- 底本
- Eustratius, In Analyticorum Posteriorum Librum Secundum Commentarium. Commentaria in Aristotelem Graeca XXI.1, ed. M. Hayduck, Berlin: Reimer 1907, pp. 1-270. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4031.tlg001.humanitext-grc1:214.27-216.2
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
厄斯特拉提奥斯通过心胸宽广的范例,分别从自然学、神学与逻辑学的角度论证了个别事物不可被定义,并阐明比起自上而下的划分法,从个别事物上升的分析法更有利于把握不可再分之种的定义并识破同音异义现象。
Ἀλκιβιάδης γὰρ καὶ Ἀχιλλεὺς καὶ Αἴας Λυσάνδρῳ καὶ Σωκράτει καὶ Διογένει, ᾗ μὲν ἄνθρωποι, κατ’ εἶδος οἱ αὐτοί, ᾗ δὲ μεγαλόψυχοι, ἕτεροι· ὃ δὴ καὶ ἦν τὸ ζητούμενον. μηδεὶς δὲ οἰέσθω τῶν καθ’ ἕκαστα εἶναι τοὺς ὁρισμούς, ὅτι ἐκ τῶν καθ’ ἕκαστα τούτους θηρεύομεν· οὐδὲ γὰρ ἔστι τῶν καθ’ ἕκαστα εἶναι ὁρισμόν, ᾗ καθ’ ἕκαστα, διότι ἄπειρα, τοῦ δὲ ἀπείρου ἐπιστήμη οὐκ ἔστιν, ὥστ’ οὐδὲ ὁρισμός· εἶδος γὰρ οὗτος ἐπιστήμης ἐστίν. ἄπειρα δὲ οὐκ ἐνεργείᾳ, ἀλλὰ τῷ φθείρεσθαι ταῦτα καὶ γίνεσθαι ἕτερα. ἄλλως τε ἐπεὶ οὐχὶ τῶν ἁπλῶν καὶ ἀΰλων εἰδῶν ὁρισμοὶ ἐνταῦθα παραδίδονται, ἀλλὰ τῶν συνθέτων τε καὶ ἐνύλων, ταῦτα δὲ ἐν τοῖς καθ’ ἕκαστα θεωρούμενα ἐν διηνεκεῖ ῥύσει καὶ μεταβολῇ γίνεται, πῶς τὰ ἐν τούτοις ὅρῳ ὑποβληθήσεται; ἀλλὰ ταῦτα μὲν φυσικώτερον εἴρηται· ἔστι δ’ εἰπεῖν τι καὶ θεολογικώτερον. ὁ ἀνθρώπινος νοῦς τῇ γνώσει τῶν εἰδῶν τελειοῦσθαι πέφυκε, μιμούμενος ταύτῃ τὸν τὰ εἴδη παράγοντα· τῶν γὰρ καταδεεστέρων τελείωσις ἡ πρὸς τὰ κρείττονά ἐστι μίμησις. δεῖ δὲ τὰ γνωστὰ κατάλληλα εἶναι καὶ προσφυῆ τῷ γινώσκοντι, ἵν’ αὐτοῖς προσαρμόζοιτο. ὡς οὖν ἐνύλῳ οὔσῃ τῇ αἰσθήσει τὰ καθ’ ἕκαστα γνώριμα ὅτι ἔνυλα, οὕτως ἀΰλῳ ὄντι τῷ νῷ τὰ καθόλου γνώριμα καθ’ αὑτό, ὅτι ἄυλα. τῇ μὲν οὖν δημιουργικῇ γνώσει ἡ τῶν πραγμάτων ὀντότης ἕπεται, διὸ καὶ τῷ θελῆσαι μόνον παράγειν τὰ πάντα ὁ δημιουργὸς λέγεται, τῇ δὲ καθ’ ἡμᾶς γνώσει τὸ ὁρίζεσθαι. εἴποι δ’ ἄν τις ὧδε καὶ λογικώτερον· οἱ ὁρισμοὶ ἐκ τῶν ἀρχῶν τοῦ ὁριστοῦ, αἱ δ’ ἀρχαὶ τῶν καθ’ ἕκαστα, ᾗ καθ’ ἕκαστα, συμβεβηκότα. ἃ γὰρ ἐν τοῖς ὁμοειδέσι κοινῶς εὑρίσκεται ἅπασιν, οὐ τοῦ καθ’ ἕκαστα ταῦτα, ἀλλὰ τοῦ κοινοῦ ἰδιότητες· ὧν δὲ τὸ ἄθροισμα οὐκ ἂν ἐπ’ ἄλλου τινὸς εὑρεθείη, ταῦτα τουδὶ τῶν καθ’ ἕκαστα· τὰ δὲ τοιαῦτα ἀβέβαια καὶ οὐκ ἀναγκαῖα. πῶς οὖν ἔσται τῶν τοιούτων ἐπιστήμη; ἀλλ’ εἰ καὶ τῶν καθόλου οἱ ὁρισμοί, οὐ διὰ τοῦτο καὶ τὰ καθολικώτερα ἔσται εὐοριστότερα· τὸ γὰρ ἄτομον εἶδος ῥᾷον ὁρίσασθαι ἢ τὸ κατὰ πλειόνων εἰδῶν λεγόμενον. τὰ γὰρ κοινῶς ὑπάρχοντα πᾶσι τοῖς ὑπὸ τὸ ἄτομον εἶδος καθ’ ἕκαστα, ἐκ τῆς ἐναργείας ὑπάρχοντα γνώριμα, τὸν τοῦ περιέχοντος αὐτὰ εἴδους λόγον δῆλον παρίστησιν. ὡς γὰρ καὶ πρότερον εἴρηται, ἐκ μὲν τῶν καθ’ ἕκαστα τὸν τοῦ ἀτόμου εἴδους ὅρον συντίθεμεν, ἐκ δὲ τῶν εἰδῶν τὸν τοῦ γένους. ὡς οὖν εὐδηλότερα τῶν εἰδῶν τὰ καθ’ ἕκαστα, οὕτω τὰ εἴδη τῶν γενῶν, ὅτι εὐθὺς μετὰ τὰ καθ’ ἕκαστα. ὥστε τὸν ὁρισμὸν θηρεύειν βουλόμενον ἀναλυτικῇ μᾶλλον χρηστέον1 ἀπὸ τῶν καθ’ ἕκαστα πρὸς τὰ καθόλου ἀνιόντα ἢ διαιρετικῇ ἀπὸ τῶν καθόλου ἐπὶ τὰ καθ’ ἕκαστα κατιόντα. ἀλλὰ καὶ αἱ ὁμωνυμίαι πολλῆς αἰτίαι πλάνης γινόμεναι τοῖς προτιθεμένοις ὁρίζεσθαι, ἧττον ἂν διαλάθοιεν ἀπὸ τῶν καθ’ ἕκαστα ἀνιόντων ἡμῶν ἢ κατιόντων ἄνωθεν ἐπ’ αὐτά. εἰ γάρ τι κοινὸν εἴη κατ’ οὐσίαν ἢ μή, τοῖς καθ’ ἕκαστα δῆλον ἐκ τῆς ἐναργείας ἐστί. καὶ εἰ μὲν εἴη τι κοινόν, οὐχ ὁμώνυμον τὸ κατ’ αὐτῶν λεγόμενον, ἀλλ’ εἶδος ἢ γένος ταὐτόν· εἰ δὲ μηδέν, ὀνόματος αὐτοῖς κοινωνία, ἀλλ’ οὐχὶ καὶ τῆς φύσεως. ὅτι δ’ ἡ ὁμωνυμία λανθάνουσα πλάνης αἰτία γίνεται, δῆλον· εἰ γάρ τις τὸ ὁμώνυμον ὡς ἕν τι σημαίνειν οἰόμενος ἐπιχειροίη ὁρίζεσθαι, ἀδυνάτοις πάντως ἐπιχειρεῖ, ὁ δὲ ἀδυνάτοις ἐπιχειρῶν ματαιοπονεῖ, ὁ δὲ ματαιοπονῶν ἢ βιάζεται2 ἢ πλανᾶται· εἰ μὲν ἀκουσίως, βιάζεται, εἰ δὲ ἑκουσίως, πλανᾶται. ὅτι δ’ οὐκ ἐνδέχεται τὸ ὁμώνυμον ὁρίζεσθαι, δῆλον καὶ τοῦτο· ὁ γὰρ εἷς ὁρισμὸς μίαν φύσιν δηλοῖ, τὰ δὲ ὑπὸ τῆς ὁμωνύμου φωνῆς δηλούμενα οὐ μία ἐστὶ φύσις· τὰ ὑπὸ τῆς ὁμωνύμου ἄρα φωνῆς δηλούμενα ἑνὶ ὁρισμῷ οὐχ ὁρίζεται.
因为阿尔喀比亚德、阿喀琉斯与埃阿斯相对于吕山德、苏格拉底与第欧根尼而言,就其为人而言在种上是相同的,但就其心胸宽广而言则是相异的;而这恰恰就是所探求的对象。但绝不可有人因为我们从个别事物中搜寻定义,就认为定义属于个别事物;因为个别事物就其为个别事物而言甚至不可能有定义,这是因为它们是无限的,而对无限之物不存在科学知识,因而不存在定义(因为定义是科学知识的一个种)。而它们是无限的并不是在现实态上,乃是因这些个别事物的消亡与另一些的生成。更何况,由于这里所传授的并非单纯且非质料的诸种的定义,而是复合且质料性的诸种的定义,而这些在个别事物中被考察时在恒常的流转与变化之中生成,在这些事物之中的东西又怎能屈从于定义呢?不过,这些是更从自然哲学的角度所说的;人们亦能从更具神学性的角度说些什么。人类的心智依其本性由于对诸种的认识而趋于圆满,并以此模仿产生诸种者(因为劣等者的圆满乃是对优等者的摹仿)。而可认识的事物必须与认识者相称且相适应,以便〔认识者〕能够与它们相契合。因此,正如感觉由于是质料性的,个别事物由于是质料性的而为[感觉]所熟知,同样,心智由于是非质料的,普遍之物由于是非质料的,在自身上就为[心智]所熟知。因此,造物主的认识伴随着事物的实在性(所以亦有人说造物主仅凭意愿便产生万物),而我们自身的认识则伴随着下定义。人们亦可以更从逻辑学的角度如此陈述:定义出自被定义者的诸本原,但个别事物就其为个别事物而言的本原乃是偶性。因为在所有同种事物中共同被发现者,并非属于个别事物,而是共通之物的固有属性;至于其聚集绝不可能在任何别的事物身上被发现者,则属于这一个别的特定事物;而诸如此类的事物是不确定的且非必然的。那么,关于此类事物又怎能有科学知识呢?然而,纵使定义属于普遍之物,更为普遍的事物亦不会因此就更容易被定义;因为不可再分的种比起对多个种述说的事物更容易被定义。因为处于不可再分的种之下的所有个别事物共同具备的属性,凭借其明晰显现而为人所熟知,从而清楚地呈现出包含它们的种的定义。因为正如先前所说,我们从个别事物建构不可再分的种的定义,而从诸种建构属的定义。因此,正如个别事物比诸种更为显然,诸种亦比诸属[更为显然],因为它们紧随个别事物之后。所以,欲搜寻定义者,更应当从个别事物上升至普遍之物而采用分析法,而非从普遍之物下降至个别事物而采用划分法。不仅如此,在那些立志下定义的人身上成为诸多错误之原因的同音异义现象,比起我们自上而下向它们下降,在由个别事物向上攀升时也更不易逃脱人们的注意。因为在实体上是否存在某种共通之物,依据明晰显现对于个别事物而言是清楚的。而如果存在某种共通之物,对它们述说的便不是同音异义的词,而是相同的种或属;但如果毫无共通之处,它们便具有名称的共有,却不同时具有本性的共有。而同音异义若未被察觉就会成为错误的原因,这是显然的:因为如果有人以为同音异义词指称某种单一的事物而试图给它下定义,他无论如何都是在企图做不可能之事,而企图做不可能之事的人是在徒劳无益地劳作,徒劳无益地劳作者要么是被迫,要么是陷入错误:若非自愿,便是被迫,若是自愿,便是陷入错误。而同音异义词不可能被定义,这一点也是显然的:因为单一的定义阐明单一的本性,而同音异义词音所阐明的事物并非单一的本性;因此,同音异义词音所阐明的事物不能被单一的定义所定义。
- 1.283τὸν ὁρισμὸν θηρεύειν βουλόμενον ἀναλυτικῇ μᾶλλον χρηστέον
在非人称动形容词结构(χρηστέον)中,逻辑主语采用了宾格(βουλόμενον)而非标准规则所要求的与格(βουλομένῳ)。该宾格充当比照 δεῖ 加宾格与不定式结构而使用的宾格施事主语(因 -τέον 相当于 δεῖ χρῆσθαι;后文分词 ἀνιόντα、κατιόντα 同此)。
- 1.283βιάζεται
在句中 βιάζεται ἢ πλανᾶται 处,βιάζεται 依被动态解作“被迫/受强迫”。在随后的“若非自愿〔徒劳劳作〕,便是被迫(εἰ μὲν ἀκουσίως, βιάζεται)”中,它与自愿(ἑκουσίως)徒劳劳作时的陷入错误(πλανᾶται)相对立。
