← 尼西亚的欧斯特拉提乌斯

亚里士多德《后分析篇》第二卷注释

§232.14-234.3

中项在属上同一及相互从属的问题

厄斯特拉提奥斯解释了其中项在属上相同的诸问题(因反射所属种类不同而产生的回声、镜像与虹)以及中项从属于另一中项的诸问题(因月亏而引起的尼罗河泛滥)的相同性结构。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.314

" Τούτων δὲ ἔνια τῷ γένει ταὐτά." Τοῦτο ὑποδιαίρεσίς ἐστι τοῦ εἰρημένου ἑνὸς τρόπου τῆς τῶν προβλημάτων ταυτότητος. τὸ γὰρ αὐτὸ μέσον ἢ εἴδει ἐστὶν ἢ γένει ταὐτόν, εἴδει μὲν ὡς τὸ εἰρημένον, γένει δὲ ὡς τὸ λεχθησόμενον. λέγει τοίνυν ὅτι τούτων τῶν προβλημάτων τῶν ἐχόντων τὸ αὐτὸ μέσον ἔνια οὐ τῷ εἴδει, ἀλλὰ τῷ γένει ταὐτόν ἐστι· ταῦτα δέ ἐστιν ὅσων ἢ ἄλλων ἐστὶ καὶ ἄλλων πάθος τι τὸ μέσον, ἢ τρόπος τις ὕπεστι παρηλλαγμένος. ἄλλων μὲν ὥσπερ ἐπὶ τῆς ἠχοῦς καὶ τῆς ἐμφάσεως τῶν κατόπτρων καὶ τῆς ἴριδος· ἅπαντα γὰρ ταῦτα δι’ ἀντανάκλασιν γίνεται, καὶ ἀντανάκλασις τούτων τὸ μέσον, ἀλλ’ οὐ τοῦ αὐτοῦ, ἀλλὰ διαφόρων τῷ εἴδει. ἐπὶ μὲν γὰρ τῆς ἠχοῦς ὁ ἀὴρ ἀνακλᾶται πληττόμενος πρότερον ὑπὸ τοῦ φωνοῦντος, εἶτα στερεοῖς προσπίπτων σώμασι καὶ ἀνακλώμενος, οἷον λίθοις ἢ ἄλλοις τισίν. ἐπὶ δὲ τῶν ἐμφάσεων αἱ ἐκπεμπόμεναι τῶν ὄψεων ἀκτῖνες, αἵτινες ἀπὸ τῶν λείων σωμάτων ἀνακλώμεναι ἑαυτούς τε ὁρᾶν ποιοῦσι καὶ τὰ παρακείμενα σώματα τοὺς τὰς ὄψεις τοῖς κατόπτροις προσβάλλοντας·1 ἐπὶ δὲ τῆς ἴριδος τῶν τοῦ ἡλίου ἀκτίνων ἡ ἀντανάκλασις· ἀνακλώμεναι γὰρ καὶ ἐφεξῆς κατὰ κύκλον δροσιζούσαις ἢ καὶ ὑετιζούσαις νεφέλαις προσπίπτουσαι τὴν τῆς ἴριδος ἔμφασιν ἀποτελοῦσιν. ἐπεὶ οὖν ὧν ἡ ἀνάκλασις εἴδει ἕτερα, δόξειεν ἂν καὶ ἡ ἀνάκλασις οὐ τῷ εἴδει πᾶσα ἡ αὐτή, ἀλλὰ τῷ μὲν γένει αἱ αὐταί, τῷ δὲ εἴδει ἕτεραι. καὶ τὰ προβλήματα τοίνυν, ὧν τοιοῦτος ὁ μέσος, τῷ μὲν γένει ἕξουσι τὸ ταὐτόν, τῷ δὲ εἴδει ἔσονται ἕτερα, ὥσπερ δὴ καὶ τὰ εἰρημένα. πάντα μὲν γὰρ ἀνάκλασις ὡς δι’ ἀνάκλασιν γινόμενα, ἀλλ’ ἐπεὶ κατ’ εἶδος ἕτερα ὧν ἡ ἀνάκλασις, διὰ τοῦτο καὶ τὰ προβλήματα οὕτως ἕτερα. εἰπὼν δὲ τῷ ἄλλων ἢ ἄλλως εἶναι τοῦ μὲν ἄλλων εἶναι παράδειγμα τέθεικε, τοῦ δὲ ἄλλως οὐχί. ἢ ἴσως ὡς πρὸς ἄμφω ἀρκοῦν τοῦτο τέθεικε, τό τε ἄλλων καὶ τὸ ἄλλως· ἄλλως γὰρ ὄψεων, ἄλλως φωτὸς καὶ ἄλλως ἀκτίνων ἡλίου ἀνάκλασις.

“而这些问题中,有些在属上是相同的。” 这是对于所述问题相同性之一种方式的细分。因为相同的中项或者在种上相同,或者在属上相同;在种上相同正如所述的情形,在属上相同正如将要言及的情形。因此他说,在拥有相同中项的这些问题中,有些不是在种上相同,而是在属上相同;而这些问题乃是其中项属于不同事物之某种承受状态,或其下具有某种被变异之方式者。属于不同事物者,正如在回声、镜中显象以及虹的情形中;因为这一切都是通过反射而产生的,反射乃是这些事物的中项,但并非同一事物的[反射],而是在种上不同之事物[的反射]。因为在回声的情形中,空气首先被发声者击打,随后撞击到坚硬的物体(例如石头或某些其他物体)并发生反射。而在显象的情形中,从视线发出的光线[发生反射],它们从光滑的物体反射回来,使得将视线投向镜子的人既看见自身,也看见旁近的物体;在虹的情形中,则是太阳光线的反照;因为光线发生反射,并依次撞击在呈圆环状带来水气或带来降雨的云层上,从而完成了虹的显象。因此,既然被反射的事物在种上是不同的,那么全部反射似乎亦非在种上相同,而是在属上相同,但在种上相异。因此,其中项具有如此性质的诸问题,亦将在属上拥有相同,而在种上则是不同的,正如所述的例子那样。因为作为通过反射产生的事物,一切固然都是反射;但既然被反射的事物在种上相异,由于这一点,诸问题亦同样如此相异。然而,在说了“通过属于不同事物或以不同方式”之后,他列举了“属于不同事物”的例子,却没有列举“以不同方式”的例子。或者,也许他将其列为一个对于两者(即“属于不同事物”与“以不同方式”)皆充足的例子;因为视线的反射是以一种方式,光的反射是以另一种方式,而太阳光线的反射又是以另一种方式。

§1.315

"Τὰ δὲ τῷ τὸ μέσον ὑπὸ τὸ ἕτερον μέσον εἶναι." Δοκεῖ ἀνακόλουθον εἶναι τὸ λεγόμενον πρὸς τὸ προτεθέν. περὶ γὰρ ταυτότητος προβλημάτων ῥηθῆναι προέκειτο· πῶς οὖν τινι διαφέρειν ἀλλήλων φησί τινα προβλήματα, ἐν οἷς ἀπαριθμῆσαι προτέθειται τρόπους προβλημάτων ταυτότητος;2 ἢ διὰ τὸ σφοδρὸν τῆς ταυτότητος, διὰ τοῦτο τὴν διαφορὰν εἴρηκεν· ὡς γὰρ ὑπὸ τὸ αὐτὸ οὐ μόνον κατ’ εἶδος, ἀλλὰ δὴ καὶ κατ’ ἀριθμὸν ἀναγόμενα αἴτιον ὑπερβολὴν ταυτότητος ἔχει, διαφέροντα μόνον τῷ τὸ μὲν προσεχῶς, τὸ δὲ διὰ μέσου εἰς ταὐτὸ ἀναφέρεσθαι. τοῦ γὰρ ἑτέρου τὸ μέσον ὑπὸ τὸ ἑτέρου ἀναφερόμενον διὰ μέσου ἑαυτοῦ κἀκείνῳ τὴν πρὸς τὸ πρῶτον μέσον ἀναφορὰν δίδωσιν. ἢ ὅτι καὶ ὁ τρόπος τῆς τοιαύτης διαφορᾶς ταυτότητα μᾶλλον τῶν προβλημάτων παρίστησιν.

“而另一些问题则是通过中项从属于另一个中项。” 所言之事对于所提出的论题似乎是不连贯的。因为原本提出的是要论及问题的相同性;那么,在提出要列举问题相同性的诸方式之处,他为何说某些问题在某方面彼此相异?或者说,正是由于相同性的强烈,他才言及差异;因为作为被归结到不仅在种上而且在数上相同的原因之下的事物,它们具有极高的相同性,仅在这一方面相异:即一者直接地,另一者通过中介被归入同一事物。因为被归到另一者之下的那一中项,通过自身的媒介亦赋予那一问题对于首要中项的归结。或者说,乃是由于这种差异的方式反倒更加确立了问题的相同性。

§1.316

"Οἷον διὰ τί ὁ Νεῖλος φθίνοντος τοῦ μηνὸς μᾶλλον ῥεῖ; διότι χειμεριώτερος φθίνων ὁ μήν. διὰ τί δὲ χειμεριώτερος φθίνων; διότι ἡ σελήνη ἀπολείπει. ταῦτα γὰρ οὕτως ἔχει πρὸς ἄλληλα." Παράδειγμα τοῦτο τοῦ τρίτου τρόπου τῆς τῶν προβλημάτων ταυτότητος. μῆνα δέ φησι τὸ χρονικὸν διάστημα, δι’ ὅσου ἡ σελήνη αὔξει τε καὶ μειοῦται. ἔστι δὲ φθίνων ὁ μὴν μετὰ τὴν πανσέληνον, ἐλαττουμένου τοῦ φωτὸς τῆς σελήνης. τοῦ μὲν οὖν τὸν Νεῖλον μᾶλλον ῥεῖν τοῦ μηνὸς φθίνοντος τὸ χειμεριώτερον εἶναι τὸν μῆνα φθίνοντα μέσον καὶ αἴτιον, τούτου δὲ αὖθις τὸ τὴν σελήνην ἀπολείπειν. οὕτω γὰρ ἔχει ταῦτα πρὸς ἄλληλα, ὡς τὸ μέσον τοῦ προτέρου προβλήματος ὑπὸ τὸ μέσον εἶναι τοῦ δευτέρου. τῆς γὰρ σελήνης ἐκλειπούσης ψυχρότερον νυκτὸς τὸ τοῦ ἀέρος κατάστημα γίνεται καὶ διὰ τοῦτο ὑγρότερον· διὸ τῆς ὑγρότητος πλεοναζούσης ἕπεται μᾶλλον ῥεῖν καὶ τὸν ποταμόν. μήποτε δὲ καὶ τρία εἴη ταῦτα προβλήματα ἐφεξῆς ὑπάλληλα. διὰ τί ὁ Νεῖλος μᾶλλον ῥεῖ τοῦ μηνὸς φθίνοντος; διότι χειμεριώτερος φθίνων ὁ μήν. καὶ διὰ τί τοῦτο; διὰ τὸ τὴν σελήνην ἐκλείπειν. καὶ διὰ τί τοῦτο; διότι τῷ ἡλίῳ συνοδεύει. καὶ εἰσὶ πάντα εἰς ἓν τὸ πρῶτον ἀναγόμενα μέσον καὶ αἴτιον, καὶ δι’ ἐκεῖνο ἀλλήλοις σύνεστιν. ἡ γὰρ σελήνη τῷ ἡλίῳ συνοδεύουσα τὸ μὲν πρὸς αὐτὸν μέρος φωτίζεται, τὸ δὲ πρὸς ἡμᾶς ἀφώτιστος γίνεται καὶ διὰ τοῦτο ἐκλείπει. ἐκλειπούσης δὲ ταύτης χειμεριώτερος ὁ μὴν γίνεται. ἐκ τούτου δὲ πάλιν ῥεῖ τότε μᾶλλον ὁ Νεῖλος.

“例如,为什么在月末月亏时尼罗河奔流更甚?因为月亏时的月份更加寒冷。为什么月亏时更加寒冷?因为月亮亏损。因为这些事物彼此之间如此关联。” 这是问题相同性的第三种方式的例子。而他说“月份”是指月亮盈亏的时间间隔。月亏的月份是在满月之后,随着月光的减少。因此,对于尼罗河在月末月亏时奔流更甚,月亏时月份更加寒冷乃是中项与原因,而对此,月亮亏损又是[中项与原因]。因为这些事物彼此之间的关联正是如此,即前一个问题的中项从属于第二个问题的中项。因为在月亮亏损时,夜间空气的状态变得更加寒冷,且因此更加潮湿;由此,随着湿气过剩,河水奔流更甚亦随之而来。然而,也许这甚至是相继从属的三个问题:为什么在月末月亏时尼罗河奔流更甚?因为月亏时的月份更加寒冷。又为什么会这样?因为月亮亏损。又为什么会这样?因为月亮与太阳合相。而这一切都被归结到同一个首要的中项与原因,且通过那一个原因而彼此连结。因为月亮在与太阳合相时,朝向太阳的部分被照亮,但朝向我们的部分则变得未被照亮,并因此亏损。而在月亮亏损时,月份变得更加寒冷。又由此再次导致当时尼罗河奔流更甚。

语法注2 条
  1. 1.314ἐπὶ δὲ τῶν ἐμφάσεων αἱ ἐκπεμπόμεναι τῶν ὄψεων ἀκτῖνες, αἵτινες ἀπὸ τῶν λείων σωμάτων ἀνακλώμεναι ἑαυτούς τε ὁρᾶν ποιοῦσι καὶ τὰ παρακείμενα σώματα τοὺς τὰς ὄψεις τοῖς κατόπτροις προσβάλλοντας

    这是一个破格语法(anacoluthon)结构,其主语 αἱ ἐκπεμπόμεναι τῶν ὄψεων ἀκτῖνες 缺乏与之相呼应的主句谓语动词。要么从前一句 ἐπὶ μὲν γὰρ τῆς ἠχοῦς ὁ ἀὴρ ἀνακλᾶται 中补出谓语动词 ἀνακλῶνται,要么理解为主句陈述的内容已被随后的关系从句 αἵτινες ... ποιοῦσι 所吸收。

  2. 1.315πῶς οὖν τινι διαφέρειν ἀλλήλων φησί τινα προβλήματα, ἐν οἷς ἀπαριθμῆσαι προτέθειται τρόπους προβλημάτων ταυτότητος;

    这是一个由 πῶς 引导的疑问句,提出了一个疑难:亚里士多德在明确旨在列举问题相同性(ταυτότης)诸方式的语境中,为何似乎引入了相异性(διαφέρειν)。厄斯特拉提奥斯通过阐释“从属于中介项”的关系实际上通过归结到单一首要原因而确立了更高程度的相同性,从而化解了这一疑难。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4031.tlg001.humanitext-grc1:232.14-234.3