- 底本
- Eustratius, In Analyticorum Posteriorum Librum Secundum Commentarium. Commentaria in Aristotelem Graeca XXI.1, ed. M. Hayduck, Berlin: Reimer 1907, pp. 1-270. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4031.tlg001.humanitext-grc1:228.7-229.15
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
注疏者解释了亚里士多德借助字母论证属的普遍中介作用的段落(98a7–98a12),并结合划分法说明了问题中的主词为何被设定为种而非个体或最高属。
" Δῆλον γὰρ ὅτι ἕξομεν ἤδη λέγειν." Ἐὰν οὕτω, φησί, ποιῶμεν καὶ κατὰ διαίρεσιν προϊόντες ἐκλεγώμεθα ἀεὶ τὰ τοῖς γένεσιν ἑπόμενα, δῆλόν ἐστιν ὅτι εὐπορήσομεν αἰτίων καὶ μέσων, δι’ οὓς1 τοῖς εἴδεσιν ὑπάρχει τὰ τοῖς γένεσι καθόλου ἑπόμενα. κοινὸν δὲ λέγει τὸ γένος, καὶ τὰ ὑπὸ τὸ κοινὸν τὰ εἴδη. διὰ τί γὰρ τοῖς εἴδεσιν ὑπάρχει τὰ τῷ γένει ἑπόμενα, λέγειν ἕξομεν ἐκ τῆς εἰρημένης μεθόδου, τὸ γένος μέσον τιθέμενοι τῶν τε εἰδῶν καὶ τῶν ἑπομένων αὐτῷ. διὰ τί γὰρ ἀνθρώπῳ ἢ ἵππῳ καὶ τοῖς ὑπὸ τὸ ζῷον ἁπλῶς ὑπάρχει τὰ τῷ ζῴῳ ἑπόμενα, λέγειν ἕξομεν τὸ ζῷον μέσον λαμβάνοντες.
“因为显然我们随即就能够说明。” 他说,如果我们这样做,并在依照划分前进的过程中始终选取随从于诸属的属性,显然我们就会充足地拥有原因和中间项,普遍随从于诸属的属性正是通过它们而属于诸种的。他称属为“共同的”,称诸种为“从属于共同者之下的”。因为随从于属的属性为何属于诸种,我们将能够根据上述方法来说明,只要将属设定为介于诸种与随从于它的属性二者之间的中间项。因为随从于动物的属性为何属于人或马以及径直属于从属于动物之下的事物,我们将能够通过把动物作为中间项来加以说明。
"Ἔστω δὴ ζῷον ἐφ’ οὗ Α." Παραδίδωσι καὶ ἐπὶ στοιχείων τὸ εἰρημένον δηλῶν καὶ ἐντεῦθεν τὸ καθολικὴν εἶναι τὴν παραδεδομένην ταυτηνὶ μέθοδον. καὶ ἔστω, φησί, τὸ γένος οἷον τὸ ζῷον ἐφ’ οὗ Α, τὰ δὲ ἑπόμενα τῷ ζῴῳ, ἃ ζητοῦνται διὰ τί τοῖς αὑτοῦ ὑπάρχουσιν εἴδεσι, τὸ Β, τὰ δὲ εἴδη τοῦ ζῴου, τὰ ΓΔΕ. διὰ τί οὖν τῷ Δ, ἤτοι τῷ εἴδει τῷδε τοῦ ζῴου, ὑπάρχει τὸ Β, τὰ ἑπόμενα τῷ ζῴῳ; φανερὸν γάρ ἐστιν ὅτι διὰ τὸ Α, τουτέστι τὸ ζῷον. ἔστι δὴ μέσον τὸ Α, μεῖζον ἄκρον τὸ Β, ἔλαττον τὸ Δ.
“设动物为Α。” 他也用字母来传授上述内容,由此表明所传授的这种方法是普遍的。他说,设属(例如动物)为Α,设随从于动物的、且探求其为何属于其自身诸种的属性为Β,设动物的诸种为Γ、Δ、Ε。那么,为什么Β,即随从于动物的属性,会属于Δ,即动物的这一个种?因为显然这是由于Α,也就是动物。因此,中间项是Α,大极项是Β,小极项是Δ。
"Ὁμοίως δὲ καὶ τοῖς ἄλλοις." Ἐπειδὴ τὸ Δ λαβὼν ἐπὶ τῆς τοῦ διὰ τί ἀποδόσεως ὡς ἐφ’ ἑνὸς εἴδους τὸν λόγον πεποίηκε, διὰ τοῦτο οὕτως ἐπήνεγκεν· ὡς γὰρ ἐπὶ τοῦ Δ, φησίν, ὁμοίως καὶ ἐπὶ τοῦ Γ καὶ τοῦ Ε.
“对于其余各项亦同样如此。” 由于他在给出“为什么”时选取了Δ,如同针对一个种那样进行了论述,因此他这样补充道:因为他说,正如在Δ的情形中一样,在Γ和Ε的情形中亦同样如此。
"Καὶ ἀεὶ ἐπὶ τῶν ἄλλων ὁ αὐτὸς λόγος." Τὸ αὐτό, φησίν, ἁρμόσει καὶ ἐπὶ τῶν ἄλλων γενῶν καὶ εἰδῶν καὶ τῶν ἑπομένων· ἀεὶ γὰρ τὸ γένος μέσον τιθέντες τὰ τούτῳ ἑπόμενα κατὰ τῶν αὑτοῦ εἰδῶν συνάξομεν. διὰ τί δὲ ὡς περὶ εἴδους ὑποκειμένου ἐν τῷ προβλήματι καὶ οὔθ’ ὡς περὶ γένους οὔτε μὴν ὡς ἀτόμου τὸν λόγον πεποίηκεν· ἢ ὅτι οὐ περὶ ἀτόμου μέν, ἐπειδὴ τῶν καθόλου ἡ ἐπιστήμη, οὐ τῶν καθ’ ἕκαστα· περὶ δὲ γένους οὐχί· περιείχετο γὰρ ἂν καὶ τὸ γενικώτατον,2 τοῦτο δὲ ἀρχὴ καὶ κατηγορούμενον καὶ οὔτε ὑφ’ ἕτερον οὔτε διαιροῦν, ἀλλὰ διαιρούμενον, ὥστ’ οὐδ’ ἑπόμενόν τι μετὰ πολλῶν ἑτέρων ἔχον ἐνυπάρχον αὐτῷ οὔτε κοινόν τι αὐτῷ καὶ ἑτέροις, δι’ οὗ μέσου ὑπάρξει αὐτῷ τὸ ἑπόμενον. οὕτω δὲ ἐκ τῆς διαιρέσεως τὰ κοινὰ τῷ γένει εὑρήσομεν. εἰ γὰρ εἴη τυχὸν περὶ ζῴων ἡ θεωρία, τὴν οὐσίαν διέλωμεν εἰς ἔμψυχον καὶ ἄψυχον, καὶ τὸ ζῷον εὑρήσομεν εἰς τὸ ἔμψυχον· εἶτα τὴν οὐσίαν τὴν ἔμψυχον εἰς τὸ αἰσθητικὸν καὶ τὸ ἀναίσθητον, καὶ ἐν τῷ αἰσθητικῷ τὸ ζῷον εὑρήσομεν· εἶτα τὸ αἰσθητικὸν ἢ εἰς τὸ καθ’ ὁρμὴν καὶ ὄρεξιν κινητὸν καὶ εἰς τὸ μή, κἀν τῷ οὕτω κινητῷ τὸ ζῷον ἔσται. καὶ οὕτως εὑρόντες τὰ παντὶ τῷ προκειμένῳ γένει ἑπόμενα δι’ αὐτοῦ μέσου καὶ τοῖς ὑπ’ αὐτὸ εἴδεσιν ὑπάρχειν ταυτὶ φήσομεν. ταὐτὸ δὲ καὶ ἐπὶ τῶν προσεχῶν εἰδῶν τοῦ γένους ποιεῖν δεῖ.
“对于其余各项始终是同一个论述。” 他说,同样的事理也适用于其余的属、种以及随从的属性;因为只要始终将属设定为中间项,我们就将随从于该属的属性推论归属于其自身的诸种。然而,他为何将论述表述为仿佛是针对问题中作为主词的种,而既非针对属,亦决非针对个体呢?毋宁说是因为:一方面并非针对个体,是因为科学知识关涉普遍者,而非关涉个别事物;另一方面并非针对属,是因为[若针对属]最普遍的属也将被包含在内,而这是本原和谓项,既不在另一物之下,亦非划分者,而是被划分者,以至于它既没有任何随从的属性同许多其他事物一起固有于其中,亦没有任何对其自身与其他事物共通的属性,能借由该共通属性作为中间项而使随从的属性属于它。而通过划分,我们将在属上找到这些共通属性如下:因为设若考察关涉动物,我们将实体划分为有生气的和无生气的,并且将在有生气者中发现动物;随后将有生气的实体划分为有感觉的与无感觉的,并且将在有感觉者中发现动物;随后将有感觉者划分为能够依冲动与欲望运动的以及非如此的,而动物将存在于如此运动者之中。并且像这样找出随从于整个所提出的属的属性之后,我们将说这些属性也是借由该属自身作为中间项而属于其下的诸种的。并且对于该属的邻近诸种,也必须依此行事。
- 1.303δι’ οὓς
阳性宾格复数关系代词 δι’ οὓς 的先行词是前文的中性名词短语 αἰτίων καὶ μέσων。在形态上本应预期为中性 δι’ ἅ,此处使用阳性形式是依意结合,受到了中间项(μέσοι ὅροι)或原因(αἴτιοι)等概念的语法牵引。
- 1.306περιείχετο γὰρ ἂν καὶ τὸ γενικώτατον
这是由小词 ἄν 与未完成过去时直陈式 περιείχετο 构成的非真实条件句结论从句。上下文中省略了条件从句“如果他是针对属来论述的话,那么最普遍的属也将被包含在内”。
