- 底本
- Eustratius, In Analyticorum Posteriorum Librum Secundum Commentarium. Commentaria in Aristotelem Graeca XXI.1, ed. M. Hayduck, Berlin: Reimer 1907, pp. 1-270. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4031.tlg001.humanitext-grc1:225.13-226.18
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
厄斯特拉齐奥阐明了寻找中间项的三种方式,除属之外,还包括依未命名的共同受动属性(如有角、无胆汁)以及依比例(骨骼、鱼刺、乌贼骨),并论述了它们各自适用的场景以及与划分和解剖的对应关系。
διὰ τί ὁ ἄνθρωπος ἐκ ξηροῦ καὶ ὑγροῦ; διότι ζῷον. καὶ διὰ τί γλάνις οὐκ ἔχει πνεύμονα; διότι ἰχθύς ἐστι. ταῦτα μὲν οὖν εἰρήκαμεν σαφὲς παράδειγμα καὶ ἅπασι γνώριμον τὸ ζῷον λαβόντες, οὗ καὶ τὸ ὄνομα καὶ ὁ λόγος δῆλα τοῖς ἅπασιν, ὡς δὴ καὶ πάντων τῶν ὑπ’ αὐτό. ἀλλὰ κἂν ἄλλο τι ᾖ τῶν ἀσυνήθων1 ἢ καὶ μηδ’ ὅλως ὠνομασμένον, ἐφ’ οὗ ἴσως καὶ ὀνοματοθετῆσαι δεήσει, ἢ καὶ μὴ ὀνόματι ἀλλὰ λόγῳ δηλούμενον, ἢ καὶ μὴ γένος ἀλλά τι πάθος πλείοσιν ἐκ φύσεως ὑπάρχον κοινόν, τῇ διαιρέσει καὶ τῇ ἀνατομῇ χρώμενοι, ὡς εἴρηται, καὶ ἀεὶ τὰ ἑπόμενα πάντα τῷ κοινῷ ζητοῦντες, καὶ τοῦ ὑπάρχειν ταῦτα τοῖς ὑπ’ ἐκεῖνο μέσον ἐκεῖνο καὶ αἴτιον θήσομεν, οἷον τὸ κέρατα ἔχειν· τοῦτο γὰρ καὶ ἐλάφῳ καὶ αἰγὶ καὶ βοῒ καὶ προβάτῳ ὑπάρχει. δεῖ γὰρ καὶ τούτῳ λαβεῖν τὰ ἑπόμενα καὶ τίσι τοῦτο ἕπεται, καὶ τοῦτο μέσον ἀποδιδόναι τοῦ ὑπάρχειν τὰ αὐτῷ καθόλου ἑπόμενα τοῖς οἷς αὐτὸ ἕπεται. τῷ μὲν γὰρ κερασφόρῳ ἕπεται τὸ ἔχειν ἐχῖνον καὶ τὸ μὴ εἶναι ἀμφόδουν, τὸ δὲ ἔχειν κέρατα τοῖς εἰρημένοις. διὰ τί οὖν βοῒ ἢ τῶν ἄλλων τῶν εἰρημένων τινὶ τὸ ἔχειν ἐχῖνον ἢ τὸ μὴ ἀμφόδουν; διότι κέρατα ἔχει. πάλιν τῷ ἀχόλῳ ἕπεται τὸ μακρόβιον, τῷ δὲ ἀνθρώπῳ τὸ ἄχολον. διὰ τί τοίνυν μακρόβιον ἄνθρωπος; διότι ἄχολον. τοῦτο δὲ λέγομεν οὐχ ὅτι πάντῃ χολῆς ἐστέρηται, ἀλλ’ ὡς ὀλιγόχολον. ἔστι γὰρ οὗ τὸ πρῶτόν τινι προστιθέμενον2 τὸ ὀλίγον δηλοῖ, ὡς γραμματικῶν παισὶ παραδέδοται. πρὸς γὰρ τοὺς ἑτέρους χυμοὺς ἐν ἀνθρώπῳ τὸ χολῶδες παρατιθέμενον πλεῖστον ὅσον3 ἠλάττωται. ἔστι καὶ τρίτος τρόπος τῆς τοῦ μέσου εὑρέσεως, οὗτος δέ ἐστι τὸ ἀνάλογον· ἄλλο γάρ ἐστι τὸ ὡς γένος κοινόν, ἄλλο τὸ ὡς συμβεβηκός τε καὶ πάθος, καὶ ἕτερον τὸ ἀνάλογον, οἷον τῇ σηπίᾳ τὸ σήπιον, τῷ ἰχθύϊ ἡ ἄκανθα, ἵππῳ καὶ βοῒ καὶ τοῖς τοιούτοις τὸ ὀστοῦν. ἀνάλογον γὰρ ὡς τὸ ὀστοῦν ἐν τοῖς ὀστᾶ ἔχουσιν, οὕτω τὸ σήπιον ἐν τῇ σηπίᾳ καὶ ἐν τοῖς ἰχθύσιν ἡ ἄκανθα· ἐρειστικὸν γὰρ τῇ τῆς σαρκὸς μαλακότητι τούτων ἕκαστον. ἐπεὶ οὖν ὡς γένος τι ὀνομάσαι κοινὸν τούτοις ἑπόμενον οὐκ ἔχομεν, τὸ ἀνάλογον τίθεμεν καὶ ὥσπερ κατὰ τὸ γένος ἓν τὰ ὁμογενῆ λέγομεν, οὕτω καὶ ταῦτα ἓν φαμεν κατὰ τὸ ἀνάλογον· καὶ ὥσπερ ἐκεῖ τὸ γένος μέσον τίθεμεν τοῦ εἶναι τῷ ὑποκειμένῳ τὸ κατηγορούμενον, οὕτως ἐνταῦθα τὸ ἀνάλογον· καὶ ὥσπερ ἐκεῖ τὸ μὲν γένος τοῖς εἴδεσιν ἕπεται, τὸ δὲ παντὶ τῷ γένει ὑπάρχον τῷ γένει ἑπόμενον διὰ μέσου αὐτοῦ ὑπάρχει τῶν εἰδῶν ἑκάστῳ, οὕτω κἀνταῦθα τὸ μὲν ἀνάλογον τοῖς ἐν οἷς θεωρεῖται εἴδεσιν ἕπεται, τὸ δὲ ὑπάρχον παντὶ τῷ ἀνάλογον διὰ μέσου τοῦ ἀνάλογον πᾶσιν ὑπάρχει τοῖς εἴδεσιν. ἔστι δὲ τὸ ἐν τοῖς εἰρημένοις ἑπόμενον παντὶ τῷ ἀνάλογον τὸ τὴν σάρκα ἐρείδεσθαι·4 παντὶ γὰρ τῷ ἔχοντί τι τοιοῦτον, ἤγουν ἢ σήπιον ἢ ἄκανθαν ἢ ὀστοῦν, ἡ σὰρξ ἐρείδεται διὰ τοῦτο αὐτὸ τὸ ἀνάλογον. διὰ τί τῇ σηπίᾳ ἡ σὰρξ ἐρείδεται; διότι τὸ σήπιον αὐτῇ πρόσεστι τὸ ἀναλογοῦν ὀστῷ καὶ ἀκάνθῃ. καὶ ἐπὶ τῶν λοιπῶν οὕτως. ἐν μὲν τοίνυν τοῖς κατὰ γένος κοινωνοῦσιν αἱ διαιρέσεις ἔσονται οἰκειότεραι, ἐν δὲ τοῖς κατὰ πάθος καὶ τὸ ἀνάλογον αἱ ἀνατομαί.
“为什么人是由干和湿构成的?”“因为他是动物。”“又为什么鲶鱼没有肺?” “因为它是鱼。”那么,我们选取了动物作为一个清晰且为所有人熟知的例子来说明这些,它的名称和定义对所有人而言都是清楚的,对于从属于它的所有事物而言也确实如此。但即使是某种不常见的事物,或者完全未命名的、在其情形下或许甚至需要为其命名的事物,或者并非通过名称而是通过定义所表明的事物,又或者不是一个属而是依自然共同属于多数事物的某种受动属性,只要如前所述使用划分与解剖,并且始终探求随从于该共同之物的全部属性,我们都将把那共同之物设定为这些属性属于从属于它的诸事物的中间项和原因;例如具有角;因为这既属于鹿、山羊,也属于牛和羊。因为对于这一属性,也应当把握随从于它的属性,以及它随从于哪些事物,并把这一属性作为普遍随从于它的属性属于它自身所随从之物的中间项给出。因为随从于具角者的,是具有重瓣胃和并非上下颚皆具齿,而具有角则随从于上述动物。那么,为什么牛或上述其他动物中的某种会具有重瓣胃或并非上下颚皆具齿?“因为具有角。”再次,随从于无胆汁者的,是长寿,而随从于人的是无胆汁。那么,为什么人是长寿的?“因为无胆汁。”但我们这样说并不是因为人完全被剥夺了胆汁,而是指胆汁少。因为在某些地方,前缀于某词的成分表示“少”,正如传授给文法学者的学徒们的那样。因为人身上的胆汁质与其他体液相比,减少的幅度是极其巨大的。发现中间项还有第三种方式,这就是依比例者。因为作为属的共通之物是一回事,作为偶性及受动属性的共通之物是另一回事,而依比例者又是另一回事;例如,对于乌贼而言是乌贼骨,对于鱼而言是鱼刺,对于马、牛和此类动物而言是骨骼。因为正如骨骼存在于具有骨骼的动物中一样,乌贼骨在乌贼中、鱼刺在鱼类中也是成比例的;因为这些中的每一个都是对肉的柔软性的支撑物。因此,既然我们无法指明随从于这些东西的某种共通之物作为一个属,我们就设定依比例者,并且正如我们将同属的事物称为依属为一一样,我们也称这些事物依比例为一;正如在那里我们将属设立为谓项属于主词的中间项,在此处我们也设立依比例者;正如在那里属随从于各种,而属于整个属的属性作为随从于属的属性通过属本身作为中间项而属于各个种,在此处也是同样,依比例者随从于在其中被观察到的各种,而属于整个依比例者的属性通过依比例者作为中间项而属于所有的种。在上述例子中,随从于整个依比例者的属性是肉受到支撑;因为凡是具有某种此类事物者,即乌贼骨或鱼刺或骨骼,其肉正是由于这同一个依比例者而受到支撑。“为什么乌贼的肉受到支撑?”“因为在它身上存在着与骨骼和鱼刺成比例的乌贼骨。”对于其余的事物也是如此。因此,在依属共通的事物中,划分将更为固有,而在依受动属性和依比例的事物中,解剖将更为固有。
- 1.298ἀλλὰ κἂν ἄλλο τι ᾖ τῶν ἀσυνήθων
句子的核心骨架为 κἂν ἄλλο τι ᾖ [...] θήσομεν。在由 κἄν(καὶ ἐάν)引导的条件从句中并列了多个析取成分(ἢ καὶ μηδ’ ὅλως ὠνομασμένον / ἢ καὶ μὴ ὀνόματι ἀλλὰ λόγῳ δηλούμενον / ἢ καὶ μὴ γένος ἀλλά τι πάθος...),经由分词短语(χρώμενοι, ζητοῦντες),最终连向主句动词 θήσομεν(带双宾语结构:τοῦ ὑπάρχειν ταῦτα... μέσον ἐκεῖνο καὶ αἴτιον)。
- 1.298τὸ πρῶτόν τινι προστιθέμενον
名词化的现在中动态/被动态分词。它指代附加在词首的前缀成分(此处指 ἄχολος 中的否定前缀 alpha),在上下文中表示“附加在词首的成分”或前缀。
- 1.298πλεῖστον ὅσον
数量副词习语,意为“极大地”或“在极大程度上”(ὅσον 与最高级 πλεῖστον 结合以起强调作用),修饰动词 ἠλάττωται。
- 1.298τὸ τὴν σάρκα ἐρείδεσθαι
由冠词 τὸ 引导的带宾格的不定式短语,在句中作主语的表语(补足语)。全句的主语是 τὸ ἐν τοῖς εἰρημένοις ἑπόμενον παντὶ τῷ ἀνάλογον。
