← 尼西亚的欧斯特拉提乌斯

亚里士多德《后分析篇》第二卷注释

§224.6-225.13

问题的选取以及通过划分与解剖寻找中间项

厄斯特拉提奥斯论述了亚里士多德关于选拔问题和把握原因的方法,并结合具体例证解释了按序从共通的属下降到种的划分,以及揭示内部结构的解剖,在发现自然论证的中间项方面所起到的关键作用。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.298#1

" Πρὸς δὲ τὸ ἔχειν τὰ προβλήματα ἐκλέγειν." Οἰκεῖον καὶ τοῦτο τῇ περὶ τῆς ἀποδεικτικῆς ἐπιστήμης διδασκαλίᾳ τὸ τρόπους παραδοῦναί τινας, δι’ ὧν εὐπορήσομεν ἀποδιδόναι τὰ αἴτια ἐν οἷς προβλήμασι φυσικοῖς τὸ διὰ τί ἀπαιτούμεθα περὶ τῶν πλειόνων. περὶ γὰρ τῶν μαθηματικῶν ὀλίγαι ἴσως αἱ πεύσεις προσφέρονται, διὰ τὸ μηδ’ εἶναι πολλούς, οἳ περὶ αὐτὰ καταγίνονται, τῶν πολλῶν μηδ’ εἰς ἔννοιαν ἐρχομένων αὐτῶν μηδ’ εἴπερ ὅλως τοιαῦτ’ ἐστί τινα γινωσκόντων· πλὴν εἰ μήπου τι τῶν φυσικῶς ἑπομένων τισὶ μαθηματικῆς θεωρίας συμβῇ τινος ἔχεσθαι,1 περὶ ὧν ἐρωτώμενοι ἀνάγκην ἕξομεν συμμίκτους τινὰς ποιεῖσθαι τὰς ἀποκρίσεις, οἷον περὶ ἴριδος, διὰ τί οὑτωσὶ σχηματίζεται ἢ χρωματίζεται, περὶ ὄψεως καὶ ἑτέρων τοιούτων. τὰ δὲ πλείω τῶν φυσικῶν φυσικὰς ἔχει καὶ τὰς τῶν αἰτίων ἀποδόσεις, περὶ ὧν καθ’ ἑκάστην τὰς πεύσεις ποιούμεθα, τῆς ψυχῆς ὡς οἰκεῖον αὐτῆς καὶ συγγενῆ τὸν λόγον ζητούσης, δι’ ὃν ἕκαστα γίνεται. πρὸς οὖν τὸ ἔχειν λόγους ἀποδιδόναι, ὅτε τὸ διὰ τί περί τινος τῶν φυσικῶν ἐρωτώμεθα, χρήσιμοι ὅτι μάλιστα αἱ διαιρέσεις τε καὶ ἀνατομαί. ἔνθα μὲν γὰρ ἐμφανῆ τὰ πράγματα πρόκειται, αἱ διαιρέσεις ἱκαναὶ πρὸς τὸ εὑρίσκειν τε καὶ ἀποδιδόναι τοὺς μέσους· ἔνθα δὲ εἰς βάθος ἀποκεκρύφαται, ὡς ἐν τοῖς ζῴοις ἔστιν ἰδεῖν πολλὰ τῶν μορίων ἔνδον κρυπτόμενα, ἐνταῦθα ἀναγκαῖόν ἐστιν ἐν πείρᾳ τῶν ἀνατομῶν εἶναι τὸν τὰς αἰτίας ἀποδιδόναι βουλόμενον. δεῖ δὴ οὕτω ποιεῖν ἑαυτοὺς πρὸς τὰ τοιαῦτα προβλήματα ἑτοιμάζοντας· τὸ γένος πρῶτον τὸ κοινὸν ὑποτίθεσθαι, ὃ πᾶσιν ὑπάρχει τοῖς εἴδεσιν, ἐφ’ ὧν ζητοῦμεν αἰτίας ἀποδιδόναι τινῶν ἐνθεωρουμένων αὐτοῖς, καὶ ὁρᾶν τί παντὶ τῷ γένει ἐκείνῳ ἕπεται. οἷον εἰ ζῷα εἴη, ἐν οἷς ζητοῦμεν τὰς αἰτίας ἀποδοῦναι τῶν ὑπαρχόντων αὐτοῖς, τὸ ζῷον ὑποθεμένους ζητεῖν τί παντὶ ζῴῳ ὑπάρχει, κἀντεῦθεν ἑτοίμους εἶναι, εἴ τις περὶ τῶν εἰδῶν τινος πύθοιτο, διὰ τί τόδε ὑπάρχει αὐτῷ, μέσον ὅρον τὸ γένος τιθέναι, δι’ αὐτὸ λέγοντας ὑπάρχειν τῷ εἴδει τὸ κατηγορούμενον. οἷον ἐπεὶ παντὶ ζῴῳ ὑπάρχει τὸ αἰσθάνεσθαι φύσει, τὸ ἐκ τόπου εἰς τόπον μεταβαίνειν, εἴ τις ἔροιτο διὰ τί ὁ ἄνθρωπος αἰσθάνεται, ‘διότι ζῷόν ἐστιν’ ἀποκρινούμεθα, καὶ διὰ τί ἀπὸ τόπου εἰς τόπον μεταβαίνει, ὡσαύτως. καὶ ἐφεξῆς πάλιν τοῦ γένους τὸ αὐτὸ ποιήσομεν2 τὸ προσεχὲς αὐτῷ λαβόντες εἶδος καὶ τί αὐτῷ παντὶ ζητήσαντες ἕπεται. κἄν τις περὶ αὐτοῦ ἔρηται, διὰ τί τῷδέ τινι τῶν ὑπ’ ἐκεῖνο εἰδῶν τὸ ἑπόμενον ὑπάρχει, τὸ γένος αἴτιον ἀποδώσομεν· οἷον ἐπεὶ ὄρνιθι παντὶ τὸ σχιζόπτερον ἕπεται, εἴ τις ἔροιτο διὰ τί ἀλεκτρυὼν σχιζόπτερον ‘διότι ὄρνις’ ἀποκρινούμεθα. καὶ οὕτως ἐπὶ πάντων ποιήσομεν μηδὲν ἐν τῷ διαιρεῖν ὑπερβαίνοντες, ἀλλὰ πάντα λαμβάνοντες καθ’ εἱρμόν, καὶ ἐφ’ ἑνὸς ἑκάστου τὴν διάνοιαν οὕτω γυμνάζοντες. οὕτω γὰρ ἕξομεν ἤδη λέγειν διὰ τί ὑπάρχει τοῖς ὑπὸ τὸ γένος τὰ τῷ γένει ἑπόμενα καὶ ἁπλῶς διὰ τί τοῖς ὑπὸ τὸ κοινὸν τὰ ἑπόμενα τῷ κοινῷ. καὶ ταῦτα μὲν ἐκ τῶν διαιρέσεων· ἐκ δὲ τῶν ἀνατομῶν οἷον ὅτι πᾶν ζῷον ἐξ ὑγροῦ καὶ ξηροῦ· ἐπεὶ οὖν τοῦτο παντὶ ζῴῳ ἕπεται, τοῦ ὑπάρχειν τινὶ τῶν τοῦ ζῴου εἰδῶν τὸ παντὶ ζῴῳ ἑπόμενον μέσον καὶ αἴτιον τὸ ζῷον ληψόμεθα. καὶ ἐπεὶ παντὶ ἰχθύϊ τὸ μὴ ἔχειν πνεύμονα ἕπεται, τοῦ ὑπάρχειν τινὶ ἰχθύϊ οἷον γλάνιδι τὸ μὴ ἔχειν πνεύμονα μέσον ἐστὶ καὶ αἴτιον ὁ ἰχθύς.

“为了掌握问题应当选出。” 传授某些方法,使我们在就大多数事物被要求给出“为什么”的自然问题中,能够充分给出原因,这也是关于论证科学的教学所固有的。因为关于数学事物,提问或许很少被提出,这是由于从事这些研究的人并不多,大众甚至没有形成关于它们的观念,也不知晓是否全然存在这些事物;除非在某些地方,依自然随从于某些事物的某种属性恰巧涉及某种数学理论,当就这些问题被提问时,我们将不得不作出某些混合的回答,例如关于彩虹,为什么具有这样的形状或呈现这样的颜色,关于视觉以及其他类似的事物。但自然事物的大多数,其原因的说明本身也是自然性质的,关于这些事物我们每天都在提问,因为灵魂在探求作为其固有且同类的、各个事物借以生成的理据。因此,为了在被问及关于自然事物的某个“为什么”时能够给出理据,划分与解剖是极其有用的。因为在事物明显摆在面前的地方,划分就足以发现并给出中间项;但在深处被隐藏起来的地方,正如在动物身上可以看到许多部分隐藏在内部一样,在这些地方,想要给出原因的人就必须熟稔于解剖。因此,在使自身为这些问题作好准备时,应当这样行事:首先假设共同的属,它属于所有那些我们在其中寻求给出在其内观察到的某些属性之原因的种,并观察有什么属性随从于那整个属。例如,如果我们在其中寻求给出属于它们的属性之原因的是动物,那么假设了动物之后,就要探究什么属于每一个动物,并由此作好准备,如果有人就各个种中的某个提问为什么这个属性属于它,就将该属设立为中间项,陈述说谓项正是由于这个属才属于该种。例如,既然感知与从一处到另一处的位移依自然属于每一个动物,如果有人问为什么人会感知,我们将回答“因为他是动物”,对于为什么从一处到另一处位移,也是同样。接着在属之后,我们将再次做同样的事情,取紧邻它的种,并探究什么随从于它的全部。如果有人就它提问,为什么随从的属性属于从属于它的各种中的某一个,我们将给出该属作为原因;例如,既然具有裂翅随从于每一只鸟,如果有人问为什么公鸡有裂翅,我们将回答“因为它是鸟”。我们将对所有事物都这样做,在划分中不跳过任何环节,而是按次序把握一切,并在每一个单独的事物上如此训练思想。因为这样我们就立刻能够说明,为什么随从于属的属性属于从属于属的事物,并且概括而言,为什么随从于共通之物的属性属于从属于共通之物的事物。这些是来自划分的;而来自解剖的,例如所有动物都由湿与干构成;因此,既然这随从于每一个动物,那么我们将把动物取作随从于每一个动物的属性属于动物的某种的中间项和原因。而且,既然不具有肺随从于每一条鱼,那么鱼就是不具有肺属于某种鱼(例如鲶鱼)的中间项和原因。

语法注2 条
  1. 1.298πλὴν εἰ μήπου τι τῶν φυσικῶς ἑπομένων τισὶ μαθηματικῆς θεωρίας συμβῇ τινος ἔχεσθαι

    πλήν 作连词引出条件从句 εἰ μήπου(“除非发生……”)。动词 ἔχεσθαι 带属格补足语(τινος μαθηματικῆς θεωρίας),意为“涉及”、“关涉”,其主语是不定代词 τι(由部分属格 τῶν φυσικῶς ἑπομένων τισί 所修饰)。

  2. 1.298καὶ ἐφεξῆς πάλιν τοῦ γένους τὸ αὐτὸ ποιήσομεν

    副词 ἐφεξῆς 支配表示顺序的属格 τοῦ γένους,意为“在属之后”或“紧接着属”。分词短语 τὸ προσεχὲς αὐτῷ λαβόντες εἶδος 与主句主语(我们)保持一致,表示方式或手段。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4031.tlg001.humanitext-grc1:224.6-225.13