← 尼西亚的欧斯特拉提乌斯

亚里士多德《后分析篇》第二卷注释

§221.27-223.7

定义的明晰必然性与按个别事例的分析

厄斯特拉提奥斯注解了亚里士多德《后分析篇》卷二(97b31–97b33),通过类比阐明推论之于证明不可或缺正如清晰明确是定义的核心必然要求,并进而解释按照具体的种与个别表现(如颜色和形状中的“相似”,声音、体积与滋味中的“锐”)进行分析与定义正是实现定义清晰明确的方法。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.294

" Ὥσπερ δὲ ἐν ταῖς ἀποδείξεσι δεῖ τό γε συλλελογίσθαι ὑπάρχειν, οὕτω καὶ ἐν τοῖς ὅροις τὸ σαφές." Ὥσπερ τοῖς ἐξ ὕλης καὶ εἴδους συνεστηκόσιν ἀδύνατόν ἐστιν ὑπάρξαι μὴ τῆς ὕλης ὑποκειμένης καὶ τῷ εἴδει συνερχομένης, οὕτω τοῖς ἐκ γένους καὶ διαφορᾶς ἀδύνατον συστῆναί ποτε μὴ τοῦ γένους ὑπάρχοντος· ἀνάλογον γὰρ ὕλῃ μὲν τὸ γένος, εἴδει δὲ αἱ διαφοραί. γένος δὲ τῆς ἀποδείξεως ὁ συλλογισμός· πῶς ἂν οὖν συσταίη ἀπόδειξις δίχα συλλογισμοῦ; ἀναγκαῖον ἄρα τὸ συλλογίζεσθαι ταῖς ἀποδείξεσιν. ὥσπερ οὖν ἐπὶ τούτων, οὕτω δὴ καὶ ἐπὶ τῶν ὅρων ἀναγκαῖον τὸ σαφές, ὡς μὴ δύνασθαι ὅρον εἶναι σαφηνείας χωρίς.1 δηλωτικὸν γὰρ ὁ ὅρος, ὥσπερ συλλογιστικὸν ἡ ἀπόδειξις, τὸ δὲ δηλωτικὸν ἀναγκαῖον εἶναι σαφές· ὡς γὰρ τὸ ἄδηλον ἀσαφές, οὕτω τὸ δῆλον σαφές, καὶ ἀνάπαλιν. εἰ οὖν ἄδηλον ὁ ὁρισμός, πῶς τὴν οὐσίαν δηλώσει; οὐδὲν γὰρ δι’ ἀδήλου δηλοῦσθαι πέφυκε, καὶ ἀνεπίστημον πάντῃ τὸ δι’ ἀδήλου δεικνύειν τι, εἴτε δῆλόν ἐστιν εἴτε ἄδηλον τὸ δεικνύμενον. δεῖ ἄρα δῆλον εἶναι τὸν ὁρισμόν, εἰ δὲ δῆλον, πάντως καὶ σαφῆ. ἐκ γοῦν τῆς ἀναλογίας ἡ ἐπιχείρησις· ἀνάλογον γὰρ ὡς πρὸς τὸ ἀποδεικνύναι τὸ συλλογίζεσθαι, οὕτω τὸ δηλοῦν πρὸς τὸ ὁρίζεσθαι.

“正如在证明中必须具备被推论出来一样,在定义中也同样必须具备清晰明确。” 正如对于由质料和形式构成的事物而言,若质料不作为基质存在并不与形式相结合,就绝不可能存在一样,对于由属和种差构成的事物而言,若属不存在,也决不可能成立;因为按比例而言,属如同质料,而种差如同形式。证明的属是推论;那么,没有推论,证明又怎能成立呢?因此,进行推论对证明来说是必然的。正如在这些情形中一样,在定义的情形中清晰明确也同样是必然的,以至于没有清晰明确就不可能成为定义。因为定义是开示性的,正如证明是推论性的一样,而开示性的东西必然是清晰明确的;因为正如不分明的事物是不清晰的,分明的事物也就是清晰的,反之亦然。因此,如果定义是不分明的,它又如何能开示本质呢?因为没有任何事物本性能通过不分明的事物而被开示出来,并且通过不分明的事物来显示任何事物都是完全不合乎科学的,无论所显示的事物是分明的还是不分明的。因此定义必须是分明的,而若是分明的,就必定也是清晰的。无论如何,这个论证是从类比出发的;因为按比例而言,正如推论之于证明,开示也正对应于定义。

§1.295

"Τοῦτο δ’ ἔσται, ἐὰν διὰ τῶν καθ’ ἕκαστον." Ἀναγκαιότατον, εἴπερ τι ἕτερον, ὑπάρχειν τοῖς ὅροις εἰρηκὼς τὴν σαφήνειαν, δείκνυσι καὶ πρὸς ταύτην λυσιτελεστάτην οὖσαν τὴν ἀνάλυσιν. τὸ σαφὲς γὰρ ἔσται τοῖς ὅροις ἐνόν, εἰ τὸ ἐν ἑκάστῳ γένει ὑπάρχον ὁρίζεσθαι βουλόμενοι μὴ καθόλου αὐτὸ λαμβάνομεν ὡς ἐν τῷ γένει ὄν, ἀλλὰ καθ’ ἕκαστον εἶδος αὐτὸ λαμβάνομεν. τίθησι δὲ τούτου καὶ παράδειγμα. τὸ γὰρ ὅμοιον ὑπάρχει ἐν χρώμασι καὶ σχήμασι, καὶ ἕτερα κατ’ εἶδος ἀλλήλων σχῆμα καὶ χρῶμα, καὶ κοινόν τι τὸ ὅμοιον ἁπλῶς τοῖς τε ἐν σχήμασιν ὁμοίοις καὶ τοῖς ἐν χρώμασιν. οὐ χρὴ οὖν ὁρίζεσθαι βουλομένους ἁπλῶς λαμβάνειν τὸ ὅμοιον2 καὶ οὕτω πειρᾶσθαι ἀποδιδόναι τὸ ὅμοιόν τι ἐστιν, ἀλλ’ ἰδίᾳ μὲν τὸ ἐν χρώμασιν, ἰδίᾳ δὲ τὸ ἐν σχήμασιν. ἐκείνως μὲν γὰρ συγκεχυμένος ἔσται ὁ λόγος καὶ ἀσαφής, οὕτω δὲ διευκρινημένος τε καὶ σαφής· ὁλοσχερὴς γὰρ ἡ λῆψις τοῦ καθόλου, ἡ δὲ τοῦ καθ’ ἕκαστα λελεπτολογημένη. καὶ δεύτερον δὲ παράδειγμα τίθησι τὸ ὀξύ, ὅπερ ἔν τε φωναῖς ἐστι καὶ ἐν ὄγκοις καὶ ἐν χυμοῖς· ὃ καὶ αὐτὸ οὐχ ἁπλῶς κατὰ τὸ κοινὸν ἀλλὰ κατ’ εἶδος ὁρίζεσθαι χρή, ἰδίᾳ μὲν τὸ ἐν φωναῖς, ἰδίᾳ δὲ τὸ ἐν ὄγκοις καὶ ἰδίᾳ τὸ ἐν χυμοῖς λαμβάνοντα. οἷον τί ἐστι τὸ ἐν χρώμασιν ὅμοιον; τὸ τοῦ αὐτοῦ κατ’ εἶδος μετέχειν χρώματος, ὡς ἡ χιὼν καὶ τὸ ψιμύθιον. καὶ τί τὸ ἐν σχήμασιν ὅμοιον; τὸ τοῦ αὐτοῦ κατ’ εἶδος μετέχειν σχήματος, ὡς τὰ δύο τρίγωνα ἢ τετράγωνα, ἢ ὡς ἐπὶ τῶν πολυγώνων τὸ τὰς γωνίας ἴσας ἔχειν καὶ τὰς πλευρὰς ἀνάλογον. καὶ τὸ ὀξὺ πάλιν τί μὲν ἐν φωναῖς ἐστιν ἀποδιδόντες ᾧ τὸ βαρὺ ἀντίκειται φήσομεν,3 τὸ δὲ ἐν ὄγκῳ ᾧ τὸ ἀμβλύ, ἢ ὅπως ἂν ἄλλως ἐνδέχηται. ἔστι δὲ τὸ μὲν πρότερον παράδειγμα γένους, τὸ δὲ δεύτερον ὁμωνύμου φωνῆς. ἐπὶ μὲν γὰρ τῶν κατ’ εἶδος ὁμοίων ἔστι τι καὶ κατὰ τοὺς ἀποδιδομένους λόγους κοινόν· ἐπὶ δὲ τῶν ὀξέων οὐχί. δεῖ δὲ μὴ λανθάνειν ὅτι δύο γένη λαμβάνει, ἓν μὲν ὡς ὑποκείμενον, ἕτερον δὲ ὡς τούτῳ ἑπόμενον, καὶ παραγγέλλει μὴ κατὰ τὸ ὅλον γένος τὸ ὑποκείμενον τὸν τοῦ ἑπομένου λαμβάνειν ὁρισμόν, ἀλλὰ κατὰ τὰ εἴδη τοῦ γένους, ἵνα καὶ κατὰ τὰ εἴδη τοῦ ἑπομένου εὐδηλότερον καὶ σαφέστερον ὁ ὁρισμὸς ἀποδίδωται. τὸ γὰρ ὅμοιον καὶ ἀνόμοιον τῆς ποιότητος ἴδιον· εἴπερ οὖν ἀποδιδόναι τις τὸν τοῦ ὁμοίου ὁρισμὸν βούλεται, σαφέστερον ἂν ἀποδώσει κατὰ τὰ εἴδη ἀποδιδοὺς τῆς ποιότητος ἢ κατ’ αὐτὴν ἁπλῶς τὴν ποιότητα. εἰ δὲ καὶ ὁμώνυμον ᾖ τὸ κοινόν, ἀνάγκη πάντως καὶ καθ’ ἕκαστον τῶν σημαινομένων ἴδιον ἀποδιδόναι καὶ τὸν λόγον τὸν κατὰ τοὔνομα.

“而如果通过个别事物来进行,这就会实现。” 在指出了清晰明确对于定义而言比其他任何东西都更为必然之后,他指出分析对于达到清晰明确也是最为有益的。因为,如果在想要定义存在于各属之中的事物时,我们不是把它作为存在于属之中的事物普遍地把握,而是按照各个种来把握它,清晰明确就会存在于定义之中。他也为此举了一个例子。因为“相似”存在于颜色中,也存在于形状中,而形状和颜色在种上互不相同,而单纯的“相似”是某种对于形状上相似的事物和颜色上相似的事物而言共通的东西。因此,想要下定义的人不应当单纯地把握“相似”并以此试图说明“相似”是什么,而应当分别说明颜色中的相似,并分别说明形状中的相似。因为按照前一种方式,说明将是混乱且不清晰的,但按照后一种方式,说明将是分明且清晰的;因为对普遍者的把握是粗糙的,而对个别事物的把握则是精细的。他又举了第二个例子,“锐”,它存在于声音中、体积中以及滋味中;这也决不应当单纯地按照共通之处来定义,而必须按照种来定义,分别把握声音中的锐、体积中的锐以及滋味中的锐。例如,颜色中的相似是什么?就是在种上分有同一种颜色,如雪和铅白。形状中的相似又是什么?就是在种上分有同一种形状,如两个三角形或正方形,或者如在多边形的情形中,拥有相等的角且各边成比例。再者,在说明声音中的锐是什么时,我们会说与“低沉”相对立的东西,而在体积中则是与“钝”相对立的东西,或者按其他可能的方式来说。前一个例子是关于属的,而后一个例子则是关于同名异义词的。因为在按照种而相似的事物中,即使按照所给出的说明也存在某种共通之处;但在锐的事物中则不然。但不应忽略的是,他把握了两个属,一个作为基质,另一个作为随附于此者的属,并且他吩咐不要按照作为基质的整个属来把握随附者的定义,而要按照该属的各个种来把握,以便按照随附者的各个种也能更明白、更清晰地给出定义。因为“相似”与“不相似”是性质所特有的;因此,如果有人想要给出“相似”的定义,按照性质的各个种来给出,会比单纯按照性质本身来给出更加清晰。而如果这一共通之物同时还是同名异义的,那就完全必须按照每个被指示的含义,各自固有地给出符合其名称的说明。

语法注3 条
  1. 1.294ὡς μὴ δύνασθαι ὅρον εἶναι σαφηνείας χωρίς

    由 ὡς 引导带不定词的结果从句,呼应前文的 οὕτω δὴ καὶ ἐπὶ τῶν ὅρων ἀναγκαῖον τὸ σαφές,表达结果或程度:“以至于没有清晰明确就不可能成为定义”。

  2. 1.295οὐ χρὴ οὖν ὁρίζεσθαι βουλομένους ἁπλῶς λαμβάνειν τὸ ὅμοιον

    由无人称动词 χρὴ 支配的“宾格与不定词”结构:宾格分词短语 ὁρίζεσθαι βουλομένους 充当不定词 λαμβάνειν 的逻辑主语。

  3. 1.295ὧν τὸ βαρὺ ἀντίκειται φήσομεν

    与格关系代词 ᾧ 引导从句,依附于动词 φήσομεν(“我们会说‘与低沉相对立的东西’”),φησί/φήσομεν 在此处起到引介该界定的作用。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4031.tlg001.humanitext-grc1:221.27-223.7