτιον μὲν τὸ μέσον, οὗ δὲ αἴτιον τὸ μεῖζον ἄκρον. πότερον δὴ ἕπεται ταῦτα ἀλλήλοις, ὡς θατέρου ὄντος εἶναι1 τὸ ἕτερον καὶ ἀνάπαλιν, ἢ τοῦ μέσου μὲν ὄντος ἐστὶ τὸ μεῖζον, τοῦ δὲ μείζονος ὄντος οὐκ ἀνάγκη καὶ τὸ μέσον εἶναι; οἷον εἰ πήγνυται ὁ ὀπός, φυλλορροεῖ τὰ δένδρα, καὶ εἰ φυλλορροεῖ, πήγνυται, καὶ εἰ ἡ γῆ ἐν μέσῳ, ἐκλείπει ἡ σελήνη, καὶ εἰ ἐκλείπει, ἐν μέσῳ ἡ γῆ; ἢ θάτερον μὲν τῷ ἑτέρῳ ἕπεται, τῷ μέσῳ τὸ ἄκρον, ἀνάπαλιν δ’ οὔ; ἔχει γὰρ ἀπορίαν ὁ λόγος· εἰ μὲν γὰρ ὄντος τοῦ αἰτιατοῦ οὐκ ἔστι καὶ τὸ αἴτιον ἐξ ἀνάγκης, ἔσται ἕτερον αἴτιον· εἰ γὰρ ἄμεσον, οὐ πρόβλημα, εἰ δὲ πρόβλημα, ἕξει μέσον ἀεί, καὶ ἢ τοῦτο ἢ ἕτερον. εἰ μὲν οὖν τοῦτο ἀεί, ἔσται ἐξ ἀνάγκης ὄντος τοῦ αἰτιατοῦ καὶ τὸ αἴτιον· εἰ δὲ μή, οὐ τὸ αὐτὸ ἕξει ἀεί, ὥστ’ οὐχ ἁπλῶς τὸ αἴτιον, ἀλλὰ πῃ· τοῦτο δ’ οὐκ ἐπιστήμη. τὸ γὰρ πῃ μὲν οὕτω, πῇ δ’ ἄλλως, οὐ στάσις οὐδ’ ὅρος. εἰ δ’ ἔστιν ὄντος τοῦ αἰτιατοῦ καὶ τὸ αἴτιον, ἅμα ἂν εἴη ἄμφω ταυτί, καὶ δεικνύοιτ’ ἂν δι’ ἀλλήλων· καὶ οὐδὲ τοῦτ’ ἂν ἐπιστήμη δόξειεν εἶναι, τῷ τὸ αὐτὸ τοῦ αὐτοῦ αἴτιον ἅμα εἶναι καὶ αἰτιατόν, καὶ πρῶτον καὶ ὕστερον, καὶ δεικνύον καὶ δεικνύμενον. ἢ οὐχ ὡσαύτως ἑκάτερος τῶν συλλογισμῶν,2 ἀλλ’ ὁ μὲν διὰ προτέρου καὶ αἰτίου, καὶ διὰ τοῦτο ἀπόδειξις τοῦ διὰ τί, ὁ δὲ διὰ τοῦ ὑστέρου καὶ αἰτιατοῦ καὶ διὰ τοῦτο τοῦ ὅτι, οὐ τοῦ διότι. καὶ τοῦτο δῆλον ἐκ τοῦ τὸ μὲν ἐν τῷ λόγῳ τοῦ τί ἦν εἶναι θατέρου λαμβάνεσθαι, τὸ δ’ ἐν τῷ τοῦ ἑτέρου οὐχί· τὸ μὲν γὰρ ἐν μέσῳ εἶναι τὴν γῆν ἐν τῷ λόγῳ τῆς ἐκλείψεως, ἀνάπαλιν δ’ οὔ, ὡς καὶ ἐν τῷ λόγῳ τοῦ φυλλορροεῖν τὸ πήγνυσθαι τὸν ὀπόν, οὐχὶ δ’ ἐν τῷ τούτου ἐκεῖνο. μήποτε δὲ ἐνδέχεται τοῦ αὐτοῦ πλείονα εἶναι τὰ μέσα καὶ αἴτια· πλὴν οὐχὶ τῷ αὐτῷ, ἄλλῳ γε μὴν καὶ ἄλλῳ ὑποκειμένῳ. εἰ γάρ τι εἴη πλειόνων πρώτως, τουτέστιν ἀμέσως κατηγορούμενον, δύναιτ’ ἂν διὰ μέσων τούτων κατὰ πλειόνων περαίνεσθαι, πῇ μὲν διὰ τοῦδε κατὰ τοῦδε, πῇ δὲ διὰ τοῦ ἑτέρου καθ’ ἑτέρου. εἰ γὰρ τὸ Α τῷ Β καὶ τῷ Γ πρώτοις ὑπάρχει, εἶτα τὸ Β πρώτῳ τῷ Δ καὶ τὸ Γ τῷ Ε, ἔσται τὸ Α διὰ μὲν τοῦ Β τῷ Δ, διὰ δὲ τοῦ Γ τῷ Ε, ὥσπερ τὸ ζῷον ὑπάρχει πρώτοις τῷ λογικῷ καὶ ἀλόγῳ, τούτων δὲ τὸ μὲν τῷ ἀνθρώπῳ, τὸ δὲ τῷ ἵππῳ. ὑπάρξει οὖν τὸ ζῷον διὰ μὲν τοῦ λογικοῦ τῷ ἀνθρώπῳ, διὰ δὲ τοῦ ἀλόγου τῷ ἵππῳ. τοῦ μὲν αἰτιατοῦ τοίνυν ὑπάρχοντος ὑπάρχει τὸ πρᾶγμα ἐξ ἀνάγκης, τοῦ δὲ πράγματος ὑπάρχοντος εἶναι μὲν ἀνάγκη αἴτιον, οὐ μὴν δὲ ἅπαν.3

“关于原因以及它是其原因者。” 关于原因以及它是其原因者,探讨它们在随从方面彼此如何关联是值得的。他将原因称为中项,而将它是其原因者称为大端项。那么,它们是彼此相随,以至于一者存在则另一者亦存在,反之亦然呢,还是中项存在时大端项便存在,但大端项存在时中项并不必然存在?例如,如果树液凝固,树木就落叶,且如果树木落叶,树液就凝固;又如果地球居于中间,月亮就月食,且如果月亮月食,地球就居于中间吗?抑或一者随从另一者——大端项随从中项——而反过来却不然?因为这一论述包含着疑难:如果结果存在时,原因并非亦必然存在,就会有另一个原因;因为若是直接的,就不是论题,但若是论题,就始终会有中项,或者这一中项或者另一中项。如果始终是这一中项,那么结果存在时原因亦必然存在;但若非如此,它就不会始终具有相同的中项,从而并非绝对地拥有原因,而只是在某方面拥有;但这不是科学知识。因为在某方面如此而在另一方面不然的事物,既不是定立亦不是规定。另一方面,如果结果存在时原因亦存在,这两者就会同时存在,且能够通过彼此得到证明;而这似乎亦不会是科学知识,因为同一事物同时作为同一事物的原因与结果、先在者与后在者、进行证明者与被证明者。抑或并非两种推论都处于同等状态,而是一者通过先在者与原因,且因此是关于‘为什么’的论证,另一者则是通过后在者与结果,且因此是关于‘事实’而非‘为什么’的论证?这一点从下述事实亦是显而易见的:一者被包含在另一者的本质定义中,而另一者并不包含在这一者的定义中;因为地球居于中间被包含在月食的定义中,反过来却不然,正如树液凝固被包含在落叶的定义中,而落叶并不包含在树液凝固的定义中一样。然而,对于同一事物,是否存在多个中项与原因也是可能的呢?不过不是对同一个主体,而是对不同且有差异的底层基质。因为如果某物首先地、亦即直接地被述说于多个事物,它就能够通过这些中项被推导并断言于多个事物,在某一方面通过这一中项断言于这一主体,在另一方面通过另一中项断言于另一主体。因为如果Α首先地从属于Β和Γ,继而Β首先地从属于Δ而Γ从属于Ε,那么Α将通过Β从属于Δ,通过Γ从属于Ε,正如动物首先地从属于有理性和无理性,而这二者中一者从属于人,另一者从属于马。因此动物将通过有理性从属于人,通过无理性从属于马。因此,当结果存在时,该事象必然存在;但当该事象存在时,存在原因固然是必然的,却绝非所有[原因]都存在。

语法注3 条
  1. 1.317πότερον δὴ ἕπεται ταῦτα ἀλλήλοις, ὡς θατέρου ὄντος εἶναι τὸ ἕτερον καὶ ἀνάπαλιν, ἢ τοῦ μέσου μὲν ὄντος ἐστὶ τὸ μεῖζον, τοῦ δὲ μείζονος ὄντος οὐκ ἀνάγκη καὶ τὸ μέσον εἶναι;

    由 πότερον ... ἤ 引出的选择疑问句。在第一选肢中,ὡς 带不定式 εἶναι 表结果或方式(“以至于一者存在则另一者亦存在,反之亦然”);第二选肢则通过两个对比的属格绝对结构(τοῦ μέσου μὲν ὄντος 与 τοῦ δὲ μείζονος ὄντος)表达单向的蕴涵关系。

  2. 1.317ἢ οὐχ ὡσαύτως ἑκάτερος τῶν συλλογισμῶν

    小词 ἢ 引出对前述疑难的解答方案,句中省略了如 ἔχει 或 γίνεται 之类的谓词动词。骨干为“抑或并非两种推论都处于同等状态?”,随后由对比分句 ὁ μὲν ... ὁ δὲ ... 展开,区分了基于原因的‘为什么’(διὰ τί)的论证与基于结果的‘事实’(ὅτι)的论证之非对称性。

  3. 1.317τοῦ μὲν αἰτιατοῦ τοίνυν ὑπάρχοντος ὑπάρχει τὸ πρᾶγμα ἐξ ἀνάγκης, τοῦ δὲ πράγματος ὑπάρχοντος εἶναι μὲν ἀνάγκη αἴτιον, οὐ μὴν δὲ ἅπαν.

    原文中的 ὑπαργοντος 显然是 ὑπάρχοντος 的印刷讹误。此处 τοῦ μὲν αἰτιατοῦ(结果存在)与 τὸ πρᾶγμα(事象存在)的对比承接上文关于多个中项/原因的讨论,意指:当特定的结果/被原因化项成立时,该事象必然成立;但当该事象成立时,虽必然存在某种原因,却绝非所有可能的原因(ἅπαν)都成立。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4031.tlg001.humanitext-grc1:234.4-235.3