← 尼西亚的欧斯特拉提乌斯

亚里士多德《后分析篇》第二卷注释

§223.8-224.5

防范同名异义词与定义中对比喻的禁止

注解《后分析篇》97b35–97b37,阐释从各个种走向共通之物时防范同名异义词的两种理解方式,并解释为何定义中禁止使用比喩而在辩论争胜时却被允许。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.296

" Καὶ οὕτως ἐπὶ τὸ κοινὸν βαδίζειν." Μετὰ τὴν τῶν εἰδῶν, φησί, λῆψιν καὶ ἀπόδοσιν τῶν ἰδίων ἑκάστου λόγων χρὴ βαδίζειν ἐπὶ τὸ κοινόν. τὸ δὲ εὐλαβούμενον μὴ ὁμωνύμῳ ἐντύχῃ1 διττῶς ἐστι νοῆσαι· ἢ γὰρ ὅτι οὕτω ποιητέον, ὡς εἴπομεν, δι’ εὐλάβειαν τοῦ μὴ ὁμωνύμῳ ἐμπεσεῖν (εἴτε γὰρ γένος εἴτε ὁμώνυμος φωνὴ τὸ κοινόν, οὕτω ῥᾷον ἐπιγνωσόμεθα, εἰ ἕκαστον ἰδίᾳ τῶν εἰδῶν ἀπολαβόντες ὁρισόμεθα, καὶ οὕτω διαγνόντες ὡς ἔχει τὸ κοινὸν οὐκ ἂν ὡς γένει τῇ ὁμωνύμῳ φωνῇ ἐντευξοίμεθα) ἢ οὖν οὕτως, ἢ ὅτι ὁπόταν διὰ τῶν εἰδῶν τὸν τοῦ κοινοῦ λόγον ὡς γένους εὑρεῖν πειρώμεθα, εὐλαβητέον μήποτε εἴη ὁμώνυμος ἐκεῖνο φωνή, καὶ πλανᾷ ἡμᾶς ὡς ὂν γένος ἐκ τοῦ κοινῶς κατὰ πάντων λέγεσθαι τῶν εἰδῶν. εἰ γὰρ οὕτως ἔχον τοῦτο γνωσόμεθα, χρὴ ἀπαλλάττεσθαι καὶ μὴ μάτην ἐπιχειρεῖν ὁρισμὸν εὑρίσκειν αὐτῶν. ὅρα δὲ ὅτι καὶ γένους παράδειγμα καὶ ὁμωνύμου φωνῆς τέθεικε· τὸ μὲν γὰρ ἁπλῶς ὅμοιον ὡς γένος τῶν κατ’ εἶδος ὁμοίων εἴληπται, τὸ δὲ ὀξὺ ὡς ὁμωνύμως κατὰ τῶν εἰδικῶς λαμβανομένων ὀξέων λεγόμενον.

“并且应当如此走向共通之物。” 他说,在把握了各个种并给出了各自固有的说明之后,应当走向共通之物。另一方面,“注意不碰上同名异义词”可以有两种理解方式:或者是因为正如我们所说,为了避免落入同名异义词而必须这样做(因为无论共通之物是属还是同名异义词,如果我们把各个种分别独立出来并加以定义,就会更容易认清它,而这样辨明了共通之物的实际状况后,我们就不会像对待属那样去对待同名异义词了);或者按这种方式,或者是因为每当我们试图通过各个种找到作为属的共通之物的说明时,必须留心,唯恐它是一个同名异义词,并因其普遍地述说所有种而欺骗我们,使我们误以为它是属。因为如果我们认识到情况确是如此,就应当放弃,不要徒劳地试图去寻找它们的定义。并且请注意,他既给出了属的例子,也给出了同名异义词的例子;因为单纯的“相似”被当作在种上相似的事物的属来把握,而“锐”则是对那些按种被把握的锐物同名异义地述说的。

§1.297

"Εἰ δὲ μὴ διαλέγεσθαι δεῖ μεταφοραῖς." Καὶ τοῦτο πρὸς σαφήνειάν ἐστι συντελοῦν τὸ παράγγελμα. αἱ γὰρ μεταφοραὶ καὶ τὰ μεταφορικῶς λεγόμενα πάντα ἀσάφειαν ἐμποιεῖν τοῖς λόγοις πεφύκασιν, οἷον αἱ τροπικαὶ λέξεις καὶ καθ’ ὁμοιότητά τινα καὶ ἀναλόγως λεγόμεναι, ὥσπερ ἐκνεύρισιν λέγομεν τὴν ἀφροντιστίαν καὶ ἄνεσιν τῆς ψυχῆς ἐκ μεταφορᾶς τῶν ζῴων, οἷς τῶν νεύρων ἐκκοπέντων ἢ ἐξαιρεθέντων πάρεσις ἐπιγίνεται· καὶ κεραίαν τοῦ πλοίου φαμὲν διὰ τὸ ἐοικέναι κέρατι ζῴου· καὶ πόδας σκεύους λέγομεν τὰ ἔσχατα καὶ ἀνέχοντα τὰ ἄνωθεν, διὰ τὸ ἀναλογεῖν τοῖς ποσὶν ἐσχάτοις οὖσι τοῦ ζῴου καὶ ἀνέχουσι τὰ λοιπά. εἶθ’ ὥσπερ εἰπόντος τινὸς2 ὅτι ‘καὶ μὴν ἐνίοτε ἐν ταῖς διαλέξεσι παραλαμβάνομεν μεταφοράς’, διὰ τοῦτ’ ἐπήνεγκεν ὅτι ἀνάγκης τινὸς ἐπιγινομένης διαλεγόμεθα μεταφοραῖς. ἡ δὲ ἀνάγκη ἐστίν, ὁπόταν ὑπὸ τοῦ προσδιαλεγομένου στενούμενοι τὴν ἧτταν οὐ φέρωμεν, ἥτις ἀνάγκη τοῖς ὁριζομένοις οὐ πρόσεστιν. οὐ γὰρ νίκης οὗτοι ἀλλὰ τῆς ἀληθείας ἀντιπεποίηνται· ἐκεῖ μὲν γὰρ πάλη καὶ μάχη καὶ νίκης ἔφεσις, ἐνταῦθα δὲ τὸ τέλος οὐσίας καὶ ἀληθείας εὕρεσις.

“并且,如果不应当使用比喻进行辩论。” 这一吩咐也是有助于清晰明确的。因为比喻以及所有按比喻说出的表达,生来就会在说明中造成不清晰,例如借喻的词语以及按照某种相似性和比例说出的表达,正如我们根据动物的比喻把灵魂的不经心与松弛称为“脱筋”,在动物身上,若肌腱被切断或摘除就会产生麻痹;我们这样称呼船的“帆桁”,是因为它类似于动物的角;我们把器皿最底部支撑上方部分的地方称为“脚”,是因为这与动物最底部并支撑其余部位的脚相称。随后,仿佛有人说了“可我们在辩论中有时确实采用比喻”一样,为此他补充道:是在某种必然性产生时我们才使用比喻进行辩论。而这种必然性就是当受到对方辩论者的逼迫而无法忍受失败的时候;这种必然性并不存在于下定义的人身上。因为他们所争取的不是胜利而是真理;在那边有摔跤、战斗和对胜利的渴望,而在这里目的则是本质与真理的发现。

语法注2 条
  1. 1.296τὸ δὲ εὐλαβούμενον μὴ ὁμωνύμῳ ἐντύχῃ

    此处用中性定冠词 τό 将亚里士多德原文(97b35–36)中的分词短语 εὐλαβούμενον μὴ ὁμωνύμῳ ἐντύχῃ 名词化,作 διττῶς ἐστι νοῆσαι 的主语。随后的 ἢ γὰρ ὅτι... ἢ ὅτι... 列出了两种解释:这种谨慎究竟是从各个种着手的动机(以免陷入同名异义),还是在由种向共通之物上升时应保持的警惕(以免误将同名异义词当作真正的属)。

  2. 1.297ὥσπερ εἰπόντος τινὸς

    带有 ὥσπερ 的属格独立结构,将设想中的反驳或疑问(“但在辩论中我们有时确实使用比喻”)作为虚拟的第三者发问引出,以此说明亚里士多德补充说明的用意。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4031.tlg001.humanitext-grc1:223.8-224.5