- 底本
- Eustratius, In Analyticorum Posteriorum Librum Secundum Commentarium. Commentaria in Aristotelem Graeca XXI.1, ed. M. Hayduck, Berlin: Reimer 1907, pp. 1-270. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4031.tlg001.humanitext-grc1:229.16-231.3
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
注解亚里士多德《后分析篇》98a13–22,梳理了以前人流传具名之属为中间项的第一种方式的范围,继而阐明另外两种方式:其二是偶性或情态作为共通者(如有角作为拥有重瓣胃的原因),其三是无共通名称而通过类比达成一性的事物(骨、鱼刺、乌贼骨)及其充当中间项的功能。
" Νῦν μὲν οὖν κατὰ τὰ παραδεδομένα κοινά." Τοῦτο διττῶς ἐστιν ἐκλαβεῖν· ἢ γὰρ ὡς τῷ ἄνω συνεχὲς μόνον, οὐ μὴν δὲ καὶ τοῦ κάτωθεν ἐχόμενον, ἀλλ’ εἶναι ἄλλην ἀρχὴν ἀπὸ τοῦ ‘δεῖ δὲ μὴ μόνον ἐπὶ τούτων σκοπεῖν’. καὶ ἔσται οὕτω νοούμενον ὅτι ταῦτα δὴ λέγομεν ὡς ἐπὶ γενῶν, ὧν ὀνόματα παρὰ τῶν πρὸ ἡμῶν εὑρίσκομεν παραδεδομένα. κοινὰ γὰρ ὀνόματα τὰ γενικά φησιν. ὡς ἐλλείπειν τῷ λόγῳ ὅτι τὸ αὐτὸ λέγομεν,1 κἂν μὴ ᾖ ὀνόματα τοῖς γένεσιν κείμενα, ἀλλ’ ἡμᾶς δέῃ ὀνοματοθετεῖν, ἢν ἴσως λόγοι ὦσιν ἀντ’ ὀνομάτων τοῖς γένεσι κείμενοι, ὡς δεῖν καὶ ἐπὶ τῶν τοιούτων ἐκ διαιρέσεων ἢ ἀνατομῶν ἴσως εὑρίσκειν τὰ παντὶ τῷ γένει ἑπόμενα, καὶ διὰ μέσου τοῦ γένους ταῦτα κατὰ τῶν ὑπ’ αὐτὸ συνάγειν εἰδῶν. ἢ οὖν οὕτως ἢ ὅτι μέχρι μὲν τούτου περὶ τῶν παραδεδομένων εἴρηται κοινῶν ὡς γενῶν, ἃ καὶ συνήθη ἐστὶ τοῖς πᾶσιν, ὅτι κοινά ἐστι, καὶ τὴν περὶ αὐτῶν ἔννοιαν ὡς κοινῶν τοῖς ὑπ’ αὐτὰ πᾶσιν εἴδεσιν ἔχουσιν ἅπαντες, οἷς λογικῆς θεωρίας ὁπωσοῦν ἐν ἕξει ἐλθεῖν ἐξεγένετο, καὶ ἐφεξῆς εἶναι τὸν δεύτερον τρόπον τῆς τοῦ αἰτίου καὶ μέσου εὑρέσεως.
“因此,目下是依照流传下来的共通事物。” 这可以从两方面来理解:因为或者它仅仅与上文相连,决不与下文相续,而是从“但不应当仅就这些事物进行考察”起另为一个开端。若如此理解,意思就会是:我们固然是针对诸属而言说这些的,我们发现它们的名字是由前人流传下来的。因为他称属的名字为“共通名字”。因而论述中所省略的乃是:即使诸属并未设定名字,而是需要我们来命名,或者即便诸属所设定的是定义而非名字,我们也同样言说这一点,以至于在这些情形中也必须通过划分或者解剖找出随从于整个属的属性,并且借助属作为中间项将这些属性推论归属于其下的诸种。因此,或者如此;或者意思是,迄今为止所谈及的流传下来的共通事物是作为诸属,它们对所有人而言皆熟知其为共通的,并且凡以任何方式得以获得理性思辨习性的人,都对它们拥有作为对其下一切诸种皆共通的概念,而接下来则是探寻原因和中间项的第二种方式。
"Δεῖ δὲ μὴ μόνον ἐπὶ τούτων σκοπεῖν." Ὅπερ, φησί, ἐπὶ τῶν γενῶν πεποιήκαμεν μέσα τιθέντες αὐτὰ τῶν τε καθόλου ἑπομένων αὐτοῖς καὶ τῶν ὑπ’ αὐτὰ εἰδῶν, οὐ μόνον ἐπὶ τούτων δεῖ ποιεῖν, ἀλλὰ κἄν τι κοινὸν ἕτερον φανῇ πλείοσιν ὑπάρχον εἴδεσιν, ὅπερ οὐχ ὡς γένος ἔχει τὸ εἶναι κοινόν, ἀλλ’ ὡς συμβεβηκός τι καὶ πάθος, δεῖ καὶ τοῦτο ἐκλαμβάνοντα ἤτοι ἐκτιθέμενον,2 ὥσπερ καὶ τὸ γένος ἐκτέθειται, ζητεῖν καὶ ἐπὶ τούτου, τίσι τοῦτο ἀκολουθεῖ καὶ τίνα τούτῳ ἕπεται· ὡς εἶναι καὶ τοῦτο μέσον τῶν οἷς τε ἕπεται καὶ τῶν ἑπομένων αὐτῷ. τίθησιν δὲ καὶ παράδειγμα " Οἷον τοῖς κέρατα ἔχουσι τὸ ἔχειν ἐχῖνον." Ἔστω, φησί, τὸ ὑπάρχον πλείοσιν οὐχ ὡς γένος, ἀλλ’ ὡς συμβεβηκός τι καὶ πάθος, τὸ ἔχειν κέρατα. ὑπάρχει δὲ τοῦτο βουσὶ καὶ αἰξὶ καὶ προβάτοις. τούτῳ δὴ ἕπεται τὸ ἔχειν ἐχῖνον ἢ τὸ μὴ ἀμφόδουν εἶναι. εἰ οὖν τις ἔροιτο, διότι βουσὶ καὶ προβάτοις καὶ αἰξὶν ὑπάρχει τὸ ἔχειν ἐχῖνον ἢ τὸ μὴ ἀμφόδοντα εἶναι, διὰ τὸ ἔχειν κέρατα φήσομεν.
“但不应当仅就这些事物进行考察。” 他说,我们通过将诸属设定为既介于普遍随从于它们的属性又介于其下诸种之间的中间项而对诸属所做的事情,不仅应当对这些事物做,而且即使显现出有属于多个种的某种其他共通之物——它具有共通性并非作为属,而是作为某种偶性与情态——,也必须选取该事物,即将其列出(正如属已被列出那样),并在它的情形中同样探讨:它随从于什么,又有哪些属性随从于它;从而使它也成为既介于它所随从者又介于随从于它者之间的中间项。他还给出了一个例子: “例如对于有角者而言拥有重瓣胃。” 他说,设属于多个事物并非作为属、而是作为某种偶性与情态的事物为“拥有角”。这属于牛、山羊和绵羊。随从于此的正是“拥有重瓣胃”或者“非两颌皆有齿”。如果有人询问,为什么拥有重瓣胃或非两颌皆有齿会属于牛、绵羊和山羊,我们就会说,这是由于拥有角。
"Ἔτι δ’ ἄλλος τρόπος ἐστὶ κατὰ τὸ ἀνάλογον." Ἔστι, φησί, καὶ τρίτος τις τρόπος τοῦ ἐκφέρειν καὶ αἰτιολογεῖν τὰ προβλήματα ἕτερος παρὰ τοὺς προειρημένους· οὗτος δέ ἐστιν ὁ κατὰ τὸ ἀνάλογον. ἔστι δὲ ὁ τρόπος οὗτος, ὁπόταν ᾖ τι ἔν τισι διαφόροις κατ’ εἶδος θεωρούμενον· καὶ ἓν μὲν οὐκ ἔστι κατὰ τι ὄνομα καὶ λόγον τὸν κατὰ τοὔνομα, ἵν’ εἴη καὶ ὡς γένος κοινὸν τοῖς αὐτοῦ μετέχουσιν εἴδεσιν, ἔχει δὲ τὸ ἓν καὶ τὸ κοινὸν κατὰ ἀναλογίαν τινά, ὥσπερ τὸ σήπιον καὶ τὸ ὀστοῦν καὶ ἡ ἄκανθα. τούτων γὰρ τὸ μὲν σηπίᾳ τὸ δ’ ἰχθύσι, τὸ δ’ ἵπποις καὶ βουσὶ καὶ ὄνοις καὶ πολλοῖς ζῴοις ἑτέροις ὑπάρχον κατὰ ἀναλογίαν τὸ κοινὸν ἔχουσιν. ὃν γὰρ λόγον ἔχει ἐν σηπίᾳ τὸ σήπιον, τὸν αὐτὸν ἡ ἄκανθα ἐν ἰχθύϊ καὶ ἐν ἵππῳ καὶ βοῒ τὸ ὀστοῦν·3 ἐρειστικὸν γὰρ ἕκαστον τῇ τῆς σαρκὸς μαλακότητι.
“此外还有另一种依照类比的方式。” 他说,提出问题并说明原因还有第三种方式,不同于前面所说的诸种方式;而这正是依照类比的方式。这种方式发生在:当某种东西在几个在种上相异的事物中被观察到,并且它依据某种名称以及符合名称的定义并不是一——从而不至于对于分有它的诸种而言也是共通的属——,但依照某种类比而具有一性与共通性时,就像乌贼骨、骨与鱼刺一样。因为在这些之中,一者属于乌贼,另一者属于鱼类,另一者属于马、牛、驴和许多其他动物,它们依照类比而具有共通性。因为乌贼骨在乌贼中所具有的关系,鱼刺在鱼中以及骨在马和牛中同样具有;因为每一者都是对肉的柔软性的支撑。
"Ἔστι δὲ ἑπόμενον καὶ τούτοις." Ἕπεται δέ, φησί, τοῖς ζῴοις τι διὰ μέσου τοῦ ἀνάλογον, ὥσπερ μιᾶς τινος φύσεως τούτου ὄντος τοῦ πράγματος, λέγω δὴ τοῦ ἀνάλογον. ὡς γὰρ ἐν ἐκείνοις τὸ γένος ἢ τὸ πάθος ἕν τι κοινὸν ὑπάρχον τοῖς αὐτοῦ μετέχουσιν εἴδεσιν τὰ αὐτῷ ἑπόμενα διὰ μέσου ἑαυτοῦ ἐπεχωρήγει, οὕτω κἀνταῦθα τὸ ἀνάλογον τὰ αὐτῷ ἑπόμενα χορηγεῖ τοῖς αὐτοῦ μετέχουσι· κἂν τις ἔρηται, διὰ τί τῇ σηπίᾳ ἡ σὰρξ ἐρείδεται ἢ τῷ ἰχθύϊ ἢ τῷ ἵππῳ, διὰ τὸ σήπιον, διὰ τὴν ἄκανθαν, διὰ τὸ ὀστοῦν ἐροῦμεν.
“并且在这些事物上亦有随从的属性。” 他说,通过类比的事物作为中间项,某种属性随从于这些动物,仿佛这个事物(我指类比的事物)具有某种单一的本性一样。因为正如在先前的情形中,属或情态作为属于分有它的诸种的某一共通事物,通过自身作为中间项而提供了随从于它的属性,在这里类比的事物同样向分有它的事物提供了随从于它的属性;如果有人询问,为什么在乌贼、鱼或马身上肉会得到支撑,我们将说:由于乌贼骨、由于鱼刺、由于骨。
- 1.307ὡς ἐλλείπειν τῷ λόγῳ ὅτι τὸ αὐτὸ λέγομεν
由 ὡς 搭配不定式(ἐλλείπειν)构成的结果或解释性结构。在第一种解释下,它表示在亚里士多德简练的文句背后省略或预设了(由 ὅτι 引出)“即便属没有确立的名称也同样适用”这一论述内容。
- 1.308δεῖ καὶ τοῦτο ἐκλαμβάνοντα ἤτοι ἐκτιθέμενον
非人称动词 δεῖ 支配不定式 ζητεῖν,其隐含的主语(指一般的探讨者)由宾格分词(ἐκλαμβάνοντα ἤτοι ἐκτιθέμενον)充当,构成宾格加不定式结构的逻辑主语。
- 1.310ὃν γὰρ λόγον ἔχει ἐν σηπίᾳ τὸ σήπιον, τὸν αὐτὸν ἡ ἄκανθα ἐν ἰχθύϊ καὶ ἐν ἵππῳ καὶ βοῒ τὸ ὀστοῦν
由关系从句(ὃν ... λόγον ἔχει ...)与主句(τὸν αὐτὸν [λόγον ἔχει] ...)相呼应的关联结构。主句中省略了动词 ἔχει 与名词 λόγον,由两个主语(ἡ ἄκανθα、τὸ ὀστοῦν)及其各自的介词短语形成对称并列。
