← 尼西亚的欧斯特拉提乌斯

亚里士多德《后分析篇》第二卷注释

§216.3-217.23

从个别事物出发避免同音异义的分析定义法

厄斯特拉提奥斯注解了亚里士多德关于在发现定义时提倡从个别事物出发的分析法以避免同音异义之谬误、并从同种的个别事物逐步抽象出共通本性直至属的定义之论述(97b7–10)。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.284

" Ζητεῖν δὲ δεῖ ἐπιβλέποντα ἐπὶ τὰ ὅμοια." Χρησιμωτέραν θέμενος πρότερον πρὸς τὴν τῶν ὁρισμῶν εὕρεσιν τὴν ἀναλυτικὴν τῆς διαιρετικῆς, εἶτα δὲ καὶ τὴν διαίρεσιν εἰς ὅσα χρήσιμός ἐστιν ἐπειπών, καὶ μεταξύ τινας παραδοὺς παρατηρήσεις ἃς δεῖ παραφυλάττεσθαι τοὺς βουλομένους ὁρίζεσθαι διὰ τῶν διαιρέσεων, νῦν καὶ περὶ τῶν ὁμωνυμιῶν φησιν, ἃς δεῖ εὐλαβεῖσθαι τὸν ὁριζόμενον ὡς πλάνην ἐμποιούσας οὐ μικράν. παρίστησιν δὲ ὡς καὶ πρὸς τὸ ταύτας μὴ λανθάνειν ῥᾷον ἕξομεν ἀναλύοντες ἤπερ διαιρούμενοι. λέγει τοίνυν ὅτι δεῖ ζητεῖν τὸν περὶ τοῦ ὅρου σκοποῦντα καὶ τοῦτο μετὰ τῶν λοιπῶν τῶν εἰρημένων· εἴη γὰρ ἂν καὶ τοῦτο τετάρτη τις παρατήρησις ἀπὸ τῶν καθ’ ἕκαστα τὴν ἀρχὴν ἔχουσα διὰ τὸ ἐντεῦθεν ἔχειν τὸ ῥᾷον καὶ εὐκατόρθωτον. δεῖ γάρ, φησίν, ἐπιβλέπειν μήποτε τὸ κοινὸν φωνή τις εἴη ὁμώνυμος. τοῦτο δ’ ἂν ἀκριβωσόμεθα ἀπὸ τῶν ὁμοίων καὶ ἀδιαφόρων ὁρμώμενοι, λαμβάνοντες μέν τινα τῶν καθ’ ἕκαστα, ὁμοειδῆ δὲ ἀλλήλοις εἶναι ὁμολογούμενα πρῶτον, σκοποῦντες δὲ τί ἅπαντα ταῦτα κοινὸν ἔχουσι. ταῦτα γὰρ λέγει ὅμοια καὶ ἀδιάφορα, ἤγουν τὰ μηδὲν ἀλλήλων διενηνοχότα κατ’ εἶδος. ἡ δὲ σκέψις ὡς περὶ γένους, ἥτις καὶ μάλιστα δυσχερής ἐστι, τὸ εὐχερὲς προσλαμβάνουσα, εἰ ἀπὸ τῶν καθ’ ἕκαστα δέχοιτο τὴν ἀρχήν.1 εἰ γὰρ μὴ εἶδος τὸ κοινὸν τοῖς καθ’ ἕκαστα, εὐθὺς εὐδιάγνωστον· οἷον εἴ τις θεῖτο ὄνομα ἱμάτιον ἀνθρώπῳ καὶ ἵππῳ, ὅτι μὴ ἔστιν ὡς εἶδος κοινὸν τὸ ἱμάτιον τῷδε τῷ ἵππῳ καὶ τῷδε τῷ ἀνθρώπῳ, δῆλον αὐτόθεν διὰ τὸ δῆλον εἶναι καὶ ὅτι ὅδε ὁ ἵππος καὶ ὅδε ὁ ἄνθρωπος οὐδὲν κατ’ εἶδος ἀλλήλοις κεκοινωνήκασιν, καὶ ἡ γνῶσις ἐξ αὐτῆς τῆς αἰσθήσεως. δεῖ δὴ πρῶτον θεῖναί τινα τῶν καθ’ ἕκαστα, ἀλλήλων ὄντα κατ’ εἶδος ἀδιάφορα.

“但在探求时,必须着眼于相似之物。” [亚里士多德]此前已断定,对于发现定义而言分析法比划分法更为有用,随后亦说明了划分在哪些方面是有用的,并在其间传授了那些企图通过划分来下定义的人所必须留心的若干注意事项,如今他又谈及同音异义现象,下定义者必须对此保持警惕,因其会造成不小的错误。并且他指出,为了不让这些[同音异义]逃脱注意,我们通过分析亦比通过划分更容易做到。因此他说,探求定义的人必须将这一点与前面所说的其余事项一同予以探究;因为这也将是第四个以个别事物为出发点的注意事项,乃是由于从那里出发具有容易且易于成功的特质。因为他说,必须着眼于共通之物是否可能是一个同音异义的词音。而我们将从相似且无差异的事物出发来精确把握这一点:首先选取若干个别事物,且它们被公认是彼此同种的,并考察所有这些事物具有何种共同之处。因为他所谓的“相似且无差异”,乃是指那些在种上彼此毫无相异之物。然而,关于属的探求本身虽是尤为困难的,但若能以个别事物为出发点,便获得了容易性。因为若那共通之物对于个别事物而言并非一个种,便立刻容易辨别:例如,若有人将“披风”这个名字赋予一个人和一匹马,那么“披风”并不作为共通的种存在于这匹马与这个人之中,由于这匹马与这个人在种上彼此毫无共有之处这一点也是明显的,便当下明了,而这一认识正是出自感觉本身。因此,首先必须设定若干在种上彼此无差异的个别事物。

§1.285

"Εἶτα πάλιν ἐφ’ ἑτέροις, ἃ ἐν ταὐτῷ μὲν γένει ἐκείνοις." Μεθ’ ὅ, φησί, λάβωμέν τινα ὁμοειδῆ, καὶ τί τὸ κοινὸν ἐκείνοις εὑρήσομεν, καθ’ ὃ καὶ ὁμοειδῆ ἀλλήλοις λέγονται. πάλιν τὸ αὐτὸ καὶ ἐφ’ ἑτέροις ποιητέον, ἅπερ τὰ δεύτερα δηλονότι ἔχουσι μὲν τὸ αὐτὸ ἑαυτῶν κατηγορούμενον, ὅπερ δὴ κἀκεῖνα εἶχον τὰ πρότερα,2 ὃ καὶ ζητεῖται εἴτε ὡς γένος ἐστὶ κατηγορούμενον εἴτε ὡς ὁμώνυμος φωνὴ καὶ τούτοις κἀκείνοις κοινόν ἐστιν, ὡς εἶναι τὰ δεύτερα ταῦτα ἀλλήλοις μὲν κατ’ εἶδος τὰ αὐτά, τῶν δὲ προτέρων ἐκείνων ἕτερα.

“然后再次就另一些事物[进行探求],它们与那些属于同一个属。” 他说,在此之后,当我们选取了若干同种之物,并发现了它们之中凭借什么被称为彼此同种的共通之物后,对于另一些事物也必须再次做同样的事;这些第二类事物显然将那先前事物所具有的述词同样述说于自身,而所探求的正是这一述词究竟是作为属被述说,还是作为同音异义的词音而共同属于这些与那些事物,以至于这第二类事物彼此之间在种上相同,却与先前的那些相异。

§1.286

"Ὅταν δ’ ἐπὶ τούτων ληφθῇ τι πάντῃ ταὐτὸν καὶ ἐπὶ τῶν ἄλλων ὁμοίως, ἐπὶ τῶν εἰλημμένων πάλιν σκοπεῖν, εἰ ταὐτόν, ἕως ἂν εἰς ἕνα ἔλθῃ λόγον· οὗτος γάρ ἐστι τοῦ πράγματος ὁρισμός." Εἰπὼν ἐπὶ μιᾶς καὶ δευτέρας τῶν ὁμοειδῶν συστοιχίας τοῦ αὐτοῦ κοινωνίαν ὀνόματος περὶ οὗ ζητεῖται, εἴτε ὡς ὄνομα μόνον κοινόν ἐστιν εἴτε καὶ ὡς φύσις τις, τὸ αὐτό, φησί, δεῖ ποιεῖν καὶ ἐπὶ τρίτης τινός, εἰ καὶ ἄλλ’ ἄττα εἴη ὁμοειδῆ μὲν πρὸς ἄλληλα καὶ κατ’ εἶδος ἀδιάφορα, ἐκείνων δὲ ἕτερα, κοινωνοῦντα μέντοι καὶ ταῦτα τοῦ κοινοῦ ἐκείνου τοῖς προτέροις ὀνόματος. ὅταν γάρ, φησί, καὶ ἐπὶ τούτων τῶν δευτέρων ληφθῇ τι ταὐτὸν κατὰ πάντα, ὡς κατ’ ἐκεῖνο εἶναι καὶ ταῦτα πρὸς ἄλληλα ἀδιάφορα, καὶ ἐπὶ τῶν ἄλλων τὸ αὐτό, τουτέστι τῶν πρότερον εἰλημμένων, ὡς εἶναι τά τε πρότερα πρὸς ἄλληλα κατ’ εἶδος ταὐτά τά τε δεύτερα ὡσαύτως, πάλιν δεῖ καὶ ἐπὶ τῶν κατὰ τρίτην τάξιν εἰλημμένων σκοπεῖν τὸ αὐτό, εἰ ταὐτὸν ἐν τούτοις τε καὶ ἐν ἐκείνοις πρᾶγμά ἐστιν ἐννοούμενον, ἀλλ’ οὐχὶ ὄνομα μόνον κοινὸν ἔχουσι πρὸς ἄλληλα. καὶ ταῦτα δεῖ ποιεῖν, ἕως ἂν τὰ ληφθέντα πάντα εἰς ἕνα καταντήσῃ ὁρισμὸν κοινὸν τοῖς πᾶσιν ὑπάρχοντα. εἰ γάρ τις εὑρεθείη λόγος κοινὸς τοῖς ἅπασι κατὰ τὸ κοινὸν ὄνομα, ὃ κατὰ πάντων ἐπιφέρεται ἀποδιδόμενος τοῖς πᾶσιν, οὗτος ἔσται τοῦ πράγματος ὁρισμός, οὗ τὰ πάντα κεκοινωνήκασιν. ὡς εἶναι γένος ἐκεῖνο συνωνύμως κατὰ πάντων τῶν εἰλημμένων λεγόμενον, κἂν εἶδος ἄλλο μὲν τὸ ἐπὶ τῶν πρώτων, ἄλλο δὲ τὸ ἐπὶ τῶν δευτέρων, ἕτερον δὲ τὸ ἐπὶ τῶν τρίτων ᾖ θεωρούμενον.3

“当在这些事物身上把握到完全相同的某种东西,且在其余事物身上同样如此时,必须再次就已把握到的事物考察其是否相同,直到归为一个定义规约;因为这便是该事物的定义。” 在谈及同种事物的第一和第二序列对所探求的同名(即究竟仅作为名称是共通的,抑或亦作为某种本性是共通的)的共有之后,他说,如果还存在某些别的彼此同种且在种上无差异、但与那些相异却仍与先前诸物共有那个共通名称的事物,那么对于第三个序列也必须做同样的事。因为他说,当在这些第二类事物身上亦把握到在一切方面完全相同的某种东西,以至于据此它们彼此之间也是无差异的,且在其余事物(即先前已把握的事物)身上亦是同样,以至于先前的事物彼此在种上相同而第二类事物亦同样如此,此时便必须再次就按照第三序列把握到的事物考察同一件事,即在这些事物与那些事物身上所意会的是否是同一回事,而非仅仅彼此具有共通的名称。并且必须如此行事,直到所有被把握的事物归结为一个共同属于所有事物的单一的定义。因为若能根据施加于一切事物之上的共通名称,发现一个适用于一切且归属于一切的共通规约,这便将是万物所共有的该事物的定义;从而使那个事物成为对所有被把握之物同义地述说的属,即使在第一类事物身上所观察到的种为一种,在第二类事物身上为另一种,而在第三类事物身上所观察到的又为另一种。

语法注3 条
  1. 1.284ἡ δὲ σκέψις ὡς περὶ γένους, ἥτις καὶ μάλιστα δυσχερής ἐστι, τὸ εὐχερὲς προσλαμβάνουσα, εἰ ἀπὸ τῶν καθ’ ἕκαστα δέχοιτο τὴν ἀρχήν.

    主句缺乏限定动词的破格句结构。分词 προσλαμβάνουσα 与主语 ἡ δὲ σκέψις 一致,承担主述谓功能(充当 προσλαμβάνει 的替代或省略了 ἐστί)。句意表达了如下对比:关于属的考察本身尤为困难,但若从个别事物出发便能获得容易性。

  2. 1.285ἅπερ τὰ δεύτερα δηλονότι ἔχουσι μὲν τὸ αὐτὸ ἑαυτῶν κατηγορούμενον, ὅπερ δὴ κἀκεῖνα εἶχον τὰ πρότερα

    关系代词 ἅπερ 与同位语名词短语 τὰ δεύτερα 结合,充当复数动词 ἔχουσι 的主语。其后的 ὅπερ 为宾格关系代词,承接先行词 τὸ αὐτὸ ... κατηγορούμενον,随后的 κἀκεῖνα ... τὰ πρότερα 则作为其动词 εἶχον 的主语。

  3. 1.286ὡς εἶναι γένος ἐκεῖνο συνωνύμως κατὰ πάντων τῶν εἰλημμένων λεγόμενον, κἂν εἶδος ἄλλο μὲν τὸ ἐπὶ τῶν πρώτων, ἄλλο δὲ τὸ ἐπὶ τῶν δευτέρων, ἕτερον δὲ τὸ ἐπὶ τῶν τρίτων ᾖ θεωρούμενον.

    由 ὡς + 不定词 εἶναι 构成的表示结果/归结的句式。不定词的主语为 ἐκεῖνο,其谓词短语为 γένος ... λεγόμενον。在由 κἄν(= καὶ ἐάν,“纵使/哪怕”)引导的让步从句中,系动词 ᾖ 在各个对举项之间公用,在前两项(τὸ ἐπὶ τῶν πρώτων 与 τὸ ἐπὶ τῶν δευτέρων)中省略,仅在第三项中明确表述为 ᾖ θεωρούμενον。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4031.tlg001.humanitext-grc1:216.3-217.23