- 底本
- Eustratius, In Analyticorum Posteriorum Librum Secundum Commentarium. Commentaria in Aristotelem Graeca XXI.1, ed. M. Hayduck, Berlin: Reimer 1907, pp. 1-270. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4031.tlg001.humanitext-grc1:20.19-21.36
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
厄斯特拉提奥斯注解了亚里士多德通过归纳与第一格三段论证明在全部四种探求中所寻求的皆为中项(原因)的论述,并探讨了定义如何充当中项以及“是什么”与“为何存在”在基体上的同一性。
" Συμβαίνει ἄρα ἐν ἁπάσαις ταῖς ζητήσεσι ζητεῖν." Περὶ τῶν ζητημάτων καθόλου εἰπὼν ὁπόσα κατὰ γένος ἐστί, καὶ πρότερον μὲν ἣν ἔχουσι διαφορὰν πρὸς ἄλληλα, ἔπειτα καὶ δι’ ἑτέρας ἐπιβολῆς τὴν τούτων δείξας ποσότητα, καὶ τί τε ζητοῦσιν ἕκαστα, πρὸς δὲ καὶ τί κοινὸν πρὸς ἄλληλα καὶ διάφορον ἔχουσιν εἰρηκώς, ἐπεὶ ἐν τῇ δευτέρᾳ διαιρέσει τὸ μέσον εἶναι αὐτοῖς τὸ ζητούμενον εἴληφε καὶ ἐκ τῆς ἐπαγωγῆς τοῦτο ἔδειξε καθ’ ἕκαστον γένος τῶν ζητημάτων ἐπεξιὼν καὶ διὰ παραδειγμάτων τοὺς λόγους πιστούμενος, ἐπάγει μὲν τοῖς ῥηθεῖσι συμπέρασμα λέγων1 ὅτι συμβαίνει ἄρα ἐν ἁπάσαις ταῖς ζητήσεσι ζητεῖν ἢ εἰ ἔστι τι μέσον ἢ τί ἐστι τὸ μέσον. δῆλον γὰρ ἤδη γέγονε διὰ τῶν εἰρημένων ὡς οὐδὲν ἄλλο ζητεῖται ἐν τοῖς ζητήμασιν ἢ τὸ μέσον, ἢ εἰ ἔστι τοῦτο ἢ τί ἐστιν, εἴτε ἁπλῶς εἴτε πῇ· ὡς εἰς δύο συναιρούμενα τὰ προβλήματα εἰς τέτταρα αὖθις πλατύνεσθαι τῇ τοῦ ἁπλοῦ καὶ συνθέτου διαφορᾷ. εἶτα τῇ ἐπαγωγῇ μὴ ἀρκούμενος δείκνυσι τὸ αὐτὸ καὶ διὰ συλλογισμοῦ ἐν πρώτῳ σχήματι τοῦτο συνάγων· ἐν πάσαις ταῖς ζητήσεσι, φησί, τὸ αἴτιον ζητεῖται· τὸ δὲ αἴτιον τὸ μέσον ἐστίν· ἐν ἁπάσαις ἄρα ταῖς ζητήσεσι τὸ μέσον ζητεῖται. ὅτι δὲ τὸ αἴτιόν ἐστι τὸ ζητούμενον πιστοῦται πάλιν ἐκ τῆς ἐπαγωγῆς. τὸ γὰρ ζητεῖν ἆρα ἐκλείπει ἡ σελήνη ταὐτόν ἐστι τῷ ἆρά ἐστιν αἴτιόν τι τοῦ ἐκλείπειν αὐτὴν ἢ οὔ· ὅταν δὲ γνῶμεν ὅτι ἔστι τι αἴτιον, τότε ζητοῦμεν τί τοῦτό ἐστι, καὶ ἔστιν ἐκεῖνο μὲν τὸ ὅτι ἔστι, τοῦτο δὲ τὸ διὰ τί ἐστι. τὸ αὐτὸ δὴ καὶ ἐπὶ τῶν ἁπλῶν· κἄν τε γὰρ μὴ τοδὶ ἢ τοδὶ ζητῶμεν, ἀλλ’ ἁπλῶς τὴν οὐσίαν καὶ τὸ ὑποκείμενον, οἷον εἰ ἔστι σελήνη ἢ γῆ ἢ ἥλιος ἢ τρίγωνον, κἄν τε μὴ ἁπλῶς τὴν οὐσίαν, ἀλλά τι τῶν ἐν τῇ οὐσίᾳ, εἴτε καθ’ αὑτό τι εἴτε μὴ καθ’ αὑτὸ ἀλλὰ κατὰ συμβεβηκός, τὸ αἴτιον τοῦ εἶναι τὸ προκείμενον τὸ μέσον ἐστίν,2 οἷον καθ’ αὑτὸ μὲν ἐπὶ τῆς σελήνης τὸ σφαιρικόν, κατὰ συμβεβηκὸς δὲ τὴν ἔκλειψιν. ὡσαύτως καὶ ἐπὶ τοῦ ἡλίου. ἐπὶ δὲ τῆς γῆς καθ’ αὑτὸ μὲν τὸ ἐν μέσῳ εἶναι· κατὰ γὰρ τὴν κατὰ φύσιν ῥοπὴν καὶ ὁ τόπος ὁ κατὰ φύσιν· κατὰ συμβεβηκὸς δὲ τὸ αἰσθητόν. ὅτι δὲ καλῶς ταῦτα εἴρηται, δῆλον· τὰ γὰρ καθ’ αὑτὰ καὶ ἀεί, ὥστε τὰ μὴ ἀεὶ οὐδὲ καθ’ αὑτά. οὔτε δὲ ὁ ἥλιος ἢ ἡ σελήνη ἐκλείπει ἀεί, ἀλλὰ ποτέ, καὶ γίνεται ταῦτα ποτὲ τοῖς ὑποκειμένοις κἀν τῷ ἀπογίνεσθαι οὐδὲν αὐτοῖς λυμαίνεται, εἰ μὴ καὶ τελεώτερα ταυτὶ τῶν τοιούτων συμπτωμάτων ἀπαλλαττόμενα. ἀλλὰ καὶ τὸ ἐν φαντασίᾳ εἶναι τὰ σχήματα ἢ ἐν αἰσθήσει τὰ χρώματα ἢ ἄλλο τι τοιοῦτον οὔτε ἀεὶ αὐτοῖς ἐστιν οὐδὲ αὐτά τι πάσχει ἐν φαντασίᾳ ἢ ἐν αἰσθήσει γινόμενα· ὡς μηδὲ αὐτῶν εἶναι κυρίως τι πάθος ἢ εἶδος ἢ ἕξιν ἢ ἐνέργειαν ἢ τι τοιοῦτον τὸ ἐν φαντασίᾳ ἢ αἰσθήσει γίνεσθαι, ἀλλὰ τῶν φανταζομένων ἢ αἰσθανομένων. ἐπεὶ δὲ καὶ τὸν ὁρισμὸν μέσον καὶ αἴτιον εἴρηκεν, ὅτι μὲν αἴτιον, δεῖξαι οὐκ ἠξίωσεν, ὡς δῆλον ὂν ὅτι εἶδος, τὸ δὲ εἶδος αἴτιον τοῦ ἐκ τούτου καὶ ὑποκειμένου τινός· ὅτι δὲ μέσον ἐν συλλογισμῷ ληφθῆναι ἐνδέχεται, δείκνυσιν ὁριστὰ λαβὼν μὴ καθ’ αὑτὸ ὑπάρχοντα, ἀλλ’ ἐν ἑτέρῳ τὸ εἶναι ἔχοντα, οἷον ἔκλειψιν, συμφωνίαν. ἐν ἅπασι γὰρ τοῖς τοιούτοις, φησί, τὸ αὐτό ἐστι τὸ τί ἐστι καὶ τὸ διὰ τί ἐστι, τὸ αὐτὸ τῷ ὑποκειμένῳ ἀλλ’ οὐ τῷ τρόπῳ τῆς λήψεως·3 ἄλλως γὰρ ὡς τί ἐστι λαμβάνεται, καὶ ἄλλως ὡς διὰ τί ἐστι. τὸ μὲν γὰρ ὡς καθ’ αὑτὸ λαμβανομένου τοῦ ὁριστοῦ καὶ ἐν ἁπλῷ ζητουμένου προβλήματι, εἰ ἔστιν ὅλως ἢ τί ἐστι, τὸ δὲ ὡς ἐν ἑτέρῳ ὄντος καὶ διὰ τί ἐν αὐτῷ ἔστι. ὅτι δὲ τὰ αὐτὰ τῷ ὑποκειμένῳ ἐν τοῖς ἐν ἄλλῳ ὑπάρχουσι καὶ διὰ ἀποδείξεως γινώσκεσθαι φύσιν ἔχουσι τὸ τί ἐστι καὶ διὰ τί ἐστι, δῆλον γίνεται ὁρισμοῦ προβάντος αὐτῶν καὶ λαμβανομένου τοῦ μέσου πρὸς τὴν ἀπόδοσιν τοῦ διὰ τί ἐν ἑτέρῳ ἐστί. τί γάρ ἐστιν ἔκλειψις;
“因此,在所有的探求中,结果都是在探求。” 在普遍地论述了问题按属而言有多少,先是它们彼此之间具有何种差异,然后又通过另一番考察指明了这些问题的数量以及每一个所探求的是什么,此外还陈述了它们彼此之间具有何种共通与相异之处之后,由于他在第二次划分中认定所探求之物对于它们而言就是中项,并通过逐一考察问题的每一属以及用实例证实论点而从归纳中表明了这一点,于是他为上述论述引出结论说:因此,在所有的探求中,结果都是在探求或者是否存在某种中项,或者中项是什么。因为通过上述所言已经明了,在诸问题中所探求的无非是中项,或者是它“是否存在”,或者是它“是什么”,无论是单纯地还是在某方面;从而归结为两个的问题凭借单纯与复合的差异再次扩展为四个。接着,他不满足于归纳,还通过三段论表明了同样的事理,在第一格中推导如下:他说,在所有的探求中,所探求的是原因;而原因就是中项;因此在所有的探求中,所探求的是中项。而所探求的是原因这一点,再次由归纳得到证实。因为探求月亮是否亏蚀,与[探求]它亏蚀是否存在某种原因或不存在,是同一回事;而当我们知道存在某种原因时,那时我们探求这个[原因]是什么,前者是“存在〔这一事实〕”,而后者则是“为何存在”。对于单纯的事物也是完全相同的;因为无论我们不是探求这个或那个,而是单纯地探求实体和基体(例如是否存在月亮、地球、太阳或三角形),还是我们不是单纯地探求实体,而是探求实体之中的某种事物(无论是自体的,还是非自体的而是偶性的),所提出之事物的“存在”的原因就是中项,例如在月亮的情况下,自体的就是球形的,偶性的则是亏蚀。关于太阳也是同样。而在地球的情况下,自体的就是在中心——因为依照自然倾向也有其自然的场所——偶性的则是可感知的。这些说法是正确的,这一点很显然;因为自体的事物也是恒常的,因此非恒常的事物也不是自体的。太阳或月亮都不是一直亏蚀,而是在某些时候,这些情况有时发生在基体上,而在它们消亡时对基体毫无损害,甚至当脱离了诸如此类的偶发事件时,这些基体本身反倒更为完满。而且,形状在表象中存在,或者颜色在感觉中存在,或者任何其他类似的事物,既非对它们而言是恒常的,它们自身在表象或感觉中生成时也没有遭受什么;从而在表象或感觉中生成严格说来也并不是它们自身的某种受动、形式、状态、活动或任何诸如此类的东西,而是属于表象者或感知者的。既然他还称定义为中项和原因,关于它是原因这一点,由于它是形式,而形式是由形式与某种基体所构成的复合物的原因这是显而易见的,所以他认为不值得去证明;但关于它在三段论中能够被取为中项这一点,他通过选取那些不依自体存在而是在他物中具有其存在的被定义物(例如亏蚀、谐音)来予以证明。他说,在所有这些事物中,“是什么”和“为何存在”是同一的,在基体上是同一的,但并不在把握的方式上[同一];因为作为“是什么”被把握与作为“为何存在”被把握是不同的。前者是被定义物作为自体的被把握并且在单纯的问题中被探求,即它究竟“是否存在”或“是什么”;后者则是作为在他物之中存在且“为何在它之中存在”。而在那些存在于他物之中且依其自然本性通过证明而被认识的事物中,“是什么”与“为何存在”在基体上是同一的,这一点在它们的定义被提出并且中项被取来用于说明为何存在于他物之中时变得显而易见。因为亏蚀究竟是什么?
- 1.20Περὶ τῶν ζητημάτων καθόλου εἰπὼν ... ἐπάγει μὲν τοῖς ῥηθεῖσι συμπέρασμα λέγων
长句结构:句首由多个分词短语(εἰπών, δείξας, εἰρηκώς)以及原因状语从句(ἐπεὶ ... εἴληφε καὶ ... ἔδειξε ...)总括前文语境,最终归结到主句动词 ἐπάγει 及分词 λέγων ὅτι...。句首介词短语 Περὶ τῶν ζητημάτων 修饰紧随其后的分词 εἰπών。
- 1.20κἄν τε γὰρ μὴ τοδὶ ἢ τοδὶ ζητῶμεν ... κἄν τε μὴ ἁπλῶς τὴν οὐσίαν ... τὸ αἴτιον τοῦ εἶναι τὸ προκείμενον τὸ μέσον ἐστίν
由相关连词 κἄν τε ... κἄν τε ...(“无论……还是……”)引导的双重让步条件从句置于前,主句为判断谓词结构 τὸ αἴτιον ... τὸ μέσον ἐστίν(“中项即是原因”)。主句的主语是 τὸ μέσον,谓语补足语为 τὸ αἴτιον τοῦ εἶναι τὸ προκείμενον。
- 1.20τὸ αὐτὸ τῷ ὑποκειμένῳ ἀλλ’ οὐ τῷ τρόπῳ τῆς λήψεως
τῷ ὑποκειμένῳ 和 τῷ τρόπῳ 均为表关涉/方面的与格(dative of respect),表明“是什么”与“为何存在”在客观基体/实体上是同一的,但在主观把握的方式上存在差异。
