- 底本
- Eustratius, In Analyticorum Posteriorum Librum Secundum Commentarium. Commentaria in Aristotelem Graeca XXI.1, ed. M. Hayduck, Berlin: Reimer 1907, pp. 1-270. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4031.tlg001.humanitext-grc1:220.19-221.26
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
尤斯特拉提乌斯围绕亚里士多德的论述(97b31)进行注释,指出明晰性对于定义是不可或缺的,当定义跨越不同载体的共通概念时,必须首先个别地定义各个种中的表现,然后再上升到共通者,并严格排斥在定义中使用隐喻或转义表达。
" Ὥσπερ δὲ ἐν ταῖς ἀποδείξεσι δεῖ τό γε συλλελογίσθαι ὑπάρχειν." Δεῖ δὲ τοῖς ὅροις καὶ τοῦτο παρατηρεῖν ἵν’ ἐνυπάρχῃ αὐτοῖς σαφήνεια. ὥσπερ γὰρ τῇ ἀποδείξει ἀνάγκη προσεῖναι τὸ συλλογίζεσθαι, ὡς μὴ ἂν ἄλλως ἐνδέχεσθαι ἀπόδειξιν εἶναι, εἰ μὴ συλλογισμός ἐστιν, οὕτως οὐδὲ ὅρον δεῖ λέγειν, εἰ μὴ σαφής ἐστι. τῆς τε γὰρ ἀποδείξεως γένος ὁ συλλογισμός, τοῦ δὲ γένους μὴ ὄντος οὐδὲ τὸ εἶδός ἐστιν, ὥστε μὴ ὄντος τοῦ συλλογίζεσθαι οὐδὲ τὸ ἀποδεικνύειν εἶναι ἐνδέχεται, τῷ τε ὁρισμῷ συμπληρωτικὸν τοῦ εἶναι τὸ δηλωτικὸν εἴθ’ ὡς γένος εἴθ’ ὡς διαφορά. πῶς δ’ ἂν δηλώσοι σαφηνείας χωρίς; ὡς γὰρ ἀδηλία ἡ ἀσάφεια, οὕτως ἡ σαφήνεια δήλωσις. δεῖ ἄρα τῷ ὅρῳ ἐξ ἀνάγκης προσεῖναι τὸ σαφές. ὅταν οὖν τι τῶν ἐν ἑτέροις θεωρουμένων πρόκειται ὁρίσασθαι, τούτου δ’ ᾖ διάφορα εἴδη ἐν ἄλλοις καὶ ἄλλοις ὑποκειμένοις θεωρούμενα,1 οὐ χρὴ εὐθὺς τὸ κοινὸν λαβεῖν καὶ ὁρίσασθαι· ἀσάφεια γὰρ οὕτως ἔσται διὰ τὸ συγκεχυμένον εἶναι καὶ ἄδηλον τὸ κοινόν· ἀλλὰ χωρὶς ἕκαστον ἀπολαβόντα ἰδίᾳ μὲν τὸ ἐν τῷδε τῷ ὑποκειμένῳ, ἰδίᾳ δὲ τὸ ἐν τῷδε, καὶ ἕκαστον ὁρισαμένους καθ’ ἑαυτό, οὕτως ἤδη μεταβαίνειν καὶ ἐπὶ τὸ κοινόν. οἷον ἔστω τὸ ὅμοιον, ὅπερ εἰς τὸ ὁρισθῆναι προτέθειται· ἔστι δὴ τοῦτο καὶ ἐν χρώμασι καὶ ἐν σχήμασι καὶ ἐν ἀρεταῖς καὶ ἐν ἐπιστήμαις. δεῖ τοιγαροῦν μὴ τὸ ὅμοιον εὐθὺς ἐπιχειρεῖν καθόλου ὁρίζεσθαι, ἀλλ’ ἰδίᾳ μὲν τὸ ἐν χρώμασιν, ἰδίᾳ δὲ τὸ ἐν σχήμασιν, ἰδίᾳ δὲ τὸ ἐν ἀρεταῖς καὶ τὸ ἐν ἐπιστήμαις ἰδίᾳ. καὶ τὸ ὀξὺ πάλιν ἔστι μὲν ἐν ὄγκοις, ἔστι δὲ καὶ ἐν φωναῖς, καὶ δεῖ τὸν ὁρίσασθαι προθέμενον τὸ ὀξὺ μὴ εὐθὺς ἐπιχειρεῖν καθόλου τοῦτο ποιεῖν, ἀλλ’ ἰδίᾳ τὸ ἐν φωνῇ καὶ τὸ ἐν ὄγκῳ καὶ εἴ πῃ ἄλλως τὸ ὀξὺ λέγεται ἀποδοῦναι καὶ οὕτως ἐπὶ τὸ κοινὸν ἀνιέναι. ταῦτα δ’ οὕτω ποιητέον δι’ εὐλάβειαν τοῦ μήποτε εἴη ὁμώνυμον τὸ κοινόν·2 ἀσαφὲς γὰρ ὂν ἄδηλον εἰ οὕτως ἢ ἄλλως ἔχει. ἐκ τῶν εἰδῶν δέ τις ποιούμενος τὴν ἐξέτασιν, ῥᾷον ἕξει γνῶναι ὡς ἔχει τὸ κοινόν, καὶ εἰ μὲν κοινός τις λόγος φανείη τοῖς ἰδίᾳ λαμβανομένοις ὑπάρχων κατὰ τὸ ὄνομα οὗ ἀλλήλοις ταῦτα κεκοινώνηκασιν, δῆλον ὅτι ὅρος οὗτος ὁ λόγος τοῦ κοινοῦ καὶ γένος ἐκεῖνο τούτων ἐστίν· εἰ δὲ μηδέν, ὀνόματι μόνῳ ἡ κοινωνία τοῖς ἅπασι, καὶ οὐ γένος ἀλλ’ ὁμώνυμος φωνὴ τὸ κοινόν. οὐδὲν δὲ ἧττον εὐλαβεῖσθαι δεῖ ἐν τοῖς ὅροις καὶ τὸ μεταφορικῶς τι λέγειν ἢ τροπικῶς. εἰ γὰρ τοὺς ὀρθῶς διαλεγομένους καὶ φιλαλήθως οὐ χρεών ἐστι τοιοῦτόν τι ποιεῖν ἐν ταῖς διαλέξεσι, πολλοῦ γε δεῖ τοὺς ὁριζομένους·3 πρὸς γὰρ τῇ ἀσαφείᾳ ἔτι καὶ σύγχυσις ἂν ἐκ τῶν τοιούτων τοῖς ὅροις προσγίγνοιτο, περὶ ἄλλου του τυχὸν οἰομένου τοῦ ἀκούοντος ἢ περὶ τοῦ προκειμένου τὸν ἀποδιδόμενον ὅρον γίγνεσθαι. καίτοι διαλεγομένῳ μὲν συγγνοίη ἄν τις ἐνίοτε, μεταφοραῖς χρησαμένῳ καὶ τροπαῖς, στενουμένῳ πολλάκις ταῖς τοῦ προσδιαλεγομένου περὶ τοὺς λόγους στροφαῖς καὶ πυκνότησι καὶ ζητοῦντι ἐξάλυξιν· τῷ δὲ τὰς τῶν πραγμάτων οὐσίας διὰ τῶν ὅρων προτιθεμένῳ παριστᾶν οὐδεὶς ἂν συγγνώσεται τροπικῶς τε καὶ μεταφορικῶς τοὺς λόγους προφέροντι, ὅτι μὴ πρὸς ἄλλο τί ποτε τὸν ὁριζόμενον ἀποβλέπειν δεῖ ἢ πρὸς μόνην ἀεὶ τὴν ἀκριβῆ τῆς οὐσίας τοῦ ὁριστοῦ παράστασιν.
“正如在论证中必须具备已被推论出来这一点,”人们在定义中也必须注意这一点,以便使明晰性存在于其中。因为正如论证必然要具备作为推论这一点(以至于若不是推论,论证便绝不可能存在),同样地,如果一个定义不明晰,人们甚至不应称其为定义。因为推论是论证的属,而如果属不存在,种也就不存在,所以若不具备作为推论这一点,进行论证也就不可能存在;而对于定义来说,具有明示性(无论作为属还是作为种差)构成了其存在的完满要素。然而,若没有明晰性,它又如何能进行明示呢?因为正如不清晰即是非明示,明晰性便是明示。因此,明晰性必然属于定义。所以,当摆在面前的任务是定义某种在其他事物中被考察的事物,而此物的不同种又在各不相同的基础载体中被考察时,绝不应当立即把握那个共通者并去定义它;因为由于共通者处于混淆且不显明之中,这样便会造成不明晰;相反,应当分别单独地抽取每一项,个别地把握处于这一基础载体中的东西,个别地把握处于那一载体中的东西,在各自独立地定义了每一项之后,再由此过渡到共通者。例如,假定所提出要加以定义的是“相似者”;它确实存在于颜色中,存在于形状中,存在于德性中,也存在于知识中。因此,绝不能立即试图普遍地去定义“相似者”,而必须单独定义颜色中的相似,单独定义形状中的相似,单独定义德性中的相似,并单独定义知识中的相似。同样,“锐利”存在于形体大小中,也存在于声音中,凡提出要定义“锐利”的人,绝不能立即试图普遍地做这件事,而必须个别地陈明在声音中的锐利、在形体大小中的锐利,以及如果“锐利”还有以其他方式被言说的也一并陈明,并由此上升到共通者。之所以必须这样做,是出于警惕,以免该共通者竟然是同音异义的;因为由于它不明晰,便无法显明它是处于这种状态还是另一种状态。然而,从诸种出发进行考察的人,将更容易认识该共通者的状态;如果一个共通的规约显现出来,按照它们彼此共有的名称而属于各个被单独把握的事物,那么显然,这个规约便是该共通者的定义,而那个〔共通者〕则是这些〔事物〕的属;但如果没有任何共通规约显现,那么对所有事物而言其共通性仅仅在于名称,而该共通者并不是属,只是一个同音异义的声音。在定义中同样必须毫不放松地警惕使用任何隐喻或转义的说法。因为如果在论辩中,那些正确且热爱真理进行论辩的人都不应当做任何此类事情,那么进行定义的人就更绝不能这样做了;因为除了不明晰之外,此类表达还会给定义带来混淆,听者或许会以为所给出的定义是针对某个其他事物,而非针对当前摆在面前的事物。况且,对于一个在论辩中使用隐喻和转义的人,当他屡屡被对话者在论辩上的迂回反转与绵密攻势逼入绝境而寻求脱身之计的时候,人们有时或许还会原谅他;然而,对于意图通过定义来揭示事物的本质的人,如果他以转义和隐喻的方式陈述言辞,则绝不会有人原谅他,因为进行定义的人绝不应着眼于任何其他事物,而应始终唯独着眼于对被定义者本质的准确揭示。
- 1.293τούτου δ’ ᾖ διάφορα εἴδη ἐν ἄλλοις καὶ ἄλλοις ὑποκειμένοις θεωρούμενα
原文中的 ἡ 系 ᾖ(εἰμί 的现在时虚拟语气第三人称单数)之OCR误读,以中性复数 διάφορα εἴδη ... θεωρούμενα 为主语,受前文 ὅταν 支配并与 πρόκειται 并列,构成附加条件从句:“且当此物的不同种在各个不同的基础载体中被考察时”。
- 1.293δι’ εὐλάβειαν τοῦ μήποτε εἴη ὁμώνυμον τὸ κοινόν
名词 εὐλάβεια 之后的属格冠词 τοῦ 实质上名词化了由 μήποτε 引导并伴随祈愿语气动词 εἴη 的顾虑从句。整个介词短语 δι’ εὐλάβειαν τοῦ μήποτε... 表示动机或警惕目的:“出于警惕,以免该共通者竟然是同音异义的”。
- 1.293πολλοῦ γε δεῖ τοὺς ὁριζομένους
惯用表达 πολλοῦ δεῖ(“远非如此”、“更不应”)支配宾格主语 τοὺς ὁριζομένους,并承接前一分句 οὐ χρεών ἐστι τοιοῦτόν τι ποιεῖν 中省略的不定词 ποιεῖν,构成表推论强化的否定结构(a fortiori):“进行定义的人就更绝不能这样做了”。
