← 尼西亚的欧斯特拉提乌斯

亚里士多德《后分析篇》第二卷注释

§231.4-232.13

基于中项相同性的问题同一性及其三种模式

评注者探讨亚里士多德《后分析篇》98a24,阐明问题的相同性取决于中项的相同性,并结合具体例证解释了三种相同性模式(种上的相同、属上的相同,以及直接与间接关系的相同)。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.312

" Τὰ δ’ αὐτὰ προβλήματά ἐστι." Ἐπειδὴ ὁ μέσος ἐστὶν ὁ τὰ προβλήματα συνιστῶν ὡς αἴτιος αὐτοῖς τῆς ὑπάρξεως, καὶ τὸ ταὐτὰ εἶναι ταῦτα καὶ ἕτερα αὐτὸς ἂν συστήσειεν ὡς αὐτῷ ἑπομένων αὐτῶν1 κατὰ τὸ ταὐτόν τε καὶ ἕτερον, ὡς αὐτὸς ἔχει κατὰ τοῦτο, οὕτως ἐχόντων καὶ αὐτῶν. ταὐτὰ τοίνυν τὰ προβλήματα τριχῶς, ἢ τῷ τὸ αὐτὸ ἔχειν μέσον καὶ αἴτιον, καὶ τοῦτο διχῶς· ἢ γὰρ καὶ εἴδει ταὐτὸν τὸ μέσον ἢ γένει· καὶ τρίτη ταυτότης, ὅταν τὸ αὐτὸ μέσον ἔχοντά τινα προβλήματα μὴ ὡσαύτως ἔχῃ πρὸς αὐτό, ἀλλὰ τὸ μὲν προσεχῶς ἔχῃ μέσον καὶ αἴτιον αὐτό, τὸ δὲ πόρρω, ἤτοι τὸ μὲν ἀμέσως, τὸ δὲ διὰ μέσου ἑτέρου τινός. εἴπωμεν δὲ τούτων καὶ παραδείγματα. διὰ τί ἐν χειμῶνι ῥᾷον πέττομεν; διὰ τί κοιμώμενοι πυκνὸν ἀναπνέομεν; διὰ τί χειμῶνος αἱ πηγαὶ θερμότεραι; ταῦτα γὰρ ἀλλήλων διαφέροντα τῷ ἕτερα ἔχειν τὰ κατηγορούμενα καὶ τὰ ὑποκείμενα, τὸ ταὐτὰ ἀλλήλοις εἶναι ἔχει τῷ αὐτὸ μέσον ἔχειν. πάντων γὰρ τούτων μέσον καὶ αἴτιον ἡ τοῦ θερμοῦ ἀντιπερίστασις, ὅπερ ταὐτὸν τῷ εἴδει ὂν ταὐτὰ τῷ εἴδει ποιεῖ καὶ τὰ προβλήματα, ὧν ἐστι μέσον καὶ αἴτιον. πάλιν διὰ τί ἠχώ; καὶ διὰ τί ἔμφασις ἐν τοῖς κατόπτροις γίνεται; καὶ διὰ τί ἶρις; καὶ ταῦτα γὰρ πάντα δι’ ἀντανάκλασιν. ἀλλ’ ἐκεῖ μὲν ἡ ἀντιπερίστασις τοῦ αὐτοῦ ἦν εἴδους (τοῦ γὰρ θερμοῦ), ἐνταῦθα δ’ ἡ ἀντανάκλασις ἑτέρων τῷ εἴδει· τοῦ γὰρ ἀέρος καὶ τῆς ὄψεως καὶ τῶν ἀκτίνων, ὥστ’ οὐ τῷ εἴδει ἀλλὰ τῷ γένει ἡ αὐτή, καὶ τὰ προβλήματα ὡσαύτως. τοῦ δὲ τρίτου τρόπου τῆς τῶν προβλημάτων ταυτότητος ὁ Νεῖλος παράδειγμα μᾶλλον ῥέων τοῦ μηνὸς φθίνοντος. ἔστι δὴ τὸ πρόβλημα διὰ τί ὁ Νεῖλος μᾶλλον ῥεῖ τοῦ μηνὸς φθίνοντος; διότι χειμεριώτερος φθίνων ὁ μήν· τοῦτο τὸ προσεχὲς μέσον τοῦ τὸν Νεῖλον μᾶλλον ῥεῖν τοῦ μηνὸς φθίνοντος. τούτου δ’ ἔστι πάλιν ἕτερον αἴτιον· διὰ τί δὲ χειμεριώτερος φθίνων ὁ μήν; διότι ἐκλείπει. δύο τοίνυν προβλήματα τὸ διὰ τί ὁ Νεῖλος ῥεῖ μᾶλλον φθίνοντος τοῦ μηνός, καὶ τὸ διὰ τί χειμεριώτερος φθίνων ὁ μήν; ὧν θάτερον τοῦ ἑτέρου μέσον ὂν ὑφ’ ἕτερόν ἐστι μέσον καὶ αἴτιον,2 τὸ τὴν σελήνην ἀπολείπειν φθίνουσαν. ἕτερα δὴ ἀλλήλων καὶ ταῦτα τῷ ἕτερα ἔχειν τὰ κατηγορούμενα καὶ τὰ ὑποκείμενα· ταὐτὰ δ’ ἂν εἴη, ὅτι ὑφ’ ἕνα τὸν πρῶτον μέσον ἀνάγεται, καὶ τὸ μὲν προσεχῶς, τὸ δὲ διὰ μέσου.

“诸问题是相同的。” 既然中项作为诸问题存在的原因建立了它们,那么中项自身也当建立它们的相同与相异,因为诸问题依据相同与相异随从于它,且正如中项自身在此方面如何具有状态,它们自身亦如此具有状态。因此,诸问题相同有三种方式:要么通过拥有相同的中项与原因——这有两种方式,因为中项或者在种上也相同,或者在属上相同——;第三种相同性是:当拥有相同中项的某些问题并不以相同方式对它处于关联,而是一者直接地拥有它为中项和原因,另一者则远隔地拥有,即一者无中介地,另一者通过某种别的中介。让我们也举出这些的例子。为什么我们在冬天更容易消化?为什么我们睡眠时频密地呼吸?为什么冬天的泉水更温暖?因为这些问题通过拥有不同的谓项和主项而彼此相异,却通过拥有相同的中项而拥有彼此相同。因为对于所有这些问题,中项与原因都是热的反向抵抗,它在种上是相同的,使得它作为中项与原因的那些问题在种上也是相同的。又如,为什么有回声?为什么镜中会呈现显象?为什么有虹?因为这一切也都是由于反射。但在前一种情形中,反向抵抗属于相同的种(即属于热),而在这里,反射属于在种上不同的事物:即属于空气、视线与光线,以至于它不是在种上相同而是在属上相同,诸问题亦同样如此。至于诸问题相同性的第三种方式,在月末月亏时尼罗河奔流更甚是一个例子。问题乃是:为什么在月末月亏时尼罗河奔流更甚?因为月亏时的月份更加寒冷;这是尼罗河在月末月亏时奔流更甚的直接中项。但对此又有另一个原因:为什么月亏时的月份更加寒冷?因为[月光]亏损。因此有两个问题:“为什么在月末月亏时尼罗河奔流更甚?”以及“为什么月亏时的月份更加寒冷?”在这两者中,一者虽然是另一者的中项,却从属于另一个中项与原因,即月亮在亏缩时亏损[光芒]。因此这些问题亦通过拥有不同的谓项和主项而彼此相异;但它们会是相同的,乃是因为它们被归结到同一个首要的中项之下,且一者是直接地,另一者是通过中介。

§1.313

"Τὰ δ’ αὐτὰ προβλήματά ἐστι." Τοῦτο ἕτερον περὶ τοῦ μέσου θεώρημα· κἂν γὰρ περὶ τῶν προβλημάτων δοκεῖ ζητεῖν, κατὰ πόσους τρόπους ταὐτά ἐστιν, ἀλλά γε περὶ τοῦ μέσου μᾶλλον ἂν εὔλογον εἴη ταῦτα ἐκδέχεσθαι, πῶς ἐκ τῆς τούτου ταυτότητος ἡ ταυτότης καὶ τοῖς προβλήμασι γίνεται· οὕτω γὰρ ἂν καὶ ὁ λόγος συνεχὴς φαίνοιτο. φησὶ τοίνυν ὅτι τὰ αὐτὰ προβλήματα λέγονται καθ’ ἕνα μὲν τρόπον, ὅταν τὸ αὐτὸ μέσον ἔχωσιν· ἕτερα γὰρ ὄντα ἀλλήλων τοῖς ὅροις, ἐξ ὧνπερ σύγκεινται, τῇ τοῦ μέσου ταυτότητι εἰς ταὐτὸν ἔρχονται. καὶ παράδειγμα τίθησιν τὴν ἀντιπερίστασιν· πολλὰ γάρ ἐστι προβλήματα ὑπὸ ταύτην ὡς αἰτίαν ἀναφερόμενα, οἷον διὰ τί ἡ Μαγνῆτις λίθος ἕλκει ἢ τὸ ἤλεκτρον ἢ ἡ σικύα· ἀντιπερίστασιν γὰρ ἀέρος αἰτίαν τούτων ἁπάντων ὁ Πλάτων ἀποδίδωσιν. καὶ ἔστι τὸ μέσον ἁπάντων τούτων τῷ εἴδει ταὐτόν, ἡ τοῦ ἀέρος ἀντιπερίστασις, διὸ καὶ αὐτὰ τῷ εἴδει ταὐτά.

“诸问题是相同的。” 这是关于中项的另一个定理;因为即使他似乎在就诸问题探讨它们在多少种方式上是相同的,但将这些理解为关于中项会更为合理,即从它的相同性出发,相同性如何亦产生于诸问题;因为唯有如此,论述才会显得连续。因此他说,诸问题在一方面被称为是相同的,乃是当它们拥有相同的中项之时;因为即便因构成它们自身的词项而彼此相异,它们也通过中项的相同性而归结为同一事物。并且他列举反向抵抗作为例子;因为有许多问题被归到作为原因的这一项之下,例如为什么磁石会吸引,或者琥珀或吸杯会吸引;因为柏拉图将空气的反向抵抗归为这一切的原因。而且所有这些事物的中项在种上是相同的,即空气的反向抵抗,因此这些[问题]自身在种上亦是相同的。

语法注2 条
  1. 1.312ὡς αὐτῷ ἑπομένων αὐτῶν κατὰ τὸ ταὐτόν τε καὶ ἕτερον, ὡς αὐτὸς ἔχει κατὰ τοῦτο, οὕτως ἐχόντων καὶ αὐτῶν

    在主句动词 συστήσειεν 之下叠用了两个属格独立结构:首先是 ὡς αὐτῷ ἑπομένων αὐτῶν,说明诸问题(αὐτῶν)在相同与相异上随从于中项(αὐτῷ)这一理由;其次是与 ὡς αὐτὸς ἔχει κατὰ τοῦτο 形成呼应的 οὕτως ἐχόντων καὶ αὐτῶν,进一步规定“正如中项自身在此方面如何具有状态,诸问题自身亦同样具有状态”。

  2. 1.312ὧν θάτερον τοῦ ἑτέρου μέσον ὂν ὑφ’ ἕτερόν ἐστι μέσον καὶ αἴτιον

    关系代词 ὧν 的先行词是前文的“两个问题”(δύο προβλήματα)。分词短语 τοῦ ἑτέρου μέσον ὄν 起让步或限定作用(“两问题中之一者虽是另一者的中项”),引向主节谓语 ὑφ’ ἕτερόν ἐστι μέσον καὶ αἴτιον(“却处于另一中项与原因之下”)。句末的不定词短语 τὸ τὴν σελήνην ἀπολείπειν φθίνουσαν 则是对这一“另一原因”的具体同格说明。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4031.tlg001.humanitext-grc1:231.4-232.13