- 底本
- Eustratius, In Analyticorum Posteriorum Librum Secundum Commentarium. Commentaria in Aristotelem Graeca XXI.1, ed. M. Hayduck, Berlin: Reimer 1907, pp. 1-270. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4031.tlg001.humanitext-grc1:219.15-220.18
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
针对亚里士多德关于定义个别事物比定义普遍者更容易的命题,厄斯特拉提奥斯阐明此处的“个别”实指最狭义的种,并论证了从更接近感觉、更易避免同音异义干扰的下层事物上升至高层普遍者的分析方法的优越性。
" Ῥᾷόν τε τὸ καθ’ ἕκαστον ὁρίσασθαι ἢ τὸ καθόλου." Καθ’ ἕκαστον ἐνταῦθα οὐ τὸ ἓν τῷ ἀριθμῷ ἔοικε λέγειν, ἀλλὰ τὸ εἶδος τὸ εἰδικώτατον· φησὶ τοίνυν ὅπερ καὶ πρότερον εἴρηκεν, ὅτι τὸ εἰδικώτατον ὁρίσασθαι ῥᾷόν ἐστιν ἤπερ τὸ γένος· ὡς εἶναι τοιαύτην τοῦ λόγου τὴν ἔννοιαν ὅτι εἴ σοι πρόκειταί τι τῶν ὑπαλλήλων ὁρίσασθαι, τὴν ῥᾴονα ὁδὸν καὶ εὐανυστοτέραν πρὸς τοῦτο ἑλοῦ ἕκαστον τῶν ὑπ’ αὐτὸ εἰδικωτάτων εἰδῶν ὁριζόμενος πρότερον, καὶ οὕτως ἕξεις ἐξ αὐτῶν τὸν ὁρισμὸν τοῦ καθόλου καὶ ὑπὲρ αὐτὰ γένους· ὃ γὰρ κοινὸν τούτοις ἅπασι, λόγος ἔσται τοῦτο τοῦ γένους. καὶ ἐπεὶ ῥᾴων αὕτη ἡ ὁδός ἐστι, δεῖ ἀπὸ τῶν καθ’ ἕκαστα ἐπὶ τὰ καθόλου μεταβαίνειν. τὸ δεύτερον τοῦτο καθ’ ἕκαστα1 νοεῖται μὲν καὶ ὡς περὶ τῶν εἰδῶν λεγόμενον, ὅτι δεῖ τῶν εἰδῶν ἕκαστον τῶν ὑπὸ τὰ γένη ὁριζομένους μεταβαίνειν ἐκ τούτων ἐπὶ τὰ γένη, νοεῖται δὲ καὶ περὶ τῶν ἐν τῷ ἀριθμῷ. καὶ γὰρ καὶ ἀπὸ τούτων, καθὼς καὶ πρότερον εἴρηκεν, ἐπὶ τὰ εἴδη κατὰ ἀνάλυσιν ἀνερχόμεθα τοὺς ὁρισμοὺς αὐτῶν θηρεύοντες, καὶ ἀπὸ τῶν εἰδῶν αὖθις ἐπὶ τὰ γένη. λέγει δὲ ταῦτα, διότι ἀνωτέρω εἴρηκε καθόλου πάντα εἶναι ἀεὶ ὁρισμόν. ἵνα γὰρ μὴ δόξῃ σαλεύειν ὁ λόγος τὸ τῆς ἀναλύσεως χρήσιμον, διὰ τοῦτο πάλιν ταύτην ἐπισυνίστησιν, ὅτι εἰ καὶ καθόλου οἱ ὁρισμοί, ἀλλά γε ῥᾴων αὐτοῖς ἐκ τῶν κάτωθεν ἡ εὕρεσις γίνεται.
“而且定义个别事物比定义普遍者更容易。” 这里的“个别事物”,他似乎指的不是在数目上为一的事物,而是最狭义的种。因此,他所说的正是他先前也曾说过的,即定义最狭义的种要比定义属更容易;以至于该论说的意蕴如下:如果摆在你面前的任务是定义相继隶属的事物之一,那么请选择通向此任务的更简易、更易于成就的途径,即首先定义其下的每一个最狭义的种,这样你便能从它们之中获得处于它们之上的普遍之属的定义;因为对这一切事物而言共通的东西,便将是该属的规约。而且既然这条途径更容易,就必须从个别事物过渡到普遍者。这第二个“个别事物”,既可以理解为是就种而言的(即人们在定义了隶属于属的各个种之后,必须从它们过渡到属),也可以理解为是就在数目上为一的事物而言的。因为正如他先前也说过的那样,我们也正是从这些事物出发,通过分析上升到种,搜寻它们的定义,并从种再次上升到属。他之所以说这些,是因为他在上面说过一切定义始终都是普遍的。因为为了不让论述显得动摇了分析的有用性,他为此再次确立了它〔分析〕,因为纵然定义是普遍的,但从下方寻找它们却更为容易。
"Καὶ γὰρ αἱ ὁμωνυμίαι λανθάνουσι μᾶλλον ἐν τοῖς καθόλου." Καὶ κατὰ ἄλλο δέ, φησίν, ἀνυσιμώτερόν ἐστιν εἰς τοὺς ὁρισμοὺς ἡ ἀνάλυσις. ἐπεὶ γὰρ αἱ ὁμωνυμίαι πλάνην ἐμποιοῦσαι λίαν τοῖς ὁρισμοῖς ἐμποδίζουσιν, εὐλαβητέον ἂν εἴη ταύτας ὡς μάλιστα. αὗται δὲ μᾶλλον ἂν διαλάθοιεν ἐν τοῖς γένεσιν ἢ ἐν τοῖς εἴδεσι καὶ ἐν τοῖς καθόλου ἢ τοῖς καθ’ ἕκαστα. πῶς καὶ τίνι τρόπῳ; ὅτι τὰ καθ’ ἕκαστα αἰσθήσει ὄντα ληπτὰ δῆλα ἐκ τῆς ἐναργείας ἐστίν, εἴτε μιᾶς τινος κοινωνοῦσιν φύσεως, καθ’ ἧς τὸ ὄνομα φέρεται, εἴτε διάφορα κατὰ τὰς φύσεις ἐστίν. ὥστε καὶ τὰ εἰδικώτατα εὐθὺς ὑπάρχοντα μετὰ τὰ καθ’ ἕκαστα τῶν γενῶν ἐστιν εὐδηλότερα, ὡς ἔχει περὶ τὸ ὁμώνυμα εἶναι ἢ μή. ἰδὲ γὰρ ὅτι καὶ ἐν τοῖς γένεσιν ὁμωνυμία ἐκ τῆς πρὸς τὰ εἴδη ἀναφορᾶς γνωρίζεται· διὰ τοῦτο γὰρ ὁμωνύμως2 ζῷον ὅ τε ἄνθρωπος καὶ τὸ γεγραμμένον, διότι καὶ ἄνθρωπος ὁμωνύμως. ὥστε καὶ κατὰ τοῦτο κρεῖττόν ἐστι καὶ ἀσφαλέστερον ἀπὸ τῶν καθ’ ἕκαστα μεταβαίνειν ἐπὶ τὰ καθόλου τοὺς τὴν θήραν ποιουμένους τῶν ὁρισμῶν. κἂν μὴ αἰσθητὸν δὲ ᾖ τὸ καθ’ ἕκαστον, τοῦ περιέχοντος αὐτὸ καθόλου σαφέστερόν τε καὶ γνωριμώτερον διὰ τὸ συγκεχύσθαι μὲν τὸ καθόλου πλείοσιν ἁρμόζον καὶ τούτοις πᾶσιν ἑπόμενον, τὸ δὲ καθ’ ἕκαστον ἑαυτῷ περιορίζεσθαι μόνῳ κἀντεῦθεν εἶναι ἀσύγχυτον. ἀδιάφορα δὲ ὀνομάζει κἀνταῦθα ἢ τὰ κατ’ εἶδος ταὐτὰ καθ’ ἕκαστα ἢ τὰ κατὰ γένος ταὐτὰ εἰδικώτατα, ὡς τὴν ταυτότητα ἔχοντα καὶ ἀδιαφορίαν κατὰ τὸ πρᾶγμα καθ’ ὃ ἀλλήλοις κεκοινωνήκασιν.
“因为同音异义在普遍者中也更容易被忽略。” 他说,从另一个方面来看,分析对于定义而言也更为有效。因为既然同音异义会造成迷误并极大地阻碍定义,那么人们就必须极力提防它们。而在属中比起在种中,在普遍者中比起在个别事物中,这些同音异义更容易被人忽略。如何被忽略,又以何种方式?因为个别事物由感觉所把握,依其明晰性便显而易见,不论它们是共有一个被冠以该名称的单一本性,还是在诸本性上是相异的。因此,直接紧随个别事物之后的那些最狭义的种,在是否为同音异义这一状态上,也比诸属更为显明。你看,甚至属之中的同音异义也是从对诸种的参照中被认识的;因为人与被画出的人之所以在同音异义的意义上是动物,正是因为它们在同音异义的意义上是人。因此,就此而言,进行定义搜寻的人从个别事物过渡到普遍者,也是更为优越、更为稳妥的。即使个别事物不是可感知的,它也比包摄它的普遍者更为清晰、更为可知,因为普遍者由于适合于多数事物并伴随于这一切事物而处于混淆之中,而个别事物仅自我限定,并由此而不被混淆。他在此处也同样把在种上相同的个别事物,或者在属上相同的最狭义的种称作“无差异者”,因为它们在彼此共有的事物上具有同一性与无差异性。
- 1.291τὸ δεύτερον τοῦτο καθ’ ἕκαστα
指前一句“δεῖ ἀπὸ τῶν καθ’ ἕκαστα ἐπὶ τὰ καθόλου μεταβαίνειν”中出现的“个别事物(καθ’ ἕκαστα)”。与引文(97b28)中最初出现的单数宾格“τὸ καθ’ ἕκαστον”相对,注释者说明这第二次出现的复数形式既可理解为种,亦可理解为数目上的个别事物。
- 1.292διὰ τοῦτο γὰρ ὁμωνύμως ζῷον ὅ τε ἄνθρωπος καὶ τὸ γεγραμμένον, διότι καὶ ἄνθρωπος ὁμωνύμως
从属与主干的省略补完。在“γεγραμμένον”之后承前省略了“ζῷον”(或“人”),而在句末的“ὁμωνύμως”之后省略了系词或动词“λέγεται/ἐστίν”。这一骨架表明:画中的人之所以在同音异义的意义上被称为“动物”,是因为它首先在同音异义的意义上被称为“人”。
- 1.292εἰσικώτατα
“εἰδικώτατα”(最狭义的种)之排印或OCR讹误。在上下文中作“κατὰ γένος ταὐτὰ εἰδικώτατα”(在属上相同的最狭义的种),与前一节中的“εἰδικωτάτων εἰδῶν”相对照。
未在正文中定位
