← 尼西亚的欧斯特拉提乌斯

亚里士多德《后分析篇》第二卷注释

§217.24-219.14

度量大的多义性与普遍者的定义

阐释亚里士多德《后分析篇》卷二第13章(97b13–97b26)中关于同音异义词辨析的内容(以“度量大”区分为不耐受侮辱与超然于命运两个不同种为例),并论证了定义何以始终针对普遍者而非个别事物。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.287

" Ἐὰν δὲ μὴ βαδίζῃ εἰς ἕνα, ἀλλ’ εἰς δύο ἢ πλείω, δῆλον ὅτι οὐκ ἂν εἴη ἕν τι εἶναι τὸ ζητούμενον,1 ἀλλὰ πλείω." Ἐὰν δέ, φησί, τὰ λαμβανόμενα μὴ εἰς ἕνα προΐῃ λόγον ἐν τῷ λαμβάνεσθαι, ἀλλ’ εἰς δύο, εἰ δύο αἱ λήψεις τῶν συστοιχιῶν εἴησαν, ἢ καὶ εἰς πλείους, εἰ πλείους, οἷον τυχὸν εἰς τρεῖς ἢ τέτταρας, εἰ καὶ αἱ συστοιχίαι τοσαῦται, δῆλον ἐντεῦθέν ἐστιν ὅτι οὐχ ἕν τι πρᾶγμά ἐστι τὸ ζητούμενον ὡς κοινόν τί ἐστιν, εἴτε γένος εἴτε μή, ἀλλὰ πλείω μὲν πράγματα, φωνὴ δὲ μία κοινὴ τοῖς πλείοσιν.

“但若它并不走向一,而是走向二或更多,则显然所探求的事物就存在而言不可能是单一的,而是多个。” 他说,如果在被把握的过程中,被把握的事物并不走向一个规约,而是走向两个(若所把握的序列是两个),或者甚至走向更多(若序列更多,诸如设若为三个或四个,若序列也有这么多),那么由此便显然可知,所探求的事物作为一个共通的东西(不论是属还是非属)并不是单一的事物,而是多个事物,仅有一道单一的词音对这多个事物是共通的。

§1.288

"Οἷον λέγω, εἴ τί ἐστι μεγαλοψυχία." Προτίθησι τοῦ εἰρημένου παράδειγμα τὴν μεγαλοψυχίαν. καὶ ἔστω, φησί, τὸ ἐπὶ πλειόνων κοινὸν αὕτη, καὶ ζητητέον τί ἐστιν αὕτη τοῖς ἐφ’ ὧν λέγεται, ἤτοι πῶς αὐτῶν κατηγορεῖται, ἵνα εἰ μὲν κοινὸν λόγον εὕροιμεν ἁρμόζοντα πᾶσι τοῖς μετέχουσι τοῦ τῆς μεγαλοψυχίας ὀνόματος, τοῖς μὲν ὑπ’ ἄλλο τελοῦσιν εἶδος τοῖς δὲ ὑφ’ ἕτερον γένος αὐτὴν εἴπωμεν κοινόν, εἰ δ’ οὔ, γνοίημεν αὐτὴν ὄνομα μόνον οὖσαν κοινὸν τοῖς ἅπασι, καὶ τὴν κοινωνίαν αὐτῶν κατὰ τοὔνομα μόνον, οὐ μὴν καὶ κατὰ τὸν λόγον τὸν κατὰ τοὔνομα. ἀρκτέον δὲ ἀπὸ τῶν καθ’ ἕκαστα, καθὼς παραδέδοται, καὶ ληπτέον τινὰς οὓς ἴσμεν μεγαλοψύχους, τί ἔχουσι πάντες, καθ’ ὃ μεγαλόψυχοι, οἷον Ἀλκιβιάδην καὶ Ἀχιλλέα καὶ Αἴαντα· οὗτοι γὰρ καθ’ ἕκαστα ὄντες μεγαλόψυχοι εἶναι παραδέδονται. τί τοίνυν ἅπαντες οὗτοι ἓν ἔχουσι, καθ’ ὃ μεγαλόψυχοι; ἔχουσι δὲ τὸ μὴ ἀνέχεσθαι ὑβριζόμενοι. ὁ μὲν γὰρ Ἀλκιβιάδης ὑβρισθεὶς καὶ μὴ ἀνασχόμενος ἐπολέμησε τοῖς ὑβρίσασιν, ὁ δὲ Ἀχιλλεὺς τὸ αὐτὸ παθὼν κατὰ τοῦ ὑβρικότος ἐμήνισε καὶ τῶν ὁμοφύλων οὐ προεμάχησεν, ὁ δὲ Αἴας τῆς ὕβρεως μὴ ἀνασχόμενος ἑαυτὸν ἀπέκτεινεν. εἰσὶ τοιγαροῦν ἀδιάφοροι κατὰ τὸ μὴ ἀνέχεσθαι ὑβριζόμενοι, καὶ τούτῳ τῷ τρόπῳ τῆς μεγαλοψυχίας ὥσπερ ὁμοειδεῖς. σκοπῶμεν δὴ πάλιν καὶ ἐφ’ ἑτέρων, οἷον Λυσάνδρου καὶ Σωκράτους καὶ Διογένους· καὶ οὗτοι γὰρ μεγαλόψυχοι παραδέδονται, ἀλλ’ οὐχὶ κατὰ τὸ αὐτὸ ὅτι μὴ ἠνείχοντο ὑβριζόμενοι, ἀλλὰ τὸ ἀδιαφόρως ἔχειν2 περὶ τὰς τύχας, ὡς μήτε ταῖς εὐπραγίαις ἐπαίρεσθαι μήτε καταπίπτειν ταῖς δυσπραγίαις.

“例如我说,度量大是什么。” 他提出度量大作为所说之事的例子。他说,设这在多个事物身上是共通的,且必须探求对于被述说的对象而言这究竟是什么,即它是如何述说于它们的,以便如果我们能发现一个适合于一切分有度量大之名称者的共通规约,我们就可以称它为对归于某一类种者与归于另一类种者而言共通的属;但若不然,我们便可得知它仅仅是对一切事物共通的名称,它们之间的共有仅仅是就名称而言,而绝非就符合该名称的规约而言。然而必须如所传授的那样从个别事物出发,并选取我们所知道是度量大的人,[探究]他们全员具有什么作为度量大者之依据的东西,例如阿尔基比亚德斯、阿喀琉斯和埃阿斯;因为他们作为个别之人,被传述为是度量大者。那么,所有这些人具有什么作为度量大者之依据的单一东西?他们所具有的乃是受辱时不予容忍。因为阿尔基比亚德斯受辱而不予容忍,便向侮辱他的人开战;阿喀琉斯遭遇了同样的事,便向施侮者动怒,不为同胞前线作战;而埃阿斯不容忍侮辱,便自尽了。因此,他们在受辱时不予容忍这一点上是无差异的,并且在度量大的这一方式上宛如是同种的。那么让我们再次就另一些人进行考察,例如吕珊德、苏格拉底和狄奥根尼;因为这些人也被传述为度量大者,但并不是由于他们受辱时不予容忍这同一个点,而是由于对命运处之泰然,以至于既不因顺境而得意,亦不因逆境而沉沦。

§1.289

"Ταῦτα δύο λαβὼν σκοπῶ τί τὸ αὐτὸ ἔχουσιν." Λαβών, φησίν, ἀπὸ τῶν καθ’ ἕκαστα δύο τῆς μεγαλοψυχίας εἴδη ταῦτα, τό τε περὶ τὰς τύχας ἀδιάφορόν τε καὶ ἀπαθὲς καὶ τὸ περὶ τὰς ὕβρεις ἀνυπομόνητον, σκοπῶ τί κοινὸν ἔχουσιν. εὑρίσκω τοίνυν ὅτι οὐδέν, οὐ μόνον κατ’ εἶδος καὶ γένος, ἀλλ’ οὐδὲ κατὰ τὰς δυνάμεις ἐξ ὧν προβαίνουσιν· ἡ μὲν γὰρ κατὰ τὴν τοῦ λόγου ἐστὶν ἡ δὲ κατὰ τὴν τοῦ θυμοειδοῦς ἐπικράτειαν. ἀποφαίνομαι οὖν ὅτι δύο εἴδη τῆς μεγαλοψυχίας ἐστὶν ἀλλήλων ἕτερα πάντη, μὴ γένους κοινωνοῦντα ἑνός· ἦν γὰρ ἂν καὶ λόγος αὐτοῖς ὁ τοῦ γένους κοινός, νῦν δ’ οὐκ ἔστιν. ὥσθ’ ὁμώνυμον κατ’ αὐτῶν τὸ τῆς μεγαλοψυχίας ὄνομα λέγεται.

“把握了这两者之后,我考察它们具有什么相同的东西。” 他说,从个别事物中把握了度量大的这两个种,即对于命运的泰然无动与对于侮辱的不可容忍之后,我考察它们具有何种共同之处。于是我发现,它们毫无共同之处,不仅在种和属上没有,甚至在它们所由产生的官能方面亦没有;因为前者是依据理性的支配,而后者则是依据激情的支配。因此我断言,度量大的两个种彼此在一切方面皆相异,并不共有单一的属;因为若不然,属的规约对于它们也当是共通的,但如今却非如此。所以,度量大这一名称对它们乃是同音异义地述说的。

§1.290

"Ἀεὶ δ’ ἐστὶ πᾶς ὅρος καθόλου· οὐ γάρ τινι ὀφθαλμῷ λέγει τὸ ὑγιεινὸν ὁ ἰατρός." Ἐπειδὴ πρώην ἔλεγεν ὡς ἐκ τῶν καθ’ ἕκαστα τοὺς ὅρους τοῖς καθόλου ἀποδίδομεν, εἰκὸς ἦν ὑπολαβεῖν τινα, μήποτε προηγουμένως τῶν καθ’ ἕκαστα οἱ ὅροι εἰσὶ καὶ δι’ αὐτὰ καὶ τοῖς αὐτὰ περιέχουσιν ἐφαρμόζουσι. διὰ τοῦτο ταύτην ἀναιρῶν τὴν ὑπόνοιαν προστίθησιν τὰ ἐνταῦθα λεγόμενα ‘οὐ χρὴ’ φάσκων ‘ὑπονοεῖν διὰ τὰ εἰρημένα ὅτι τῶν καθ’ ἕκαστά ποτε οἱ ὅροι εἰσίν· ἀεὶ γὰρ πᾶς ὅρος καθόλου’. καὶ τοῦτο δείκνυσιν ἀπὸ τῶν τεχνῶν· τὸ γὰρ ὀφθαλμῷ ὑγιεινὸν ὁ ἰατρὸς ὁριζόμενος οὐ τὸ τινὶ ὀφθαλμῷ ὑγιεινὸν ὁρίζεται, ἀλλ’ ἢ παντὶ ἢ εἴδει ἀφορίσας.3 ἐπεὶ γὰρ τὸ καθόλου διττόν ἐστιν, ἢ τὸ κατατεταγμένον καὶ ἐν πᾶσι τοῖς καθ’ ἕκαστα θεωρούμενον ἢ τὸ ἐξ ἀφαιρέσεως καὶ κατ’ ἔννοιαν λαμβανόμενον, ὁ ὁριζόμενος ἢ ἐκεῖνο λαμβάνει ὃ ἐν παντὶ θεωρεῖται τῷ καθ’ ἕκαστα, ἢ ὃ κατὰ τὴν ἔννοιαν λαμβάνεται, ἀλλ’ οὐχὶ τὸ ἔν τινι τῶν καθ’ ἕκαστα. περὶ γὰρ τοῦ πρὸ τῶν πολλῶν ἑνὸς καὶ καθόλου οὐκ οἰκεῖον νῦν λέγειν· οὐδὲ γὰρ Ἀριστοτέλει περὶ τοῦ τοιούτου καθόλου ὁ λόγος πρόκειται. ἔστι καὶ ἄλλως εἰπεῖν τὸ παντὶ ἢ εἴδει ἀφορίσας. εἰ μὲν γὰρ μὴ ὁμώνυμός ἐστι φωνὴ τὸ προκείμενον, ἀλλ’ ἕν τι σημαινόμενον τῆς φωνῆς, ὃ ἐν πᾶσιν ὑπάρχει τοῖς μετέχουσι τοῦ ὀνόματος, παντὶ ἁπλῶς ἀφορίζεται· εἰ δὲ ἔστιν ὁμώνυμον τὸ ληφθέν, ἓν εἶδος ἀφορίσας τούτου καθόλου τὸν ὁρισμὸν ἀποδίδωσιν.

“然而一切定义始终都是普遍的;因为医生所说的对眼有益之物并不是针对某一只眼而言的。” 由于他此前说过我们是从个别事物出发将定义赋予普遍者,因此有人设想定义或许首先是个别事物的,并且通过个别事物才适用于包摄它们的事物,这也是合情合理的。因此,为了消除这种揣测,他补充了这里所说的话,说道:“绝不可因先前所言而揣测定义有时属于个别事物;因为一切定义始终都是普遍的”。并且他通过技艺来证明这一点;因为医生在定义对眼睛有益之物时,所定义的并不是对某一只特定眼睛有益之物,而是或者针对全[眼],或者限定一个种来定义。因为普遍者是双重的,或者是在所有个别事物中被协调排列并被观察到的,或者是通过抽象在概念上被把握的,下定义者所把握的要么是在每个个别事物中被观察到的那个东西,要么是在概念上被把握的东西,而绝非在某个特定个别事物之中的东西。因为如今谈论在多之前的单一且普遍者是不合宜的;因为亚里士多德所提出的论述亦非关于此类普遍者的。对于“或者针对全[眼],或者限定一个种”亦可作另一种解释。因为若所提出的话题并非同音异义的词音,而是词音的单一含义(它存在于分有该名称的一切事物中),那么便是直接针对全体予以限定;但若所把握的是同音异义者,则在限定了它的一个种之后,便普遍地赋予其定义。

语法注3 条
  1. 1.287οὐκ ἂν εἴη ἕν τι εἶναι τὸ ζητούμενον

    引述亚里士多德原文中的句法:带有潜在/推测虚构语气的 ἄν+祈愿语气 εἴη 支配一个宾格带不定式结构,其中 τὸ ζητούμενον 为不定式的宾格主语,ἕν τι 为系词不定式 εἶναι 的表语,意为“所探求的事物在存在上不可能是单一的”。

  2. 1.288ἀλλ’ οὐχὶ κατὰ τὸ αὐτὸ ὅτι μὴ ἠνείχοντο ὑβριζόμενοι, ἀλλὰ τὸ ἀδιαφόρως ἔχειν

    由介词 κατά 引导的宾格短语对比结构。先行的否定部分 οὐχὶ κατὰ τὸ αὐτό 由 ὅτι 从句(“即他们受辱时不予容忍”)作同位语说明,随后的肯定部分 ἀλλὰ τὸ ἀδιαφόρως ἔχειν(冠词加不定词短语)则省略并承前补充 κατὰ 构成平行并列。

  3. 1.290ἀλλ’ ἢ παντὶ ἢ εἴδει ἀφορίσας

    承袭亚里士多德原文(97b26:ἀλλ’ ἢ παντὶ ἢ εἴδει τινὶ ἀφορίσας)的分词短语。分词 ἀφορίσας 修饰主语(医生),表示手段或方式。通过 ἢ... ἤ...(“或者……或者……”)构成两难选择:“或者对全[眼],或者限定一个种”,正如紧随其后的注解所阐明的两种普遍述谓方式。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4031.tlg001.humanitext-grc1:217.24-219.14