- 底本
- Eustratius, In Analyticorum Posteriorum Librum Secundum Commentarium. Commentaria in Aristotelem Graeca XXI.1, ed. M. Hayduck, Berlin: Reimer 1907, pp. 1-270. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4031.tlg001.humanitext-grc1:213.16-214.27
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
埃乌斯特拉提奥斯针对亚里士多德第 97b7 节,阐述了从同种的个别事物上升到种再到属的分析探求程序,并以“心胸宽广”(不忍受侮辱与超然于祸福)为例,论证了如何判定共通之物是一个单一的属还是仅仅为同音异义的名称。
" Ζητεῖν δὲ δεῖ ἐπιβλέποντα ἐπὶ τὰ ὅμοια." Ἐπειδὴ περὶ τῆς τῶν ὁρισμῶν θηρεύσεως πρότερον λέγοντες εὐμεθοδώτερόν τινα τῆς διαιρέσεως καὶ ἀσφαλέστερον τρόπον τὸν διὰ τῆς ἀναλύσεως εἴπομεν, τὰ κοινῶς ἐν πᾶσι τοῖς ὁμοειδέσι καθ’ ἕκαστα εὑρισκόμενα λόγους εἶναι τῶν ταῦτα περιεχόντων εἰδῶν λέγοντες, καὶ τὰ κοινῶς τοῖς ὁμογενέσιν ἀτόμοις εἴδεσιν ὁρισμοὺς τῶν ταῦτα περιεχόντων γενῶν, δεῖ σκοπεῖν ἐν ταῖς τοιαύταις ζητήσεσι, μήποτε τὸ κοινὸν οὗ τὰ ἄτομα εἴδη μετέσχηκεν, οὐ γένος ἐστὶν ἀλλὰ φωνή τις ὁμώνυμος.1 δεῖ γὰρ καὶ τούτου εἰδέναι διαφορὰν καὶ κανόνα ἔχειν τῆς διακρίσεως. οὐ γὰρ ἡ τυχοῦσα πλάνη ἢ τὸ γένος φωνὴν ἡγεῖσθαι ὁμώνυμον ἢ ἀνάπαλιν γένος οἴεσθαι, ὅταν ᾖ ὁμωνύμως τι κατά τινων λεγόμενον. ἡ δὲ σκέψις ἔσται τοῦτον τὸν τρόπον· ἀπὸ τῶν ὑπὸ τὰ ἄτομα εἴδη καθ’ ἕκαστα ὄντων δεῖ κἀνταῦθα ποιήσασθαι τὴν ἀρχὴν καὶ ἰδεῖν τί τὰ ὑφ’ ἓν ὁτιοῦν εἶδος τῶν 〈τοῦ〉 αὐτοῦ κοινωνούντων ὀνόματος καθ’ ἕκαστα κοινὸν ἔχουσι, τὸ αὐτὸ δὲ ποιῆσαι καὶ ἐφ’ ἑτέρων ὁμοειδῶν καθ’ ἕκαστα, ἃ τὸ περιέχον εἶδος καὶ αὐτὸ τοῦ αὐτοῦ κεκοινώνηκεν ὀνόματος, οὗ δὴ καὶ τὸ περιέχον εἶδος τὰ πρότερον ἐκτεθέντα ὁμοειδῆ καθ’ ἕκαστα, ὡς εἶναι καὶ ταῦτα πρὸς ἄλληλα μὲν κατ’ εἶδος ταὐτά, ἐκείνων δ’ ἕτερα, ἰδεῖν τε κἀπὶ τούτων τί κοινὸν ἔχουσι, κἂν ἕτερον εἶδος τύχῃ τοῦ αὐτοῦ τοῖς προλαβοῦσιν ὀνόματος μετέχον, σκοπεῖν ὁμοίως καὶ τὰ ὑπὸ τοῦτο καθ’ ἕκαστα, τί ταὐτὸν ἔχουσι. τούτων δὴ γινομένων ὁ τοῦ τί ἦν εἶναι λόγος ἑκάστου τῶν εἰδῶν εὕρηται. καθὰ δὴ καὶ πρότερον ποιεῖν ὑποτέθειται ἤδη, τοιγαροῦν δεῖ σκοπεῖν περὶ τῶν εἰδῶν εἰ καὶ αὐτοῖς τι ὑπάρχει ταὐτὸν καὶ πάλιν, ἕως ἂν εἰς ἕνα τινὰ ὁρισμὸν τοῖς ληφθεῖσιν ἅπασιν εἴδεσι κοινὸν καταντήσωμεν. εἰ μὲν οὖν οὕτω ποιοῦσι λόγος τις κοινὸς εὑρεθῇ τοῖς ληφθεῖσιν εἴδεσιν, οὗτός τε ὁρισμὸς ἔσται τοῦ γένους, οὗ καὶ τοῦ ὀνόματος καὶ τοῦ λόγου τάδε τὰ εἴδη μετέσχηκε, κἀκεῖνο τῶν εἰδῶν ἔσται γένος. εἰ δὲ μὴ εἰς ἕνα λόγον τὰ εἴδη καταντᾷ κοινὸν αὐτοῖς ἅπασιν ἀλλ’ εἰς πλείονας καὶ διαφόρους, οὐκ ἔστι γένος ἓν εἶναι τὸ κοινὸν τοῖς εἴδεσιν, οὐδὲ ταῦτα τῷ γένει ἕν, ἀλλὰ πλείω. οὕτως οὖν ποιοῦντες οὐ μόνον τῶν τε ἀτόμων εἰδῶν καὶ τῶν ὑπὲρ ταῦτα γενῶν τοὺς λόγους ῥᾷον εὑρήσομεν ἀρχόμενοι κάτωθεν καὶ ἀπὸ τῶν γνωριμωτέρων ἡμῖν, ἀλλὰ κἂν φωνὴ εἴη ὁμώνυμος καὶ οὐ γένος τὸ κοινόν, ῥᾷον οὕτως ἢ διαιροῦντες τὸ γένος ἄνωθεν γνώριμον ἕξομεν. ἔστω δὴ ἡ μεγαλοψυχία τοῦ προκειμένου παράδειγμα, καὶ ληπτέον μεγαλοψύχους τινὰς καθ’ ἕκαστα, οἳ ταὐτόν τι ἀλλήλοις ἕξουσιν, οἷον Ἀλκιβιάδην καὶ Ἀχιλλέα καὶ Αἴαντα. οὗτοι τοίνυν μεγαλόψυχοι ὡμολόγηνται εἶναι, ὅτι μὴ ἠνέσχοντο ὑβριζόμενοι· ἀλλ’ Ἀλκιβιάδης μὲν ὕβριν ἀποσειόμενος ἐπολέμησεν, Ἀχιλλεὺς δὲ ὕβριν ἀμυνόμενος ἐμήνισε καὶ Ἀχαιῶν καταπονουμένων οὐ προεμάχησεν, Αἴας δὲ ὕβριν μὴ φέρων ἑαυτὸν ἀπέκτεινε. πάλιν ἐφ’ ἑτέρων καθ’ ἕκαστα ἐξετάζω, οἳ δὴ καὶ αὐτοὶ μεγαλόψυχοι εἶναι λέγονται, οἷον Λύσανδρος Σωκράτης καὶ Διογένης. τὸ κοινὸν καὶ οὗτοι ᾗ μεγαλόψυχοι ἔχουσιν· ἔστι δὴ τὸ ἀδιαφόρως ἔχειν αὐτοὺς εὐτυχοῦντας καὶ δυστυχοῦντας. ταῦτα μὲν τῶν εἰδῶν ὁρισμοὶ πεπορισμένοι ἐκ τῶν καθ’ ἕκαστα, τό τε ἀπαθῶς ἔχειν περὶ τὰς κατὰ τὰς τύχας διαφορὰς καὶ τὸ μὴ φέρειν ὑβριζομένους. λαβὼν οὖν ταῦτα τὰ δύο σκοπῶ τί κοινὸν ἔχουσι, καὶ ἐπεὶ μηδὲν τούτοις κοινόν, εἴη ἂν εἴδη μεγαλοψυχίας δύο ἀλλήλων καὶ κατὰ γένος ἕτερα, καὶ ἡ μεγαλοψυχία κοινὸν τούτοις ὡς ὄνομα, καὶ τούτοις ὀνόματι μόνον τὸ ταὐτόν, ἀλλ’ οὐχὶ καὶ τῷ τῆς οὐσίας λόγῳ τῷ κατὰ τοὔνομα. δεῖ δὲ μὴ λανθάνειν ὅτι τὸ ταὐτὸν κατ’ εἶδος καὶ ἕτερον2 οὐ κατὰ τὰ ὑποκείμενα ἐν τῷ παραδείγματι εἴληπται, ἀλλὰ κατὰ τὸ ζητούμενον.
“但在探求时必须着眼于相似之物。” 由于我们此前在论述定义的搜寻时,曾指出通过分析的方法比起划分是更为系统、更为稳妥的一种途径,并指出在所有同种的个别事物中共同被发现的规定是包含它们的种的定义,而在同属的不可再分的诸种中共同具备的规定则是包含它们的属的定义,因此在诸如此类的探求中必须审视:不可再分的诸种所共同分有的共通之物,是否根本不是一个属,而是一种同音异义的词音。因为人们也必须知晓此事的差异,并拥有区分的准绳。因为把一个属认作同音异义的词音,或者反过来当某事物对某些事物是同音异义地被述说时误认为是一个属,都不是微不足道的错误。而这种考察将按如下方式进行:在这里也必须从处于不可再分的诸种之下的个别事物出发,并观察处于分有同一名称的那些[种]之中的任意单一的种之下的个别事物共同具有什么,并且对处于另一组同种的个别事物也依同样的方式行事——包含它们的种本身也分有了同一名称(正如包含先前所陈述之同种个别事物的种所分有的同一名称),使得这些事物彼此之间在种上亦是相同的,却又与前述事物相异——并同样在它们身上观察具有什么共通之处;假若恰有另一个种分有了与前述诸种相同的名称,亦同样审视其下的个别事物具有什么相同之处。当这些步骤完成时,各个种的本质的定义便已被发现。正如先前已经假定应当做的那样,因此必须关于这些种再次审视是否有某种相同之物亦属于它们自身,直到我们达到一个对所有被取得的种皆共通的单一之定义。因此,若如此行事者能够为所取得的诸种发现某种共通的规定,这便是这些种分有了其名称与规定的那个属的定义,而那也就是这些种的属。但如果这些种并未达到一个对它们全部共通的单一规定,而是达到了多个且不同的规定,那么这些种的共通之物便不可能是一个属,它们在属上亦不可能是一,而是多。因此,如此行事不仅能让我们从下方、亦即从对我们而言更熟知的事物出发,更容易地发现不可再分的诸种及其之上的诸属的定义,而且纵使共通之物是一种同音异义的词音而非属,我们通过这种方式也将比从上方划分属更容易认识到这一点。那么,就让心胸宽广作为所提出之主题的范例,并且应当选取某些个别的具有宽广心胸的人,他们在彼此之间将具有某种相同之物,比如阿尔喀比亚德、阿喀琉斯与埃阿斯。这些人之所以被一致承认为心胸宽广,乃因他们无法忍受遭受侮辱;然而阿尔喀比亚德通过摆脱侮辱而发动战争,阿喀琉斯为了反击侮辱而动怒并在阿开奥斯人受难之际未上前线作战,而埃阿斯因无法承受侮辱而自杀。我又在另外一些个别人物身上进行考察,他们自身确实亦被称为心胸宽广者,比如吕山德、苏格拉底与第欧根尼。这些人就其心胸宽广而言亦具有共通之处;这便是无论处于顺境还是逆境,他们都持无差别的态度。这些乃是从个别事物中获得的诸种的定义:即关于依据命运的差异持不动心状态,以及无法忍受遭受侮辱。因此,我取来这两项并审视它们具有什么共通之处;既然它们之间毫无共通之物,心胸宽广的这两个种彼此之间即使在属上亦当是相异的,心胸宽广对它们而言只是作为一个名称是共通的,它们只是在名称上相同,而在相应于该名称的实体的定义上并不相同。但决不可忽视的是,在范例中种上的相同与相异并不是根据基底事物被取得的,而是根据所探求的对象被取得的。
- 1.283μήποτε τὸ κοινὸν οὗ τὰ ἄτομα εἴδη μετέσχηκεν, οὐ γένος ἐστὶν ἀλλὰ φωνή τις ὁμώνυμος
μήποτε 引导由 σκοπεῖν 支配的间接疑问或疑虑从句,此处接直陈式现在时 ἐστίν 而非虚拟式,且否定词使用 οὐ。该结构不是表达纯粹抽象的顾虑,而是提出一个具有事实倾向的疑虑或待审视的命题(即“它实际上是否并非属,而是一种同音异义词”)。
- 1.283τὸ ταὐτὸν κατ’ εἶδος καὶ ἕτερον
中性单数冠词 τό 将其后的 ταὐτὸν κατ’ εἶδος 与 ἕτερον 两者统合名词化,将“种上的相同与相异”这一对概念作为一个单一的主语呈现,因此谓语动词 εἴληπται 亦为第三人称单数。
