← 尼西亚的欧斯特拉提乌斯

亚里士多德《后分析篇》第二卷注释

§226.19-228.6

通过从属到种的划分寻找中间项

厄斯特拉提奥斯解释了亚里士多德在《后分析篇》卷二第14章(98a1–98a4)中提出的把握问题和寻找中间项的方法,特别是利用共同的属和划分的第一种方式,阐明了从上位属经由相近的中间种直至最下层种的过程。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.299

" Πρὸς δὲ τὸ ἔχειν τὰ προβλήματα ἐκλέγειν δεῖ." Ἐπειδὴ συχνῶς οἱ ἄνθρωποι πρὸς ἀλλήλους προβλήματα φυσικὰ προτιθέασιν αἰτίας ζητοῦντες τοῦ τόδε τῷδε ὑπάρχειν, ὧν ἀποδιδομένων1 ἀπόδειξις γίνεται, μέθοδον ἡμῖν ἐνταῦθα παραδίδωσι τοῦ εὐπορεῖν μέσων ἐν ταῖς τοιαύταις τοῦ διὰ τί ἐρωτήσεσιν. ἔστι δὲ ἡ μέθοδος τριττή· ἢ γὰρ ἀπὸ γένους ἢ ἀπὸ πάθους ἢ ἀπὸ τοῦ ἀνάλογον, ἢ ὡς γένους λαμβανομένου αἰτίου καὶ μέσου τοῦ τόδε τῷδε ὑπάρχειν, ἢ πάθους ἢ τοῦ ἀνάλογον. πῶς δὲ τούτων ἕκαστον ἔσται, ὁ λόγος δηλώσει. λέγει τοίνυν ὅτι πρὸς τὸ ἔχειν τὰ προβλήματα δεῖ ἐκλέγειν, τουτέστι πρὸς τὸ ἐκφράζειν καὶ αἰτιολογεῖν τὰ προτιθέμενα προβλήματα δεῖ διαλέγειν, τουτέστιν ἀνερευνᾶν τάς τε ἀνατομὰς καὶ τὰς διαιρέσεις ὡς εὐπορίαν ἐχούσας ἡμῖν τῆς τοῦ μέσου ἀποδόσεως.

“为了把握问题,必须选取。” 由于人们经常相互提出自然方面的问题,探求某物属于某物的原因,一旦给出这些原因就会产生证明,因此他在此向我们传授一种方法,以便在此类“为什么”的提问中丰富中间项。这种方法有三种:即或者来自属,或者来自受动属性,或者来自依比例者,也就是把属、受动属性或依比例者作为某物属于某物的原因和中间项来把握。而这些中的每一种将如何进行,论述将会说明。因此他说,为了把握问题必须选取,也就是说,为了表述被提出的问题并为其说明原因,必须挑选和选取,即探求剖析与划分,因为它们使我们在给出中间项时充足无缺。

§1.300

"Οὕτω δὲ ἐκλέγειν ὑποθέμενον τὸ γένος τὸ κοινόν." Εἰπὼν ὅτι αἱ ἀνατομαὶ καὶ αἱ διαιρέσεις εἰς εὐπορίαν τοῦ μέσου συμβάλλονται ἐν τοῖς προτιθεμένοις προβλήμασι, τοῦτό τε διδάσκει πῶς ἔσται, καὶ ἅμα τοὺς εἰρημένους τρόπους παραδίδωσι, καὶ πρῶτον τὸν ἀπὸ τοῦ γένους, εἰς ὃν καὶ μάλιστα ἡ διαίρεσις συντελεῖ· σαφέστερος γὰρ οὗτος ἡμῖν καὶ τῶν λοιπῶν εὐμαθέστερος. καὶ δεῖ ἀπὸ τῶν τοιούτων ἀπάρχεσθαι τὸν διδάσκοντα, προοδοποιεῖν δυναμένων καὶ τοῖς ἑξῆς γίνεσθαι. προτιθεμένου τοίνυν προβλήματος, ἐν ᾧ ζητεῖται διὰ τί τόδε τῷδε ὑπάρχει, δεῖ τὸ γένος ὑποθέσθαι τὸ κοινὸν αὐτῷ τε τῷ ὑποκειμένῳ ἐν τῷ προβλήματι καὶ τοῖς ὁμογενέσιν αὐτῷ εἴδεσι, καὶ ἐξεταζέσθω ποῖα καθόλου τούτῳ τῷ γένει ὑπάρχει, ὡς τοῦ τῷ προκειμένῳ εἴδει καὶ πᾶσι τοῖς ὁμογενέσιν αὐτῷ ὑπάρχοντος διὰ μέσου τοῦ γένους αὐτοῖς ὑπάρχοντος.2 εἶτα τίθησι καὶ παράδειγμα.

“并且应当假定共同的属,按此方式选取。” 在说明了剖析与划分有助于在被提出的问题中充足地获得中间项之后,他既教授了这当如何实现,同时也传授了上述诸方式,首先是来自属的方式,划分对此贡献最大;因为这对我们而言更为清楚,且比其余方式更易于学习。施教者必须从这些能够为后续内容开辟道路的事物开始。因此,当提出一个探究某物为何属于某物的问题时,必须假定既对问题中的主词本身又对与其同属的诸种共同的属,并且应当考察有哪些属性普遍地属于该属,其依据是:属于所提出的种以及属于与其同属的所有种的属性,是通过属作为中间项而属于它们的。随后他也给出了一个例子。

§1.301

"Οἷον εἰ ζῷα εἴη τὰ τεθεωρημένα, ποῖα παντὶ ζῴῳ ὑπάρχει." Εἰ ζῷα εἴη, φησί, τά τε ἐν τῷ προβλήματι ὑποκείμενα καὶ τὰ τούτοις ὁμογενῆ. ἐπεὶ γὰρ ὡς ἐπὶ εἴδους τὸν λόγον παραδίδωσιν, οὐκ ἔστι δὲ ποτε ἓν εἶδος ὑπὸ τὸ γένος, ἀλλὰ πλείω ἀεί, διὰ τοῦτο καὶ οὕτω πληθυντικῶς παρεισάγει τὰ εἴδη, οἷον φάσκων ‘εἰ ὡς ἐπὶ ζῴων τὴν θεωρίαν ποιούμεθα, καὶ εἶδος τοῦ ζῴου παραλαμβάνομεν ὑποκείμενον ἐν τῷ προβλήματι καὶ ζητοῦμεν διὰ τί ὑπάρχει αὐτῷ τι, ὃ καὶ τοῖς ὁμοειδέσιν ὂν θεωρεῖται’. ἐν γὰρ τοῖς τοιούτοις προβλήμασι δεῖ τὸ γένος ὑποθέσθαι καὶ εὑρεῖν ἐκ τῆς διαιρέσεως, ποῖα τῷ γένει παντὶ ἕπεται, ὡς εἶναι καὶ τὸ ἐν τῷ προκειμένῳ προβλήματι κατηγορούμενον ἓν ἐξ ἐκείνων, ὃ ἑπόμενον τῷ γένει παντὶ ἐξ ἀνάγκης καὶ τῶν εἰδῶν ἑκάστῳ ὑπάρξει διὰ μέσου τοῦ γένους. εὑρόντες γὰρ ἐκ τῆς διαιρέσεως ὅτι τὸ αἰσθητικὸν ἢ τὸ κατὰ τόπον οἴκοθεν μεταβατικὸν ἢ κατὰ ὄρεξιν κινητικὸν παντὶ ζῴῳ ἕπεται, ἕξομεν πρὸς τὸν ἐρωτῶντα διὰ τί τούτων τί τινι τῶν ὑπὸ τὸ ζῷον εἰδῶν ὑπάρχει, τὴν αἰτίαν ἀποδοῦναι τὸ γένος μέσον τιθέμενοι.

“例如,如果被考察的事物是动物,那么有哪些属性属于每一个动物。” 他说,如果在问题中的主词以及与这些主词同属的事物是动物的话。因为虽然他是如同针对一个种那样传授论述的,但一个属之下决不会只有一个种,而是总有多数种,正是因此他也这样以复数形式引入诸种,正如在说:“如果我们如同针对动物进行考察,并在问题中选取动物的一个种作为主词,探求为什么某种同样被观察到存在于同种事物之中的属性会属于它”。因为在此类问题中,必须假定属,并通过划分找出有哪些属性随从于整个属,从而使所提出的问题中的谓项也是那些属性中的一个,该属性随从于整个属,便必然会通过属作为中间项而属于每一个种。因为一旦我们通过划分发现:具有感觉能力、能够依据自身从一处移动至另一处,或者能够依据欲望运动,随从于每一个动物,那么面对询问这些属性中的某一个为何属于从属于动物的某种的人,我们通过将属设定为中间项,就能给出其原因。

§1.302

"Ληφθέντων δὲ τούτων πάλιν τῶν λοιπῶν τῷ πρώτῳ.3" Εἰ μὴ εὐθύς, φησίν, εἰς εἰδικώτατα τὸ γένος διαιρεῖται, ἀλλ’ ἔστι τινὰ μεταξὺ αὐτοῦ καὶ τῶν εἰδικωτάτων, αὐτοῦ μὲν ὄντα εἴδη, ἐκείνων δὲ γένη, δεῖ κατὰ διαίρεσιν προβαίνοντα τὰ προσεχῆ αὐτοῦ εἴδη λαμβάνειν καὶ εὑρίσκειν καὶ τὰ τούτοις καθόλου ἑπόμενα, ἃ καὶ αὐτὰ αἴτια ἕξει τὰ γένη τοῦ ὑπάρχειν τοῖς αὑτῶν εἴδεσι. λαβόντες γὰρ τὸ ζῷον καὶ εὑρόντες τὰ τούτῳ ἑπόμενα πάντα, διαιροῦμεν τοῦτο εἰς τὰ αὐτῷ προσεχέστατα, καὶ ἐπεὶ καὶ ταῦτα γένη ἑτέρων, ὥσπερ ἐπ’ ἐκείνου πεποιήκαμεν, ζητοῦμεν καὶ ἐπὶ τούτων, ποῖα τούτων ἑκάστῳ παντὶ ἕπεται. καὶ ἔσται ἡμῖν τούτων ἕκαστον μέσον καὶ αἴτιον τοῦ καὶ τῶν ὑπ’ αὐτὸ εἰδῶν ἑκάστῳ ὑπάρχειν τῶν αὐτῷ ἑπομένων ἕκαστον. οἷον εἰ ὄρνις ἐστὶ τὸ τῷ ζῴῳ προσεχὲς εἶδος, ποῖα τῷ ὄρνιθι παντὶ ἕπεται; ὧν ἕκαστον διὰ μέσου τοῦ ὄρνιθος ἀετῷ τε ὑπάρξει καὶ ἱέρακι καὶ κορώνῃ καὶ τῶν λοιπῶν εἰδῶν ἑκάστῳ τοῦ ὄρνιθος.

“而把握了这些之后,再对其余者中居先的[以同样方式处理]。” 他说,如果属并非立刻被划分为最下位的种,而是在它与最下位的种之间存在着某些事物,它们既是前者的种,又是后者的属,那么依划分前进的人就必须把握紧邻它的诸种,并找出普遍随从于这些种的属性,这些属性自身也将以诸属作为属于其自身诸种的原因。因为在把握了动物并找出随从于它的一切属性之后,我们将它划分为与其最紧邻的诸种,而且既然这些种也是其他事物的属,正如我们在前者上所做的那样,我们在这些种上也探求有哪些属性随从于它们之中的每一个整体。并且它们之中的每一个都将对我们成为中间项和原因,使随从于它的每一个属性都属于从属于它的每一个种。例如,如果鸟是紧邻动物的种,那么有哪些属性随从于每一个鸟?其中的每一个属性都将通过鸟作为中间项而属于雕、鹰、渡鸦以及鸟的其余各个种。

语法注3 条
  1. 1.299ὧν ἀποδιδομένων

    以先行词 αἰτίας(原因)的关系代名词 ὧν 为逻辑主语的属格独立结构,起条件或背景状语从句的作用:“一旦给出这些原因”。

  2. 1.300ὡς τοῦ τῷ προκειμένῳ εἴδει καὶ πᾶσι τοῖς ὁμογενέσιν αὐτῷ ὑπάρχοντος διὰ μέσου τοῦ γένους αὐτοῖς ὑπάρχοντος

    由 ὡς 引导的属格独立结构,表示主观理由或依据。逻辑主语是带冠词的分词短语 τοῦ ... ὑπάρχοντος(属于所提出之种及与其同属之诸种的属性),谓语分词是后一个 ὑπάρχοντος,修饰主句的 ἐξεταζέσθω,意为“基于……是通过属作为中间项而属于它们的”。

  3. 1.302τῶν λοιπῶν τῷ πρώτῳ

    亚里士多德原文(引文)中的省略结构,省略了谓语动词(如 ἐκλέγειν δεῖ 或表示“应当同样处理”之语)。τῶν λοιπῶν 是部分属格(“在其余事物中”),τῷ πρώτῳ 则是与格(“对居先者”)。厄斯特拉提奥斯将其解释为选取最紧邻属的下位中间种(如鸟类)的处理步骤。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4031.tlg001.humanitext-grc1:226.19-228.6