- 底本
- Eustratius, In Analyticorum Posteriorum Librum Secundum Commentarium. Commentaria in Aristotelem Graeca XXI.1, ed. M. Hayduck, Berlin: Reimer 1907, pp. 1-270. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4031.tlg001.humanitext-grc1:22.1-22.36
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
埃乌斯特拉提乌斯通过亏蚀与谐音的实例说明了“是什么”与“为何存在”如何归结于同一中项,梳理了它们与探求的四种方式的对应关系,并阐述了在证明理论中定义的研究何以与中项同等不可或缺。
στέρησις φωτὸς ἀπὸ σελήνης ὑπὸ γῆς ἀντιφράξεως. καὶ διὰ τί ἡ σελήνη ἐκλείπει; διὰ τὸ ἀπολείπειν τὸ φῶς ἀπ’ αὐτῆς, ἀντιφραττούσης τῆς γῆς. καὶ αὖθις ἐπὶ τῆς συμφωνίας· τί ἐστι συμφωνία; λόγος ἀριθμῶν ἐν ὀξεῖ καὶ βαρεῖ. διὰ τί συμφωνεῖ τόδε τι ὀξὺ ὂν τῷ ψόφῳ ἢ τῇ φωνῇ πρὸς ἕτερόν τι βαρύ; διὰ τὸ λόγον ἔχειν ἀριθμῶν τὸ ὀξὺ καὶ τὸ βαρύ. ταῦτα δὲ καὶ κατὰ τοὺς τέσσαρας τρόπους τῶν ζητημάτων ζητηθῆναι ἐνδέχεται, εἰ πρότερον μὲν καθ’ ἑαυτὰ λάβωμεν, εἰ εἰσὶ καὶ τί εἰσιν, ἔπειτα ὡς ἐν ἑτέρῳ ἔχοντα τὸ εἶναι τὰ ὑποκείμενα ζητοῦντες1 εἰ τοιάδε τινά εἰσιν, οἷον ἆρ’ ἐστὶ συμφωνία ἐν ὀξέσι καὶ βαρέσι, καὶ ἆρ’ ἐστὶν ἐν ἀριθμοῖς ὁ λόγος αὐτῶν, λαβόντες δὲ τὸ εἶναι, τίς ἐστιν ὁ λόγος οὗτος ζητήσωμεν· οἷον ὅτι ἐπίτριτος ὡς ἐπὶ τοῦ διὰ τεσσάρων, ἢ ἡμιόλιος ὡς ἐπὶ τοῦ διὰ πέντε, ἢ διπλάσιος ὡς ἐπὶ τοῦ διὰ πασῶν, ἢ τετραπλάσιος ὡς ἐπὶ τοῦ δὶς διὰ πασῶν. τὸ αὐτὸ δὴ καὶ ἐπὶ τῆς ἐκλείψεως· ἆρ’ ἔστιν ἔκλειψις, καὶ τί ἐστιν ἔκλειψις; ὅταν δὲ τὰ ὑποκείμενα τούτοις λαβόντες εἰ τούτοις ταῦτα ὑπάρχει ζητῶμεν, τότε πρῶτον μὲν τὸ ὅτι ταῦτά ἐστιν ἐν ἐκείνοις ζητοῦμεν, ταὐτὸν δὲ εἰπεῖν εἰ ἐκεῖνα τούτοις πεποίωται, οἷον τὸ ὀξὺ καὶ τὸ βαρὺ τῇ συμφωνίᾳ, καὶ ἡ σελήνη τῇ ἐκλείψει. τοῦτο δὲ λαβόντες ζητοῦμεν τὸ διότι. καὶ ἕτερον δέ τι τούτων λεγομένων συναναφαίνεται, οὐδὲν ἧττον ἀναγκαῖον τυγχάνον, ὅτι ἑπομένως καὶ προσφυῶς μάλιστα τῇ περὶ ἀποδεικτικῆς ἐπιστήμης διδασκαλίᾳ καὶ ὁ περὶ τοῦ ὅρου λόγος παραλαμβάνεται. εἰ γὰρ τὸ μέσον καὶ αἴτιον οὐ τοῦ συμπεράσματος μόνον ἀλλὰ δὴ καὶ τοῦ πράγματος ἀναγκαίως ἐν τῇ ἀποδείξει παραλαμβάνεται, τοιοῦτον δὲ καὶ ὁ ὅρος, ἀναγκαῖον καὶ περὶ ὅρου ἀποδοῦναι τὸν περὶ ἀποδεικτικῆς ἐπιστήμης διδάσκοντα, καὶ τοσοῦτον ὅσον τῇ ἀποδείξει συμβάλλεται. αἱ μὲν γὰρ κοιναὶ ἔννοιαι νοῦ ὑπάρχουσαι ἀπηχήματα, οὐδεμιᾶς δέονται βασάνου οὐδὲ λόγου τινός, ἢ ὅσον παραθέσεώς τινος βραχείας, ὥστε ἀνεγεῖραί τε καὶ ἀνάψαι τὸ ἐγκεκαλυμμένον καὶ βεβυσμένον ἐν ἡμῖν τῆς νοερᾶς δυνάμεως ἐμπύρευμα· οἱ δέ γε ὅροι ἐπιστήμης δέονται καὶ βασάνου πλείονος καὶ πραγματείας οὐ τῆς τυχούσης, ἵνα δῆλοι γένωνται καὶ τὰς τῶν ὁριστῶν οὐσίας δι’ ἑαυτῶν παραστήσωσι. διὰ τοῦτο περὶ ἐκείνων διδασκαλίας οὐκ ἔδει τῷ περὶ ἀποδείξεως εἰσομένῳ,2 περὶ δέ γε τῆς τῶν ὅρων θεωρίας καὶ μάλιστα. ἀναγκαίως ἄρα τῷ περὶ ἀποδείξεως λόγῳ ὁ περὶ τοῦ ὅρου συντέτακται. καὶ ἵνα τοῦτο καὶ ὁ Ἀριστοτέλης ἐνδείξηται, τούτου ἕνεκεν τὸν περὶ τοῦ μέσου καὶ αἰτίου λόγον εἰς μέσον προέθετο. μήποτε δὲ διὰ τοῦτο περὶ ὅρου ἀναγκαῖον ἦν εἰπεῖν,3 διότι καὶ περὶ τοῦ μέσου, καθάπερ ἐξ ἀρχῆς εἴρηται.
是由于地球的遮挡而使得月亮失去光芒。而为什么月亮会亏蚀?是因为当地球遮挡时,光芒离开了它。关于谐音也是同样:谐音是什么?是高音与低音中数的比例。为什么在声响或发声中作为高音的这一个,会与作为低音的另一个相协和?是因为高音与低音具有数的比例。而且这些事物也能够按照探求的四种方式被探求:如果我们首先依自体把握它们“是否存在”以及“是什么”,接着,作为在它物中具有其存在的事物,我们探求基体是否具有如此这般的性质,例如高音与低音中是否存在谐音,以及它们的比例是否在数之中;而把握了其存在之后,我们探求这比例究竟是什么:例如,像在四度音程中那样是三分之一增比(4:3),或者像在五度音程中那样是二分之一增比(3:2),或者像在八度音程中那样是二倍比(2:1),或者像在双八度音程中那样是四倍比(4:1)。关于亏蚀也是完全相同的:亏蚀“是否存在”,以及亏蚀“是什么”。而当我们把握了这些事物的基体,探求这些事物是否属于这些基体时,那时我们首先探求的是这些事物在那些基体之中存在,换言之,即那些基体是否被这些事物所赋性,例如高音与低音被谐音所赋性,以及月亮被亏蚀所赋性。而在把握了这一点之后,我们探求“为何存在”。此外,随着这些论述的展开,另一件同样必然的事情也一同显现出来:即与关于证明性知识的教学紧密相随且极其切合地,关于定义的论述也被引入了进来。因为,如果不仅是结论的原因、而且确实也是事物本身的原因的中项必然在证明中被引入,而定义也是如此之物,那么教授证明性知识的人必然也要阐明定义,并且阐明到它对证明有所助益的程度。因为共通概念作为理智的余音,不需要任何检验或任何论述,或者仅仅需要某种简短的提示,以便唤醒并点燃我们内部被遮蔽和埋藏的理智潜能的火种;然而定义则需要知识、更多的检验以及非同寻常的研究,以便它们变得明了,并通过自身展示被定义物的本质。因此,对于将要认识证明的人而言,并不需要关于前者的教学,但关于定义理论的〔教学〕则极其需要。因此,关于定义的论述必然与关于证明的论述结合在一起。而为了亚里士多德也表明这一点,正因为此,他将关于中项和原因的论述提了出来。或者毋宁说,之所以必然论及定义,乃是因为也必然论及中项,正如从一开始所说的那样。
- 1.20ἔπειτα ὡς ἐν ἑτέρῳ ἔχοντα τὸ εἶναι τὰ ὑποκείμενα ζητοῦντες
在条件句的结构中,前半句由虚拟式动词 εἰ ... λάβωμεν 构成,而接续的后半部分却使用了分词 ζητοῦντες,构成了破格句法(anacoluthon)。在意义上它相当于虚拟式 ζητῶμεν,并与随后的 ζητήσωμεν 相呼应,描述连续的探求过程。
- 1.20τῷ περὶ ἀποδείξεως εἰσομένῳ
由无人称结构 οὐκ ἔδει 所支配的与格;将来时分词 εἰσομένῳ 表意图或目的(“对于将要认识证明的人而言”),在句中充当逻辑主语或关涉与格。
- 1.20μήποτε δὲ διὰ τοῦτο περὶ ὅρου ἀναγκαῖον ἦν εἰπεῖν
小词 μήποτε 在此用于独立主句中并与未完成过去时直陈式(ἦν)连用,是一种习惯用法,表示委婉的推测或新的提议(“或者毋宁说……”)。
